νῦν ἀρχαία πρὸς ταύτην καθεστηκυῖα. ταῦτα δʼ ἦν ὥσπερ μελέται τῆσδε τῆς οἰκήσεως ἐν ἄλλοις φαυλοτέροις πλάσμασι. τρίτῳ δὲ, ὡς οἱ ποιηταὶ καλοῦσι, βήματι κινηθεῖσα ἡ πόλις εἰς ἓν τόδε κατέστη τὸ σχῆμα. ὁ δὲ λεὼς ὁ μὲν πρεσβύτατος αὐτόχθων αὐτῇ· ἐπεὶ δὲ καὶ ἐποίκους ἔδει δέξασθαι, ἐδέξατο καὶ τούτους ἀπὸ τῶν αὐτοχθόνων ἀπὸ τῆς ἑτέρας ἠπείρου, καὶ συνεκράθη δαιμονίως τοῖς ἀντιπέραν Ἕλλησιν, οἰκιστὰς δοῦσά τε καὶ δεξαμένη, Πελοποννησίοις μὲν τὸν ἐπώνυμον δοῦσα καὶ τὸ σεμνύνεσθαι τῇ προσηγορίᾳ, Ἀθήνηθεν δὲ τοὺς Ἐρεχθείδας, ὡς λόγος, ἐκ τοῦ πρὸς Ἀμαζόνας πολέμου δεξαμένη, καὶ ὕστερον δὴ τοὺς ὑστέρους. ἀπέλαυσαν δὲ τῆς μητροπόλεως ἀμφότερα, ἁβρότητας μὲν εἰς τὸ καθʼ ἡμέραν, τολμήματα δὲ εἰς τοὺς πολέμους κρεῖττον ἢ πολλοῖς ἐρίσαι λυσιτελεῖν· ὥστε καὶ τῶν ποιητῶν ἤδη τισὶ Σμυρναῖον τρόπον τὸ τοιοῦτον εἰρῆσθαι. δεῖγμα δὲ ἓν ἐξαρκέσει, οὗ καὶ τὸ ὑπόμνημα ὄψει. καλοῦσι γάρ σε ἦρος ὥρᾳ πρώτῃ Διονυσίοις, τριήρης ἱερὰ τῷ Διονύσῳ φέρεται κύκλῳ διʼ ἀγορᾶς. τὸ δʼ ἐστὶ σύμβολον ὡς ποτὲ Χῖοι πλεύσαντες ἐπὶ τὴν πόλιν, ὡς ἐρήμην αἱρήσοντες, τῶν ἀνδρῶν ἀπόντων ἐν τῷ ὄρει, κᾆτα τῶν νεῶν ὀφθέντες ὑπʼ αὐτῶν κατιόντων, οὐ μόνον τῆς πείρας ἀπέτυχον, ἀλλὰ καὶ τὰς ναῦς προσαπώλεσαν, ἐνόπλιον δὴ τότε ὀρχησαμένων τῷ Διονύσῳ καὶ τὰ Βακχεῖα ἐν τοῖς ἐκείνων σώμασι τελεσαμένων. καὶ τοῦτο μὲν ἥδυσμα ταῖς πράξεσι τῆς πόλεώς ἐστι καὶ ὡσπερεὶ σύμβολόν τι τῶν ἄλλων ὧν ἀνάγκη παραλιπεῖν· διὸ καὶ ὑπὸ τῶν πολλῶν ἄρα θρυλεῖται. πολλοὺς δʼ ἄν τις αὐτῆς ἔχοι λέγειν ἀγῶνας καὶ ἄλλους, καὶ δὴ τοὺς τελευταίους τοὺς ὑπὲρ ὑμῶν καὶ σὺν ὑμῖν ἐν παντὶ τῷ παραστάντι, πολλῆς τινος ἔργον σχολῆς διηγήσασθαι. ἀλλὰ τί δεῖ περὶ ταῦτα τρίβεσθαι; αἷς μὲν γάρ ἐστι τῶν πόλεων ἐν μύθοις ἢ διηγήσεσιν ἡ φιλοτιμία, εἰς ταῦτα εἰκὸς ἀναχωρεῖν, ἥτις δὲ εὐθὺς ὀφθεῖσα χειροῦται καὶ οὐκ ἐᾷ ζητεῖν τὰ ἀρχαῖα, τί δεῖ ταύτην σεμνύνειν ἀπὸ τῶν παρελθόντων, ἀλλʼ οὐ περιηγεῖσθαι καθαπερεὶ τῆς χειρὸς ἔχοντα, μάρτυρα τὸν θεατὴν τῶν λόγων ποιούμενον; οἶμαι γὰρ, εἴ τινος εἴδωλον πόλεως ἔδει φαίνεσθαι κατʼ οὐρανὸν, ὥσπερ τὸν στέφανόν φασι τὸν Ἀριάδνης καὶ ἄλλα εἴδωλα ποταμῶν τε καὶ ζώων, ὅσα πρὸς θεῶν ἐτιμήθη, τὸ τῆσδε ἂν φαίνεσθαι νικῆσαι. οὕτως μοι δοκεῖ πεφυκέναι παράδειγμα πόλεως, καὶ οὔτε τοῦ πολίτου ποιητοῦ προμνωμένου προσδεῖσθαι οὔτε ἄλλης τέχνης εἰς ἔπαινον, ἀλλʼ αὐτὴ προξενεῖν τὸν ἔρωτα αὑτῆς πᾶσιν ἀνθρώποις καὶ αὐτὴ καταναγκάζειν, ὀφθαλμοὺς, οὐχὶ ὦτα πείθουσα. τέταται γὰρ ὑπὲρ τῆς θαλάττης, ἄνθος ὥρας ἀφιεῖσα διηνεκὲς, ὥσπερ οὐ κατὰ μικρὸν πολισθεῖσα, ἀλλʼ εἰσάπαξ ἀνασχοῦσα τῆς γῆς, οὐ πρὸς ἀνάγκην οὐδʼ ἠπειγμένον τὸ μέγεθος παρεχομένη, ἀλλὰ πανταχοῦ πολλὴ καὶ παραπλησία. καὶ ἔστιν αὐτῇ τὸ μέγεθος κάλλους περιουσία. οὐδʼ ἂν φαίης εἶναι πόλεις πολλὰς κατὰ μικρὸν διεσπαρμένας, ἀλλὰ μίαν μὲν πολλῶν ἀντίρροπον, μίαν δʼ οὖν ὁμόχρουν καὶ σύμφωνον ἑαυτῇ, καθάπερ ἀνθρώπου σῶμα συμβαίνοντα τῷ ὅλῳ τὰ μέρη παρεχομένην. κόσμοι δὲ οἵ τε ἐν αὐτῇ καὶ οἱ περὶ αὐτὴν ἐξ ἴσου πολλοί τε καὶ λαμπροὶ καὶ ποθεινοτέρους οὐχὶ λελοιπότες. ἀλλʼ ἐστὶν ἅπασα ὥσπερ διʼ ἀγαλμάτων, ὥσπερ οἱ κατάπαστοι χιτῶνες. ἀπὸ ἑσπέρας μὲν πρὸς ἕω βαδίζων ἐκ νεώ τε εἰς νεὼν ἥξεις καὶ ἐκ κολωνοῦ πρὸς κολωνὸν διʼ ἑνὸς στενωποῦ καλλίονος ἢ κατὰ τοὔνομα. στάντι δὲ ἐπὶ τῆς ἀκροπόλεως ἡ μὲν θάλαττα ὑπορρεῖ, τὰ δὲ προάστεια ὑφορμεῖ· καταμιγνυμένη δὲ ἀμφοτέροις ἡ πόλις διὰ τριῶν τῶν ἡδίστων θεαμάτων ἐκχεῖ τὴν ψυχὴν, οὐδὲ ἔστιν εὑρεῖν