τὰς ἀφορμὰς εἰληφέναι μοι δοκοῦσι, καὶ οἱ θεοὶ καθορῶντες συγκατορθοῦν ὑμῖν εὐμενῶς τὴν ἀρχὴν καὶ διδόναι βέβαιον τὴν κτῆσιν αὐτῆς, Ζεὺς μὲν, ὅτι αὐτῷ τῆς οἰκουμένης καλοῦ, φασὶν, ἔργου καλῶς ἐπιμέλεσθε, Ἥρα δὲ γάμων νόμῳ γιγνομένων τιμωμένη, Ἀθηνᾶ δὲ καὶ Ἥφαιστος τεχνῶν τιμωμένων, Διόνυσος δὲ καὶ Δημήτηρ, ὅτι αὐτοῖς οἱ καρποὶ οὐχ ὑβρίζονται, Ποσειδῶν δὲ ναυμαχιῶν μὲν καθαρευούσης τῆς θαλάττης αὐτῷ, τὰς δʼ ὁλκάδας ἀντὶ τῶν τριήρων μετειληφυίας· ὅ γε μὴν Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Μουσῶν χορὸς οὔποτε διαλείπει τοὺς ὑπηρέτας ἐν τοῖς θεάτροις καθορῶν· Ἑρμῆς δὲ ἀγώνων οὐκ ἄμοιρος οὐδὲ πρεσβείων· Ἀφροδίτῃ δὲ σπόρων καὶ χαρίτων πότε μᾶλλον καιρὸς ὑπῆρξεν; ἢ πότε πλείονα μοῖραν ἔσχον αἱ πόλεις; αἱ δʼ Ἀσκληπιοῦ χάριτες καὶ τῶν κατʼ Αἴγυπτον θεῶν νῦν πλεῖστον εἰς ἀνθρώπους ἐπιδεδώκασιν. οὐ μὴν οὐδʼ Ἄρης γε ὑμῖν ἠτίμασται, οὐδὲ δέος μὴ συνταράξῃ τὰ πάντα, ὥσπερ ἐν Λαπιθῶν δείπνῳ παροφθεὶς, ἀλλʼ ἐπὶ ταῖς ὄχθαις ἔξω τῶν ποταμῶν χορεύει τὴν ἄπαυστον χορείαν, αἵματος καθαρὰ σώζων τὰ ὅπλα. ὅ γε μὴν πάντʼ ἐφορῶν Ἥλιος οὐδὲν εἶδεν ἐφʼ ὑμῶν βίαιον οὐδʼ ἄδικον οὐδʼ οἷα πολλὰ ἐν τοῖς πρόσθεν χρόνοις· ὥστʼ εἰκότως ἥδιστα ἐφορᾷ τὴν ὑμετέραν ἀρχήν. δοκεῖ δέ μοι καὶ Ἡσίοδος, εἰ ὁμοίως Ὁμήρῳ τέλειος ἦν τὰ ποιητικὰ καὶ μαντικὸς, ὥσπερ ἐκεῖνος οὐκ ἠγνόησε τὴν ὑμετέραν ἀρχὴν ἐσομένην, ἀλλὰ προεῖδε καὶ ἀνεφθέγξατο ἐν τοῖς ἔπεσιν, οὕτως καὶ αὐτὸς οὐκ ἂν ὥσπερ νῦν ἀπὸ χρυσοῦ γένους ἀρξάμενος γενεαλογεῖν, ἢ, ἡνίκα ταύτην ἀρχὴν ἐνεστήσατο, περί γε τοῦ τελευταίου καὶ σιδηροῦ γένους διαλεγόμενος τοῦτον ἂν αὐτοῦ φάναι γενέσθαι τὸν ὄλεθρον, εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν, ἀλλʼ ἡνίκʼ ἂν ἡ ὑμετέρα προστασία τε καὶ ἀρχὴ καταστῇ, τότʼ ἂν φάναι φθαρῆναι τὸ σιδηροῦν φῦλον ἐν τῇ γῇ, καὶ Δίκῃ δὲ καὶ Αἰδοῖ τότʼ ἂν ἀποδοθῆναι κάθοδον εἰς ἀνθρώπους, καὶ οἰκτεῖραι τοὺς πρὸ ὑμῶν γενομένους. ἀεὶ μὲν οὖν τά γε δὴ παρʼ ὑμῖν τίμια εἰσαχθέντα ὡς ἀληθῶς ὑφʼ ὑμῶν καὶ ἑξῆς ἀεὶ μᾶλλον βεβαιούμενα, ὅ γε μὴν νῦν ἄρχων μέγας οἷον ἀγωνιστὴς καθαρὸς τοσοῦτον ὑπεραίρει τοῖς παρʼ αὑτοῦ τὸν πατέρα ὅσον, οὐδʼ εἰπεῖν ῥᾴδιον, ἑτέρους αὐτὸς ὑπεραίρει. καὶ δὴ φαίη τις ἂν δικαιοσύνην καὶ νόμιμον εἶναι τοῦτο ὡς ἀληθῶς ὅ τι κρίνειεν οὗτος. τί δʼ οὐ καὶ τοῦτο πρὸ τῶν ἄλλων εἴη σαφῶς, ὅτι τοὺς τῆς ἀρχῆς κοινωνοὺς ὡς οἰκείους ἔχει παῖδας ὁμοίους ἑαυτῷ πλείους ἢ τῶν πρὸ αὐτοῦ τις; ἀλλὰ τὸ ἐξ ἀρχῆς ἀγώνισμα παντὸς μεῖζον, παρισῶσαι τῷ τῆς ἀρχῆς μεγέθει τὸν λόγον, καὶ σχεδὸν τοῦ ἴσου χρόνου δεόμενον ὅσοσπερ ὁ τῆς ἀρχῆς· εἴη δʼ ἂν οὗτος ὁ πᾶς αἰών. κράτιστον οὖν, ὥσπερ οἱ τῶν διθυράμβων τε καὶ παιάνων ποιηταὶ, εὐχήν τινα προσθέντα οὕτω κατακλεῖσαι τὸν λόγον. καὶ δὴ κεκλήσθων θεοὶ πάντες καὶ θεῶν παῖδες καὶ διδόντων τὴν ἀρχὴν τήνδε καὶ πόλιν τήνδε θάλλειν διʼ αἰῶνος καὶ μὴ παύσασθαι πρὶν ἂν μύδροι τε ὑπὲρ θαλάττης πέσοιεν καὶ δένδρα ἦρι θάλλοντα παύσηται· ἄρχοντά τε τὸν μέγαν καὶ παῖδας τούτου σῶς τε εἶναι καὶ πρυτανεύειν πᾶσι τἀγαθά. ἐκτετέλεσταί μοι τὸ τόλμημα· εἴτε δὲ χεῖρον εἴτε βέλτιον ἔξεστιν ἤδη φέρειν τὴν ψῆφον.