<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="225"><p> καὶ ἡδίστη αὐτὴ ἑκάστη φανεῖται. πάντα δὲ μεστὰ γυμνασίων, κρηνῶν, προπυλαίων, νεῶν, δημιουργιῶν, διδασκάλων, ἐπιστημόνως τε ἔξεστιν εἰπεῖν οἷον πεπονηκυῖαν ἐξ ἀρχῆς ἀνακεκομίσθαι τὴν οἰκουμένην. δωρεαὶ δʼ οὔποτε <pb xml:id="v.1.p.365"/> λείπουσιν εἰς ταύτας παρʼ ὑμῶν ἰοῦσαι, οὐδʼ ἔστιν εὑρεῖν τοὺς μειζόνων τετυχηκότας διὰ τὴν ὁμοίαν εἰς ἅπαντας ὑμῶν φιλανθρωπίαν. πόλεις τε οὖν δή που λάμπουσιν αἴγλῃ καὶ χάριτι καὶ ἡ γῆ πᾶσα οἷον παράδεισος ἐγκεκόσμηται. καπνοὶ δʼ ἐκ πεδίων καὶ φρυκτοὶ φίλιοι καὶ πολέμιοι, οἷον πνεύματος ἐκριπίσαντος, φροῦδοι γῆς ἐπέκεινα καὶ θαλάττης· ἀντεισῆκται δὲ θέας πᾶσα χάρις καὶ ἀγώνων ἄπειρος ἀριθμός. ὥστε ὅλον πῦρ ἱερὸν καὶ ἄσβεστον οὐ διαλείπει τὸ πανηγυρίζειν, ἀλλὰ περίεισιν ἄλλοτε εἰς ἄλλους, ἀεὶ δὲ ἔστι που, πάντες γὰρ ἀξίως τούτου πεπράγασιν. ὥστε μόνους ἄξιον εἶναι κατοικτεῖραι τοὺς ἔξω τῆς ὑμετέρας, εἴ τινές που εἰσὶν ἄρα, ἡγεμονίας, οἵων ἀγαθῶν στέρονται. καὶ μὴν τό γε ὑπὸ πάντων λεγόμενον, ὅτι γῆ πάντων μήτηρ καὶ πατρὶς κοινὴ πάντων, ἄριστα ὑμεῖς ἀπεδείξατε. νῦν γοῦν ἔξεστι καὶ Ἕλληνι καὶ βαρβάρῳ καὶ τὰ αὑτοῦ κομίζοντι καὶ χωρὶς τῶν αὑτοῦ βαδίζειν ὅποι βούλεται ῥᾳδίως, ἀτεχνῶς ὡς ἐκ πατρίδος εἰς πατρίδα ἰόντι· καὶ οὔτε Πύλαι Κιλίκιοι φόβον παρέχουσιν οὔτε στεναὶ καὶ ψαμμώδεις διʼ Ἀράβων ἐπʼ Αἴγυπτον πάροδοι, οὐκ ὄρη δύσβατα, οὐ ποταμῶν ἄπειρα μεγέθη, οὐ γένη βαρβάρων ἄμικτα, ἀλλʼ εἰς ἀσφάλειαν ἐξαρκεῖ Ῥωμαῖον εἶναι, μᾶλλον δὲ ἕνα τῶν ὑφʼ ὑμῖν. καὶ τὸ Ὁμήρῳ λεχθὲν <q>γαῖα δʼ ἔτι ξυνὴ πάντων</q> ὑμεῖς ἔργῳ ἐποιήσατε, καταμετρήσαντες μὲν πᾶσαν τὴν οἰκουμένην, ζεύξαντες δὲ παντοδαπαῖς γεφύραις ποταμοὺς, καὶ <pb xml:id="v.1.p.366"/> ὄρη κόψαντες ἱππήλατον γῆν εἶναι, σταθμοῖς τε τὰ ἔρημα ἀναπλήσαντες, καὶ διαίτῃ καὶ τάξει πάντα ἡμερώσαντες. ὥστʼ ἔγωγε τὸν νομιζόμενον πρὸ Τριπτολέμου </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="226"><p> βίον τοῦτον εἶναι τὸν πρὸ ὑμῶν ἐπινοῶ, σκληρόν τινα καὶ ἄγροικον καὶ ὀρείου διαίτης ὀλίγον ἀποκεχωρηκότα, ἀλλʼ ἄρξαι μὲν τοῦ ἡμέρου τε καὶ τοῦ νῦν τὴν Ἀθηναίων πόλιν, βεβαιωθῆναι δὲ καὶ τοῦτον ὑφʼ ὑμῶν δευτέρων, φασὶν, ἀμεινόνων.</p><p rend="align(indent)">οὐδέ γε δεῖ νῦν περιήγησιν γῆς γράφειν, οὐδʼ οἷς ἕκαστοι χρῶνται νόμοις ἀπαριθμεῖν, ἀλλʼ ὑμεῖς ἅπασι περιηγηταὶ κοινοὶ γεγόνατε, ἀναπετάσαντες ἁπάσας τῆς οἰκουμένης τὰς πύλας καὶ παρασχόντες ἐξουσίαν αὐτόπτας πάντων τοὺς θέλοντας γίγνεσθαι, νόμους τε κοινοὺς ἅπασι τάξαντες καὶ τὰ πρόσθεν λόγου μὲν διηγήσει τέρποντα, λογισμῷ δʼ εἰ λαμβάνοι τις, ἀφόρητα παύσαντες, γάμους τε κοινοὺς ποιήσαντες καὶ συντάξαντες ὥσπερ ἕνα οἶκον ἅπασαν τὴν οἰκουμένην. ἀτεχνῶς δὲ, ὥσπερ οἱ ποιηταὶ λέγουσι, πρὸ τῆς Διὸς ἀρχῆς ἅπαντα στάσεως <pb xml:id="v.1.p.367"/> καὶ θορύβου καὶ ἀταξίας εἶναι μεστὰ, ἐλθόντος δὲ ἐπὶ τὴν ἀρχὴν Διὸς πάντα δὴ καταστῆναι, καὶ τοὺς Τιτᾶνας εἰς τοὺς κατωτάτω μυχοὺς τῆς γῆς ἀπελθεῖν, συνωσθέντας ὑπʼ αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ θεῶν, οὕτως ἄν τις καὶ περὶ τῶν πρὸ ὑμῶν τε καὶ ἐφʼ ὑμῶν πραγμάτων λογιζόμενος ὑπολάβοι, ὡς πρὸ μὲν τῆς ὑμετέρας ἀρχῆς ἄνω καὶ κάτω συνετετάρακτο καὶ εἰκῆ ἐφέρετο, ἐπιστάντων δὲ ὑμῶν ταραχαὶ καὶ στάσεις ἔληξαν, τάξις δὲ πάντων καὶ φῶς λαμπρὸν εἰσῆλθε βίου καὶ πολιτείας, νόμοι τε ἐξεφάνησαν καὶ θεῶν βωμοὶ πίστιν ἔλαβον. πρότερον γὰρ ὥσπερ τοὺς γονέας ἐκτέμνοντες καὶ τὴν γῆν ἔτεμον, παῖδάς τε οὐ κατέκτεινον, ἀλλʼ ἀπώλλυσαν τοὺς ἀλλήλων τε καὶ τοὺς ἑαυτῶν ἐν ταῖς στάσεσι καὶ πρὸς ἱεροῖς. νῦν δὲ κοινὴ καὶ σαφὴς πᾶσι πάντων ἄδεια δέδοται αὐτῇ τε τῇ γῇ καὶ τοῖς ἐν αὐτῇ κατοικοῦσι, καὶ τοῦ μὲν κακῶς πάσχειν ἅπαντα ἀφεῖσθαι, τοῦ δὲ καλῶς ἄγεσθαι πολλὰς </p></div></div></body></text></TEI>