<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="223"><p> βουληθῇ τε καὶ αἰτήσῃ ῥᾳδίως τυγχάνει, δημοκρατίαν νομιεῖ καὶ οὐδὲν ἐνδεῖν πλὴν ὧν ἐξαμαρτάνει δῆμος· ὅταν δὲ εἰς τὴν γερουσίαν ἴδῃ τὴν βουλευομένην τε καὶ τὰς ἀρχὰς ἔχουσαν, ἀριστοκρατίαν οὐκ εἶναι ταύτης ἀκριβεστέραν νομιεῖ· εἰς δὲ τὸν πάντων τούτων ἔφορόν τε καὶ πρύτανιν βλέψας, παρʼ οὗ τῷ τε δήμῳ τὸ τυγχάνειν ὧν βούλεται καὶ τοῖς ὀλίγοις τὸ ἄρχειν καὶ δύνασθαι, τοῦτον ἐκεῖνον ὁρᾷ, τὸν τὴν τελεωτάτην ἔχοντα μοναρχίαν, τυράννου τε κακῶν ἄμοιρον καὶ βασιλέως σεμνότητος μείζονα. καὶ ταῦτʼ οὐδὲν ἀπεικὸς οὕτω διελέσθαι καὶ κατιδεῖν μόνους ὑμᾶς καὶ περὶ τῶν ἔξω καὶ περὶ τῶν ἐν αὐτῇ τῇ πόλει· μόνοι γὰρ ἐστὲ ὑμεῖς ἄρχοντες ὡς εἰπεῖν κατὰ <pb xml:id="v.1.p.362"/> φύσιν. οἱ μὲν γὰρ ἄλλοι οἱ πρὸ ὑμῶν δυναστεύσαντες δεσπόται καὶ δοῦλοι ἀλλήλων ἐν τῷ μέρει γιγνόμενοι καὶ νόθοι τῆς ἀρχῆς ὄντες οὕτω διεξῆλθον, ὥσπερ ἐν σφαίρᾳ τὴν τάξιν μεταλαμβάνοντες· καὶ ἐδούλευσαν Μακεδόνες Πέρσαις, Πέρσαι Μήδοις, Μῆδοι Σύροις. ὑμᾶς δὲ ἐκ τοσούτου πάντες ἴσασιν, ἐξ ὅτου περ ἴσασιν, ἄρχοντας. ἅτʼ οὖν ἐξ ἀρχῆς ὄντες ἐλεύθεροι καὶ οἷον ἐπὶ τὸ ἄρχειν εὐθὺς γενόμενοι, πάντα τὰ πρὸς τοῦτο φέροντα καλῶς ἐξηρτύσασθε, καὶ πολιτείαν γε εὕρετε ἣν οὔπω πρόσθεν οὐδεὶς καὶ θεσμοὺς καὶ τάξεις ἀφύκτους ἅπασιν ἐπεστήσατε.</p><p rend="align(indent)">ὃ δὲ ἐκ πολλοῦ μὲν ὕπεισί με καὶ πολλάκις ὤχληκε πρὸς αὐτοῖς τοῖς χείλεσι γιγνόμενον, παρενήνεκται δὲ ὑπὸ τοῦ λόγου δεῦρο ἀεὶ, τοῦτο νῦν εἰπὼν οὐκ ἂν ἴσως ἄπο καιροῦ πέσοιμι. ὅσον γὰρ μεγέθει τῆς ἁπάσης ἀρχῆς, τοσοῦτον ἐγκρατείᾳ καὶ πολιτείας ἐπινοίᾳ πάντας ὑπερβάλλεσθε, ὡς ἔστιν ἐν τοῖς εἰρημένοις. νῦν δέ μοι δοκεῖ κἀκεῖνό τις εἰπὼν οὐκ ἂν ἁμαρτεῖν, ὅτι οἱ μὲν ἄνω πάντες καὶ οἱ ἐπὶ πλεῖστον γῆς ἄρξαντες ὥσπερ σωμάτων γυμνῶν αὐτῶν τῶν ἐθνῶν ἦρξαν. πότε γὰρ πόλεις τοσαῦται κατʼ ἤπειρον καὶ κατὰ θάλατταν, ἢ πότε οὕτω διὰ πάντων ἐκοσμήθησαν; ἢ τίς πω οὕτω τῶν τότε <pb xml:id="v.1.p.363"/>διεξήλασεν, ἐπαριθμῶν ταῖς ἡμέραις τὰς πόλεις, ἔστι δʼ ὅτε τῆς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="224"><p> αὐτῆς διὰ δυοῖν καὶ τριῶν ἐξελαύνων ὥσπερ στενωπῶν· ὥστʼ οὐ μόνον τῷ κεφαλαίῳ τῆς ἀρχῆς ἡττῶνται τοσοῦτον οἱ πρότεροι, ἀλλὰ καὶ ὧν τῶν αὐτῶν ἦρξαν ὑμῖν, οὐκ ἴσων ἑκάστων οὐδὲ ὁμοίων ἦρξαν, ἀλλʼ ἔνεστι τῷ τότε ἔθνει πόλιν ἀντιστῆσαι τὴν ἐν αὐτῷ νῦν. καὶ δὴ καὶ φαίη τις ἂν ἐκείνους μὲν οἷον ἐρημίας καὶ φρουρίων βασιλεῖς γεγονέναι, ὑμᾶς δὲ πόλεων ἄρχοντας μόνους. νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφʼ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος· ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφʼ ὑμῶν τε καὶ ὑφʼ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρʼ αὑτήν. ἡ δὲ σεμνὴ καὶ μεγάλη κατʼ Αἴγυπτον Ἀλεξάνδρου πόλις ἐγκαλλώπισμα τῆς ὑμετέρας γέγονεν ἡγεμονίας, ὥσπερ γυναικὸς πλουσίας ὅρμος ἢ ψέλιον ἐν πολλοῖς τοῖς ἄλλοις κτήμασι. διατελεῖτε δὲ τῶν μὲν Ἑλλήνων ὥσπερ τροφέων ἐπιμελόμενοι, χεῖρά τε ὑπερέχοντες καὶ οἷον κειμένους ἀνιστάντες, τοὺς μὲν ἀρίστους καὶ πάλαι ἡγεμόνας <pb xml:id="v.1.p.364"/>ἐλευθέρους καὶ αὐτονόμους ἀφεικότες αὐτῶν, τῶν δʼ ἄλλων μετρίως καὶ κατὰ πολλὴν φειδώ τε καὶ πρόνοιαν ἐξηγούμενοι, τοὺς δὲ βαρβάρους πρὸς τὴν ἑκάστοις αὐτῶν οὖσαν φύσιν παιδεύοντες πραότερόν τε καὶ σφοδρότερον, ὥσπερ εἰκὸς ἵππων ἐπιστατῶν μὴ εἶναι χείρους, ἀνδρῶν ὄντας ἄρχοντας, ἀλλʼ ἐξητακέναι τὰς φύσεις, καὶ πρὸς ταύτας ἄγειν. καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ. καὶ αἱ μὲν ἄλλαι πᾶσαι φιλονεικίαι τὰς πράξεις ἐπιλελοίπασι, μία δὲ αὕτη κατέχει πάσας ἔρις, ὅπως ὅτι καλλίστη </p></div></div></body></text></TEI>