<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="221"><p> ἀφορμὰς ὧν εὔχονται νομίζειν, καὶ κατὰ μὲν τῶν πολεμίων ὁμοφρονεῖν, πρὸς δὲ ἀλλήλους ὑπὲρ τοῦ πρόσθεν ἀγωνίζεσθαι διὰ βίου, μόνους δὲ ἀνθρώπων εὔχεσθαι εὑρεῖν πολεμίους. ὥστε ὅταν μέν τις εἰς τὴν ἄσκησίν τε καὶ σύνταξιν ἴδῃ τοῦ στρατιωτικοῦ, τοῦτο δὴ νομιεῖ τὸ Ὁμηρικὸν, εἰ καὶ δέκα τόσοι εἶεν οἱ ἀντίπαλοι, ταχέως ἂν αὐτοὺς περιστραφέντας ἄνδρα παρὰ ἕνα λειφθῆναι, ὅταν δὲ εἰς τὴν πλήρωσίν τε καὶ συλλογὴν αὐτοῦ βλέψῃ, <pb xml:id="v.1.p.359"/> τὸ τοῦ Αἰγυπτίου φήσει τε καὶ οἰήσεται, ὃς τῷ Καμβύσῃ διαρπάζοντι τὰ ἐν τῇ χώρᾳ καὶ τὰ ἱερὰ πορθοῦντι, στὰς ἐπὶ τῶν τειχῶν τῶν Θηβαϊκῶν ἀνέτεινε τήν τε βῶλον καὶ κύλικα ὕδατος ἀπὸ τοῦ Νείλου, σύμβολον ποιούμενος ὅτι ἕως ἂν Αἴγυπτον αὐτὴν καὶ τὸν ποταμὸν Νεῖλον μετενεγκεῖν μὴ δύνηται, μηδὲ ἀγαγεῖν ἀνάρπαστον, οὔπω τὸν Αἰγυπτίων πλοῦτον εἴληφεν, ἀλλὰ ταχέως αὐτοῖς ἄλλα τοσαῦτα γενήσεται τούτων μενόντων καὶ οὔποτε ἐπιλείψει πλοῦτος Αἴγυπτον, τοῦτο δὲ καὶ περὶ τοῦ ὑμετέρου στρατιωτικοῦ νομίσαι τε καὶ εἰπεῖν ἔξεστιν, ὅτι ἕως ἂν τὴν χώραν αὐτὴν μὴ δύνωνταί τινες ἐξ ἕδρας ἀναστῆσαι μηδὲ κενώσαντες οἴχεσθαι, ἀλλʼ ἀνάγκη ᾖ μένειν αὐτὴν ἐφʼ αὑτῆς τὴν οἰκουμένην, ἀμήχανον ἐπιλιπεῖν ὑμᾶς πλήθη στρατιωτικὰ, ἀλλὰ τοσαῦτα ὁπόσα βούλεσθε ὑπάρχειν ἀπὸ πάσης τῆς οὔσης ἀφικνούμενα.</p><p rend="align(indent)">καὶ μὴν εἴς γε τακτικῶν λόγον παῖδας ἅπαντας ἀνθρώπους ἀπεφήνατε. οὐ γὰρ πρὸς τοὺς πολεμίους ἀσκεῖν μόνον προὔθεσθε αὐτὰ τοῖς στρατιώταις τε καὶ ἡγεμόσιν, ἀλλὰ πρὸς αὐτοὺς πρῶτον. ὥστε καθʼ ἡμέραν ἑκάστην ἐν τάξει ζῆν καὶ μήποτε λιπεῖν μηδένα τὴν προστεταγμένην αὐτῷ, ἀλλʼ οἷον ἐν χορῷ τινι αἰωνίῳ ἕκαστον τὴν ἑαυτοῦ χώραν εἰδέναι τε καὶ σώζειν, καὶ τῷ μὲν ἐντιμοτέρῳ τὸν ἥττω μὴ διὰ τοῦτο φθονεῖν, ὧν δʼ αὐτὸς μείζων ἐστὶν <pb xml:id="v.1.p.360"/> ἀκριβῶς κρατεῖν. ἄχθομαι δʼ ἔγωγε ἑτέρους φθάσαντας εἰπεῖν ἐπὶ Λακεδαιμονίων ὅτι ἄρα πλὴν ὀλίγων τὸ στρατόπεδον αὐτοῖς ἄρχοντες ἀρχόντων εἰσίν· ὑμῖν γὰρ ἥρμοττε </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="222"><p> τετηρῆσθαι καὶ ἐφʼ ὑμῶν πρῶτον εἰρῆσθαι, ὁ δὲ πρότερον τοῦ δέοντος προεξήνεγκεν αὐτό. ἀλλʼ οὖν τό γε Λακεδαιμονίων στρατόπεδον κινδυνεύει τοσούτους εἶναι, ὅσους οὐδὲν ἀπεικὸς καὶ πάντας ἄρχοντας εἶναι· τὸ δʼ ἐν τοσούτοις ἀριθμοῖς καταλόγων τε καὶ γενῶν, ὧν οὐδὲ τὰ ὀνόματα ἐξευρεῖν ῥᾴδιον, ἀρξαμένους ἀπὸ ἑνὸς τοῦ διὰ πάντων διεξιόντος τε καὶ πάντα ἐφορῶντος, ἔθνη, πόλεις, στρατόπεδα, ἡγεμόνας αὐτοὺς τελευτᾶν εἰς ἕνα τεττάρων καὶ δυοῖν ἄρχοντα ἀνδρῶν, τὸ δʼ ἐν μέσῳ πᾶν ἐξελίπομεν, καὶ ὥσπερ νήματος περιστροφὴν ἐκ τῶν πλειόνων εἰς τοὺς ἐλάττους ἀεὶ κατιέναι, καὶ οὕτω διήκειν ἄλλους ἐπʼ ἄλλοις ἀεὶ ταττομένους μέχρι τῆς τελευτῆς, πῶς οὐχ ὑπὲρ πᾶσαν ἀνθρωπίνην τάξιν ἐστίν; ἐπέρχεται δέ μοι τὸ Ὁμηρικὸν εἰπεῖν μικρὸν ἐπὶ τῆς τελευτῆς ὑπαλλάξαντι <quote rend="blockquote">Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν ἀρχή·</quote> ὅταν γὰρ ἄρχῃ μὲν εἷς τοσούτων, οἱ δὲ ἐπʼ αὐτῷ διάκονοί τε καὶ πρέσβεις αὐτοῦ μὲν πολὺ χείρους, ὧν δὲ ἐπιμέλονται πολὺ βελτίους, πάντα δʼ ἄνευ θορύβου καὶ ταραχῆς σιωπῇ περαίνωσι, φθόνος δʼ ἐκποδὼν ᾖ, δίκης δὲ καὶ αἰδοῦς πάντα πανταχοῦ μεστὰ, καρπὸς δὲ ἀρετῆς μηδένα ἐκφεύγῃ, πῶς οὐχὶ νικᾷ τόδε τὸ ἔπος;</p><p rend="align(indent)">δοκεῖ δʼ ἔμοιγε οὐδʼ ἐν αὐτῇ τῇ πόλει πολιτείαν παραπλησίως τισὶ τῶν ἄλλων ἀνθρώπων καταστήσασθαι. <pb xml:id="v.1.p.361"/> πρότερον μὲν γὰρ ἐδόκουν τρεῖς εἶναι κατʼ ἀνθρώπους πολιτεῖαι, δύο μὲν ἐν δυοῖν ὀνόμασιν, ἑκατέρα παρὰ τοὺς τῶν ἐχόντων τρόπους θεωρουμένη, τυραννὶς καὶ ὀλιγαρχία, βασιλεία καὶ ἀριστοκρατία, τρίτον δὲ ὄνομα δημοκρατία, εὖ τε καὶ χεῖρον ἀγομένη. διειλήφεσαν οὖν αἱ πόλεις ὡς ἑκάστοις αἵρεσις ἢ τύχη νικήσειε· τὸ δʼ ὑμέτερον οὐδὲν ὁμοίως ἔχει, ἀλλʼ οἱονεὶ κρᾶσις ἁπασῶν τῶν πολιτειῶν, ἄνευ γε τῆς ἐφʼ ἑκάστῃ χείρονος· οὕτω καὶ τοιοῦτον εἶδος πολιτείας νενίκηκεν. ὥστε ὅταν μὲν εἰς τὴν τοῦ δήμου τις ἰσχὺς βλέψῃ, καὶ ὡς ἁπάντων ὧν ἂν </p></div></div></body></text></TEI>