<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="219"><p rend="align(indent)">τοιγαροῦν καὶ ὑπὲρ τῶν τειχῶν ἐβουλεύσασθέ τε καὶ ἐπενοήσατε· νῦν γὰρ ἄξιον εἰπεῖν. οὔτε γὰρ κατὰ τὴν Λακεδαιμονίων αὐθάδειαν ἀτείχιστον ἂν προσείποις τήνδε τὴν πόλιν οὔτʼ αὖ τειχήρη κατὰ τὴν Βαβυλῶνος <pb xml:id="v.1.p.355"/>λαμπρότητα, ἢ εἴ τις ἄλλη σεμνότερον ἐτειχίσθη πρότερον ἢ ὕστερον, ἀλλὰ καὶ τοῦτον τὸν τειχισμὸν παιδιὰν καὶ γυναικὸς ὡς ἀληθῶς ἔργον ἀπεφήνατε. αὐτῇ μὲν γὰρ τῇ πόλει περιβαλεῖν τὰ τείχη, οἷον ἀποκρύπτοντες αὐτὴν, ἢ φεύγοντες τοὺς ὑπηκόους, ἀγεννές τε εἶναι καὶ οὐ πρὸς τῆς ἄλλης διανοίας ἐνομίσατε, οἷον εἴ τις δεσπότης δεικνύοιτο τοὺς ἑαυτοῦ δούλους φοβούμενος. τειχῶν γε μὴν οὐκ ἠμελήσατε, ταῦτα δὲ τῇ ἀρχῇ περιεβάλετε, οὐ τῇ πόλει· καὶ ἐστήσατε ὡς πορρωτάτω λαμπρά τε καὶ ὑμῶν ἄξια, ὁρατὰ τοῖς εἴσω τοῦ κύκλου, ἡ δὲ πορεία ἐπʼ αὐτὰ, εἴ τις βούλοιτο ἰδεῖν, μηνῶν τε καὶ ἐνιαυτῶν ἀρξαμένῳ βαδίζειν ἀπὸ τῆς πόλεως. ὑπὲρ γὰρ τὸν ἐξωτάτω κύκλον τῆς οἰκουμένης ἀτεχνῶς οἷον ἐν τειχισμῷ πόλεως δεύτερον ἀγαγόντες ἕτερον εὐκαμπέστερόν τε καὶ εὐφυλακτότερον, ἐνταῦθα τείχη τε προὐβάλεσθε καὶ πόλεις ἐφορίους ἐδείμασθε, ἄλλας ἐν ἄλλοις μέρεσι πληρώσαντες οἰκητόρων, τέχνας τε ὑπουργοὺς δόντες αὐτοῖς καὶ τἄλλα κοσμήσαντες. <pb xml:id="v.1.p.356"/> ὥσπερ δὲ τάφρος κύκλῳ περιείργει στρατόπεδον, ὥστε οὐδὲ δέκα παρασάγγαι λογιζομένῳ τοῦ περιβόλου τούτου τὸ περίμετρον, οὐδʼ εἴκοσιν, οὐδʼ ὀλίγῳ πλείους, οὐδʼ εἴποις ἂν εὐθὺς ὁπόσον, ἀλλʼ ὅσον Αἰθιοπίας τὸ ἐποικούμενον καὶ Φᾶσις ἐνθένδε καὶ Εὐφράτης ἄνω, καὶ πρὸς ἐσπέραν ἡ μεγάλη τελευταία νῆσος ἐντὸς ἀποκλείουσι, τοῦτο πᾶν ἔξεστι κύκλον καὶ περίβολον τῶν τειχῶν εἰπεῖν. τὰ δὲ οὐκ ἀσφάλτῳ οὐδὲ πλίνθῳ ὀπτῇ δέδμηται, οὐδὲ κόνει στιλπνὰ ἕστηκεν, ἀλλʼ ἐστὶ μὲν καὶ ταῦτα νομιζόμενα ἐφʼ ἑκάστων τῶν τόπων, καὶ μάλα πολλὰ, καὶ τοῖς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="220"><p> λίθοις, ὥσπερ Ὅμηρος ἔφη τὸν κατʼ οἰκίαν τοῖχον, ἅμα καὶ ἀκριβῶς ἡρμοσμένα, ἄπειρά τε μεγέθη καὶ λάμποντα χαλκοῦ στιλπνότερον. ὁ δὲ δὴ πολὺ μείζων καὶ σεμνότερος κύκλος πάντη παντάπασιν ἀρραγὴς καὶ ἄλυτος πολὺ πάντας ὑπερλάμπων, καὶ οὐδεὶς τῶν πώποτε οὕτω παγείς. τούτων τῶν τειχῶν προασπίζουσιν ἄνδρες φυγὴν οὐ νομίσαντες, ἡρμοσμένοι πρὸς ἀλλήλους ἐκείνῃ τῇ ἁρμονίᾳ, ᾗ τοὺς Μυρμιδόνας Ὅμηρός φησι, πρὸς ὂν εἶπον τοῖχον τότε εἰκάζων, πᾶσι τοῖς ὀργάνοις τοῦ πολέμου συνεχῆ μὲν οὕτως, ἀλλήλοις τὰ κράνη, ὡς μὴ εἶναι μέσον ὀϊστὸν διεξελθεῖν, ἀσπίδες δὲ ὑπὲρ κεφαλῆς ἐξαρθεῖσαι μετεώρους ἂν δέχοιντο δρόμους, τοσούτῳ στερροτέρους τῶν κατʼ <pb xml:id="v.1.p.357"/> ἄστυ ποιητῶν ὥστε καὶ ἱππεῦσιν ἔξεστιν ἐπιθεῖν, καὶ τοῦτο δὴ τὸ Εὐριπίδου, κατάχαλκον ὁρᾶν πεδίον τότε φήσεις ἀληθῶς. θώρακες δὲ οὕτως ἀλλήλων ἔχονται ὥστε εἰ καὶ γυμνὸν τάξαις τὸν μέσον, ἀρκεῖν αὐτῷ τὰ ἑκατέρωθεν ἀπαντῆσαι μέχρι τοῦ μέσου· οἱ δὲ ἄκοντες οἷον ἐκ Διὸς περιπίπτοντες ἀλλήλους ἐγκαταλαμβάνουσι. τοιαίδε αἱ ἁρμονίαι συγκέκλεινται, ὅ τε τῶν διεξόδων κύκλος τειχῶν τε καὶ ὁ τῆς πάσης ἔφορος γῆς. πάλαι μὲν οὖν Δαρεῖος μετʼ Ἀρταφέρνου καὶ Δάτιδος νήσου μιᾶς μίαν πόλιν ἠδυνήθη σαγηνεύσας ἑλεῖν, ὑμεῖς δʼ ἅπασαν, εἰ οἷόν τʼ εἰπεῖν, σαγηνεύσαντες τὴν οἰκουμένην οὕτως σώζετε τοῖς κοινοῖς αὐτὴν πολίταις τε καὶ ξένοις, οὓς, ὥσπερ ἔφην, ἐξ ἁπάντων προκρίναντες ἐξηγάγετε, ἐλπίδας τε παραστήσαντες τοῖς γιγνομένοις ἀγαθοῖς ἀνδράσι μὴ <pb xml:id="v.1.p.358"/>μεταμελήσειν. οὐ γὰρ ἐξ εὐπατριδῶν ἔσεσθαι τὸν ἀεὶ πρῶτον δυνάμενον καὶ δεύτερον τὸν δεύτερον καὶ τὴν ἄλλην τάξιν ὡσαύτως, ἧς ἂν ἕκαστος ἀξίας ᾖ, ταύτην σχήσειν, ἅτε οὐ λόγων, ἀλλʼ ἔργων ἐνταῦθα κρινόντων τοὺς ἀγαθούς· παραδείγματά τε ἐμφανῆ πᾶσι τούτων ποιήσαντες, ὥστε ἅπαντας μὲν ἀργίαν συμφορὰν ἡγεῖσθαι, τὰς δὲ πράξεις </p></div></div></body></text></TEI>