<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="217"><p rend="align(indent)">ἀλλὰ τὰ περὶ τὴν ὅλην ἀρχήν τε καὶ τὴν περὶ ταύτην πολιτείαν εἴρηται ὅντινʼ ἔγνωτε τρόπον καὶ ὅπως κατεστήσασθε· περὶ δὲ τοῦ μαχίμου καὶ τῶν κατὰ στρατείας νῦν καιρὸς εἰπεῖν, ὅπως αὖ καὶ τοῦτʼ ἐπενοήσατε καὶ ἥντινα τάξιν αὐτῷ ἀπέδοτε. θαυμαστὴ ἄρʼ ἦν καὶ ἡ περὶ τοῦτο σοφία καὶ παράδειγμα εἰς τὸ παντελὲς οὐκ ἔχει. μέχρι γὰρ τοῦ τὸ μάχιμον ἀποκρῖναι καὶ Αἰγύπτιοι προῆλθον καὶ ἐδόκουν τοῦτο σοφώτατον εὑρεῖν, ὅτι αὐτοῖς ἰδίᾳ ἀπὸ τῶν ἄλλων ἵδρυντο οἱ προπολεμοῦντες τῆς χώρας, ὥσπερ καὶ ἄλλα πολλὰ παρὰ τοὺς ἄλλους ἐδόκουν εἶναι, ᾗ φασιν, Αἰγύπτιοι σοφοί. τοῦτο δὲ ὑμεῖς κατὰ ταυτὸ γνόντες οὐ ταυτὸν ἐποιήσατε, ἀλλὰ τοσούτῳ κάλλιον καὶ σοφώτερον αὐτοὶ διείλεσθε, ὥστε ἐν ἐκείνῳ μὲν τῷ συντάγματι οὐκ ἦν ἴσον ἔχειν τῆς πολιτείας ἀλλήλοις, ἀλλʼ <pb xml:id="v.1.p.352"/> ἦσαν ἐν τῷ χείρονι οἱ στρατευόμενοι τῶν ἡσυχαζόντων μόνοι πονοῦντες διʼ αἰῶνος, οὔκουν ἴσως οὐδὲ ἡδέως εἶχον αὐτοῖς· παρʼ ὑμῖν δὲ ἁπάντων ἐχόντων τὸ ἴσον τὸ μάχιμον δυνατὸν χωρὶς ἱδρῦσθαι. οὕτω καὶ Ἑλλήνων τόλμα καὶ Αἰγυπτίων καὶ ὅτων εἴποι τις ἂν τῆς ὑμετέρας ἡττᾶται. καὶ τοσοῦτον ὑμῶν λειπόμενοι πάντες τοῖς ὅπλοις, ἔτι τῇ γνώμῃ πλέον εἰσὶν ὀπίσω· τὸ μὲν γὰρ τοὺς ἀπὸ τῆς πόλεως στρατεύεσθαι καὶ ταλαιπωρεῖν οὐκ ἄξια τῆς ἀρχῆς καὶ τῆς παρούσης εὐδαιμονίας ἀπολαύειν εἶναι ἐνομίσατε, ξένοις δὲ οὐκ ἐπιστεύσατε· ἔδει δὲ στρατιωτῶν πρὸ τῆς ἀνάγκης. πῶς οὖν ἐποιήσατε; εὕρετε οἰκεῖον στράτευμα τῶν πολιτῶν οὐκ ἐνοχλουμένων. τοῦτο δὲ ὑμῖν ἐπόρισεν ἡ περὶ πάσης τῆς ἀρχῆς βουλὴ καὶ τὸ μηδὲν ἐκκρίνειν ξένον εἰς μηδὲν ὧν ἂν δύνηταί τε καὶ δέῃ ποιεῖν. τίς οὖν ἡ συλλογὴ καὶ τίς ὁ τρόπος; ἐλθόντες ἐπὶ πᾶσαν τὴν ὑπήκοον ἐντεῦθεν ἐσκέψασθε τοὺς λειτουργήσοντας </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="218"><p> τήνδε τὴν λειτουργίαν· καὶ ὡς εὕρετε, ὁμοῦ τῆς τε πατρίδος ἀπηλλάξατε καὶ τὴν ὑμετέραν αὐτῶν πόλιν ἀντέδοτε αὐτοῖς· ὥστε καὶ αἰσχυνθῆναι τὸ λοιπὸν αὐτοὺς <pb xml:id="v.1.p.353"/> ἐκείνους γʼ ἂν εἰπεῖν, ὅθεν ἦσαν τὸ ἀρχαῖον. ποιησάμενοι δὲ πολίτας, οὕτως καὶ στρατιώτας ἐποιήσατε ὥστε τούς τε ἀπὸ τῆς πόλεως μὴ στρατεύεσθαι καὶ τοὺς στρατευομένους μηδʼ ὁτιοῦν ἧττον εἶναι πολίτας, τῆς μὲν ἀρχαίας ἀπόλιδας γεγενημένους ἅμα τῇ στρατείᾳ, τῆς δʼ ὑμετέρας πολίτας τε καὶ φρουροὺς ἀπὸ τῆς αὐτῆς ἡμέρας. καὶ πάντες τε οὕτως ἕπονται καὶ πόλις οὐδεμία δυσμεναίνει, ἀλλὰ τοσούτους γε ἀφʼ ἑκάστων ᾐτήσατε, ὅσοι μήτε τοῖς διδοῦσιν ἔμελλον ἄχθος ποιήσειν μήτε αὐτάρκεις ἔσεσθαι πλήρωμα ἑνὸς οἰκείου στρατεύματος παρασχέσθαι· ὥστε εὔνοιαν μὲν ἅπασαν ἔχειν τὰς πόλεις τοῖς ἐκπεμφθεῖσιν, ὡς κοινοῖς ἑαυτῶν, ἰδίᾳ δὲ ἑκάστῃ μηδʼ ἡντινοῦν εἶναι δύναμιν ἀπὸ τῶν αὑτῆς, μηδὲ βλέπειν ἄλλοσε τοὺς ἐξελθόντας ἢ πρὸς ὑμᾶς, διὰ τὸ πρὸς τοῦτο μόνον καλῶς συντετάχθαι. καὶ μὴν τούς γε ἐπιτηδειοτάτους ἑκασταχόθεν ἐπιλέξαντες κέρδος οὐ μικρὸν τοῦτο εὕρεσθε· οὐ γὰρ ᾤεσθε δεῖν ἐπὶ μὲν τὰς πανηγύρεις καὶ τοὺς στεφανίτας ἀγῶνας τοὺς ἄριστα πεφυκότας καὶ τοῖς σώμασι προὔχοντας ἐγκριθέντας ἀσκεῖσθαι, τοὺς δὲ τῶν μεγίστων καὶ ἀληθινῶν ἔργων ἀγωνιστὰς καὶ νικηφόρους ἐσομένους ὁπόσοις ἂν τύχῃ νικᾶν ὑπὲρ ἀρχῆς τοιαύτης, τούτους δὲ ἐπὶ καιροῦ συνελθεῖν καὶ μὴ πόρρωθεν τοὺς μεγίστους τε καὶ μάλιστα ἐπιτηδειοτάτους ἐξ ἁπάντων ἐπιλεχθέντας ἀσκεῖσθαι, ὅπως εὐθὺς ἑστῶτες ὑπερέχοιεν. <pb xml:id="v.1.p.354"/> τούτους δὴ ἄρα καθάραντες καὶ φυλοκρινήσαντες τὸ κοινὸν τῶν ἀρχόντων, οὐ χωρὶς ὧν εἶπον οὐδʼ ὥστε φθονεῖν ἐξεῖναι μᾶλλον τοῖς ἄλλοις τοῖς ἐπὶ τῆς πόλεως μένουσιν, ἅτε οὐκ οὖσιν ὁμοτίμοις τὸ ἀρχαῖον, ἀλλʼ ἐν τιμῆς αὐτοὺς μέρει λήψεσθαι τὴν μετουσίαν τῆς πολιτείας, οὕτως εὑρόντες τε καὶ διαθέντες αὐτοὺς ἠγάγετε ἐπὶ τὰ πέρατα τῆς ἀρχῆς, κἀνταῦθα διαστήσαντες ἄλλοις ἄλλα φυλάττειν ἀπενείματε.</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="219"><p rend="align(indent)">τοιγαροῦν καὶ ὑπὲρ τῶν τειχῶν ἐβουλεύσασθέ τε καὶ ἐπενοήσατε· νῦν γὰρ ἄξιον εἰπεῖν. οὔτε γὰρ κατὰ τὴν Λακεδαιμονίων αὐθάδειαν ἀτείχιστον ἂν προσείποις τήνδε τὴν πόλιν οὔτʼ αὖ τειχήρη κατὰ τὴν Βαβυλῶνος <pb xml:id="v.1.p.355"/>λαμπρότητα, ἢ εἴ τις ἄλλη σεμνότερον ἐτειχίσθη πρότερον ἢ ὕστερον, ἀλλὰ καὶ τοῦτον τὸν τειχισμὸν παιδιὰν καὶ γυναικὸς ὡς ἀληθῶς ἔργον ἀπεφήνατε. αὐτῇ μὲν γὰρ τῇ πόλει περιβαλεῖν τὰ τείχη, οἷον ἀποκρύπτοντες αὐτὴν, ἢ φεύγοντες τοὺς ὑπηκόους, ἀγεννές τε εἶναι καὶ οὐ πρὸς τῆς ἄλλης διανοίας ἐνομίσατε, οἷον εἴ τις δεσπότης δεικνύοιτο τοὺς ἑαυτοῦ δούλους φοβούμενος. τειχῶν γε μὴν οὐκ ἠμελήσατε, ταῦτα δὲ τῇ ἀρχῇ περιεβάλετε, οὐ τῇ πόλει· καὶ ἐστήσατε ὡς πορρωτάτω λαμπρά τε καὶ ὑμῶν ἄξια, ὁρατὰ τοῖς εἴσω τοῦ κύκλου, ἡ δὲ πορεία ἐπʼ αὐτὰ, εἴ τις βούλοιτο ἰδεῖν, μηνῶν τε καὶ ἐνιαυτῶν ἀρξαμένῳ βαδίζειν ἀπὸ τῆς πόλεως. ὑπὲρ γὰρ τὸν ἐξωτάτω κύκλον τῆς οἰκουμένης ἀτεχνῶς οἷον ἐν τειχισμῷ πόλεως δεύτερον ἀγαγόντες ἕτερον εὐκαμπέστερόν τε καὶ εὐφυλακτότερον, ἐνταῦθα τείχη τε προὐβάλεσθε καὶ πόλεις ἐφορίους ἐδείμασθε, ἄλλας ἐν ἄλλοις μέρεσι πληρώσαντες οἰκητόρων, τέχνας τε ὑπουργοὺς δόντες αὐτοῖς καὶ τἄλλα κοσμήσαντες. <pb xml:id="v.1.p.356"/> ὥσπερ δὲ τάφρος κύκλῳ περιείργει στρατόπεδον, ὥστε οὐδὲ δέκα παρασάγγαι λογιζομένῳ τοῦ περιβόλου τούτου τὸ περίμετρον, οὐδʼ εἴκοσιν, οὐδʼ ὀλίγῳ πλείους, οὐδʼ εἴποις ἂν εὐθὺς ὁπόσον, ἀλλʼ ὅσον Αἰθιοπίας τὸ ἐποικούμενον καὶ Φᾶσις ἐνθένδε καὶ Εὐφράτης ἄνω, καὶ πρὸς ἐσπέραν ἡ μεγάλη τελευταία νῆσος ἐντὸς ἀποκλείουσι, τοῦτο πᾶν ἔξεστι κύκλον καὶ περίβολον τῶν τειχῶν εἰπεῖν. τὰ δὲ οὐκ ἀσφάλτῳ οὐδὲ πλίνθῳ ὀπτῇ δέδμηται, οὐδὲ κόνει στιλπνὰ ἕστηκεν, ἀλλʼ ἐστὶ μὲν καὶ ταῦτα νομιζόμενα ἐφʼ ἑκάστων τῶν τόπων, καὶ μάλα πολλὰ, καὶ τοῖς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="220"><p> λίθοις, ὥσπερ Ὅμηρος ἔφη τὸν κατʼ οἰκίαν τοῖχον, ἅμα καὶ ἀκριβῶς ἡρμοσμένα, ἄπειρά τε μεγέθη καὶ λάμποντα χαλκοῦ στιλπνότερον. ὁ δὲ δὴ πολὺ μείζων καὶ σεμνότερος κύκλος πάντη παντάπασιν ἀρραγὴς καὶ ἄλυτος πολὺ πάντας ὑπερλάμπων, καὶ οὐδεὶς τῶν πώποτε οὕτω παγείς. τούτων τῶν τειχῶν προασπίζουσιν ἄνδρες φυγὴν οὐ νομίσαντες, ἡρμοσμένοι πρὸς ἀλλήλους ἐκείνῃ τῇ ἁρμονίᾳ, ᾗ τοὺς Μυρμιδόνας Ὅμηρός φησι, πρὸς ὂν εἶπον τοῖχον τότε εἰκάζων, πᾶσι τοῖς ὀργάνοις τοῦ πολέμου συνεχῆ μὲν οὕτως, ἀλλήλοις τὰ κράνη, ὡς μὴ εἶναι μέσον ὀϊστὸν διεξελθεῖν, ἀσπίδες δὲ ὑπὲρ κεφαλῆς ἐξαρθεῖσαι μετεώρους ἂν δέχοιντο δρόμους, τοσούτῳ στερροτέρους τῶν κατʼ <pb xml:id="v.1.p.357"/> ἄστυ ποιητῶν ὥστε καὶ ἱππεῦσιν ἔξεστιν ἐπιθεῖν, καὶ τοῦτο δὴ τὸ Εὐριπίδου, κατάχαλκον ὁρᾶν πεδίον τότε φήσεις ἀληθῶς. θώρακες δὲ οὕτως ἀλλήλων ἔχονται ὥστε εἰ καὶ γυμνὸν τάξαις τὸν μέσον, ἀρκεῖν αὐτῷ τὰ ἑκατέρωθεν ἀπαντῆσαι μέχρι τοῦ μέσου· οἱ δὲ ἄκοντες οἷον ἐκ Διὸς περιπίπτοντες ἀλλήλους ἐγκαταλαμβάνουσι. τοιαίδε αἱ ἁρμονίαι συγκέκλεινται, ὅ τε τῶν διεξόδων κύκλος τειχῶν τε καὶ ὁ τῆς πάσης ἔφορος γῆς. πάλαι μὲν οὖν Δαρεῖος μετʼ Ἀρταφέρνου καὶ Δάτιδος νήσου μιᾶς μίαν πόλιν ἠδυνήθη σαγηνεύσας ἑλεῖν, ὑμεῖς δʼ ἅπασαν, εἰ οἷόν τʼ εἰπεῖν, σαγηνεύσαντες τὴν οἰκουμένην οὕτως σώζετε τοῖς κοινοῖς αὐτὴν πολίταις τε καὶ ξένοις, οὓς, ὥσπερ ἔφην, ἐξ ἁπάντων προκρίναντες ἐξηγάγετε, ἐλπίδας τε παραστήσαντες τοῖς γιγνομένοις ἀγαθοῖς ἀνδράσι μὴ <pb xml:id="v.1.p.358"/>μεταμελήσειν. οὐ γὰρ ἐξ εὐπατριδῶν ἔσεσθαι τὸν ἀεὶ πρῶτον δυνάμενον καὶ δεύτερον τὸν δεύτερον καὶ τὴν ἄλλην τάξιν ὡσαύτως, ἧς ἂν ἕκαστος ἀξίας ᾖ, ταύτην σχήσειν, ἅτε οὐ λόγων, ἀλλʼ ἔργων ἐνταῦθα κρινόντων τοὺς ἀγαθούς· παραδείγματά τε ἐμφανῆ πᾶσι τούτων ποιήσαντες, ὥστε ἅπαντας μὲν ἀργίαν συμφορὰν ἡγεῖσθαι, τὰς δὲ πράξεις </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="221"><p> ἀφορμὰς ὧν εὔχονται νομίζειν, καὶ κατὰ μὲν τῶν πολεμίων ὁμοφρονεῖν, πρὸς δὲ ἀλλήλους ὑπὲρ τοῦ πρόσθεν ἀγωνίζεσθαι διὰ βίου, μόνους δὲ ἀνθρώπων εὔχεσθαι εὑρεῖν πολεμίους. ὥστε ὅταν μέν τις εἰς τὴν ἄσκησίν τε καὶ σύνταξιν ἴδῃ τοῦ στρατιωτικοῦ, τοῦτο δὴ νομιεῖ τὸ Ὁμηρικὸν, εἰ καὶ δέκα τόσοι εἶεν οἱ ἀντίπαλοι, ταχέως ἂν αὐτοὺς περιστραφέντας ἄνδρα παρὰ ἕνα λειφθῆναι, ὅταν δὲ εἰς τὴν πλήρωσίν τε καὶ συλλογὴν αὐτοῦ βλέψῃ, <pb xml:id="v.1.p.359"/> τὸ τοῦ Αἰγυπτίου φήσει τε καὶ οἰήσεται, ὃς τῷ Καμβύσῃ διαρπάζοντι τὰ ἐν τῇ χώρᾳ καὶ τὰ ἱερὰ πορθοῦντι, στὰς ἐπὶ τῶν τειχῶν τῶν Θηβαϊκῶν ἀνέτεινε τήν τε βῶλον καὶ κύλικα ὕδατος ἀπὸ τοῦ Νείλου, σύμβολον ποιούμενος ὅτι ἕως ἂν Αἴγυπτον αὐτὴν καὶ τὸν ποταμὸν Νεῖλον μετενεγκεῖν μὴ δύνηται, μηδὲ ἀγαγεῖν ἀνάρπαστον, οὔπω τὸν Αἰγυπτίων πλοῦτον εἴληφεν, ἀλλὰ ταχέως αὐτοῖς ἄλλα τοσαῦτα γενήσεται τούτων μενόντων καὶ οὔποτε ἐπιλείψει πλοῦτος Αἴγυπτον, τοῦτο δὲ καὶ περὶ τοῦ ὑμετέρου στρατιωτικοῦ νομίσαι τε καὶ εἰπεῖν ἔξεστιν, ὅτι ἕως ἂν τὴν χώραν αὐτὴν μὴ δύνωνταί τινες ἐξ ἕδρας ἀναστῆσαι μηδὲ κενώσαντες οἴχεσθαι, ἀλλʼ ἀνάγκη ᾖ μένειν αὐτὴν ἐφʼ αὑτῆς τὴν οἰκουμένην, ἀμήχανον ἐπιλιπεῖν ὑμᾶς πλήθη στρατιωτικὰ, ἀλλὰ τοσαῦτα ὁπόσα βούλεσθε ὑπάρχειν ἀπὸ πάσης τῆς οὔσης ἀφικνούμενα.</p><p rend="align(indent)">καὶ μὴν εἴς γε τακτικῶν λόγον παῖδας ἅπαντας ἀνθρώπους ἀπεφήνατε. οὐ γὰρ πρὸς τοὺς πολεμίους ἀσκεῖν μόνον προὔθεσθε αὐτὰ τοῖς στρατιώταις τε καὶ ἡγεμόσιν, ἀλλὰ πρὸς αὐτοὺς πρῶτον. ὥστε καθʼ ἡμέραν ἑκάστην ἐν τάξει ζῆν καὶ μήποτε λιπεῖν μηδένα τὴν προστεταγμένην αὐτῷ, ἀλλʼ οἷον ἐν χορῷ τινι αἰωνίῳ ἕκαστον τὴν ἑαυτοῦ χώραν εἰδέναι τε καὶ σώζειν, καὶ τῷ μὲν ἐντιμοτέρῳ τὸν ἥττω μὴ διὰ τοῦτο φθονεῖν, ὧν δʼ αὐτὸς μείζων ἐστὶν <pb xml:id="v.1.p.360"/> ἀκριβῶς κρατεῖν. ἄχθομαι δʼ ἔγωγε ἑτέρους φθάσαντας εἰπεῖν ἐπὶ Λακεδαιμονίων ὅτι ἄρα πλὴν ὀλίγων τὸ στρατόπεδον αὐτοῖς ἄρχοντες ἀρχόντων εἰσίν· ὑμῖν γὰρ ἥρμοττε </p></div></div></body></text></TEI>