μέγιστοι καὶ δυνατώτατοι τὰς ἑαυτῶν πατρίδας ὑμῖν φυλάττουσι· καὶ διπλῇ τὰς πόλεις ἔχετε, ἐνθένδε τε καὶ παρʼ αὐτῶν ἑκάστας. φθόνος δὲ οὐδεὶς ἐπιβαίνει τῆς ἀρχῆς· αὐτοὶ γὰρ ὑπήρξατε τοῦ μὴ φθονεῖν, ἅπαντα εἰς τὸ μέσον καταθέντες καὶ παρασχόντες τοῖς δυναμένοις μὴ ἄρχεσθαι μᾶλλον ἢ ἄρχειν ἐν τῷ μέρει. οὐ τοίνυν οὐδὲ μῖσος ἐκ τῶν ἀπολειπομένων ὕπεισι· διὰ γὰρ τὸ κοινὴν εἶναι τὴν πολιτείαν καὶ οἷον πόλεως μιᾶς, εἰκότως οὐχ ὡς ἀλλοτρίων, ἀλλʼ ὡς οἰκείων ἄρχοντες ἄρχουσιν. ἔτι δὲ καὶ μέτεστιν αὐτῇ πᾶσιν ἄδεια τοῖς πλήθεσιν ἐκ τῶν παρʼ αὐτοῖς δυνατῶν, ἡ παρʼ ὑμῶν ἐπʼ αὐτοὺς, ἐάν τι τολμῶσι παρακινεῖν, εὐθὺς ἥξουσα ὀργή τε καὶ τιμωρία· οὕτω καὶ πένησι καὶ πλουσίοις εἰκότως τὰ παρόντα καὶ ἀρέσκει καὶ συμφέρει, καὶ ἄλλως οὐ λέλειπται ζῆν· καὶ γέγονε μία ἁρμονία πολιτείας ἅπαντας συγκεκλεικυῖα. καὶ τὸ πρόσθεν δοκοῦν οὐ δυνατὸν εἶναι συμβῆναι συνῆλθεν ἐφʼ ὑμῶν, κράτος ἀρχῆς ἅμα καὶ φιλανθρωπίας, καὶ μεγάλης γε, καὶ οὐκ ἐνὸν ἄρχειν ἐγκρατεῖς. οὕτω δὴ καθαραὶ μὲν φρουρῶν πόλεις, μόραι δὲ καὶ ἶλαι ἀποχρῶσιν ἐθνῶν ὅλων εἶναι φυλακὴ, καὶ οὐδʼ αὐταὶ κατὰ τὰς πόλεις ἑκάστῳ τῶν γενῶν πολλαὶ ἱδρυμέναι, ἀλλʼ ἐν ἀριθμῷ τῶν ἄλλων ἐνεσπαρμέναι ταῖς χώραις· ὥστε πολλὰ τῶν ἐθνῶν ἀγνοεῖν ὅπου ποτʼ ἐστὶν αὐτοῖς ἡ φρουρά. εἰ δέ που πόλις διʼ ὑπερβολὴν μεγέθους ὑπερῆρκε τὸ δύνασθαι σωφρονεῖν καθʼ αὑτὴν, οὐδὲ τούτοις ἐφθονήσατε τῶν ἐπιστησομένων τε καὶ διαφυλαξόντων. καὶ γάρ τοι ἥδιον μὲν ὑμῖν ἅπαντες ἀποπέμπουσι τοὺς φόρους ἢ παρʼ ἄλλων ἄν τινες αὐτῶν λαμβάνοιεν· εἰκότως. ἄρχειν μὲν γὰρ οἷς μὴ δύναμις οὐ σωτήριον, ἄρχεσθαι δʼ ὑπὸ τῶν κρειττόνων ὁ δεύτερος, φασὶ, πλοῦς, ὑπὸ δὲ ὑμῶν νῦν καὶ πρῶτος ἀπεφάνθη. ἅπαντες οὖν ἀπρὶξ ἔχονται καὶ οὐ πρότερον ἀξιώσαιεν ἂν ἀποστῆναι ἢ οἱ πλέοντες ἂν τοῦ κυβερνήτου· ἀλλʼ οἷον αἱ νυκτερίδες ἐν τοῖς ἄντροις ἀλλήλων τε καὶ λίθων ἔχονται προσπεφυκυῖαι, οὕτως ὑμῶν ἅπαντες ἐξήρτηνται σὺν πολλῷ φόβῳ καὶ προνοίᾳ μή τις ἀποπέσοι τούτου τοῦ ὁρμαθοῦ· καὶ πρότερον ἂν δείσαιεν μὴ ὑφʼ ὑμῶν καταλειφθῶσιν ἢ ὑμᾶς ἂν αὐτοὶ καταλίποιεν. ἀντὶ δὲ ἀμφισβητήσεως ἀρχῆς τε καὶ πρωτείων, ὑφʼ ὧν ἅπαντες οἱ πρότερον συνερρήγνυντο πόλεμοι, οἱ μὲν ὥσπερ ὕδωρ ἀψοφητὶ ῥέον ἥδιστα ἡσυχάζουσιν, ἄσμενοι πόνων παυσάμενοι καὶ κακῶν, μετεγνωκότες ὡς ἄρα ἄλλως ἐσκιαμάχουν, οἱ δʼ οὐδʼ ἥν ποτε ἦρξαν ἴσασιν οὐδʼ ἀναμιμνήσκονται, ἀλλʼ ἀτεχνῶς κατὰ τὸν Παμφύλου μῦθον, εἰ δὲ μὴ, Πλάτωνος, οἷον ἐπὶ τῇ πυρᾷ ἤδη κείμεναι αἱ πόλεις ὑπὸ τῆς πρὸς ἀλλήλας ἔριδος καὶ ταραχῆς ἀθρόαν ἐδέξαντο τὴν ἡγεμονίαν καὶ ἐξαίφνης ἀνεβίωσαν. ὅπως δὲ εἰς τοῦτο ἀφίκοντο οὐκ ἔχουσιν εἰπεῖν, οὐδʼ ἴσασιν οὐδὲν πλὴν τὰ παρόντα θαυμάζειν, ἀλλὰ πεπόνθασιν οἷον οἱ ἀφυπνισθέντες καὶ ἀντὶ τῶν ὀνειράτων ὧν ἀρτίως ἑώρων ἐξαίφνης ταῦτα παριδόντες καὶ ἐν αὐτοῖς γενόμενοι. πόλεμοι δὲ οὐδʼ εἰ πώποτε ἐγένοντο ἔτι πιστεύονται, ἀλλʼ ἐν ἄλλως μύθων τάξει τοῖς πολλοῖς ἀκούονται, εἰ δέ που καὶ συμπλακεῖεν ἐπʼ ἐσχατιαῖς, οἷα εἰκὸς ἐν ἀρχῇ μεγάλῃ καὶ ἀμετρήτῳ παρανοίᾳ Γετῶν ἢ δυστυχίᾳ Λιβύων ἢ κακοδαιμονίᾳ τῶν περὶ τὴν ἐρυθρὰν θάλατταν, ἀγαθοῖς παροῦσι χρήσασθαι μὴ δυναμένων, ἀτεχνῶς ὥσπερ μῦθοι ταχέως αὐτοί τε παρῆλθον καὶ οἱ περὶ αὐτῶν λόγοι· τοσαύτη ἄρʼ ὑμῖν εἰρήνη, κἂν ᾖ πάτριον πολεμεῖν. οὐ γὰρ οἱ χθὲς σκυτοτόμοι καὶ τέκτονες τήμερον ὁπλῖται καὶ ἱππεῖς, οὐδʼ ὥσπερ ἐπὶ σκηνῆς στρατιώτης μετεσκεύασται ὃς ἀρτίως ἦν γεωργὸς, οὐδʼ οἷον ἐν οἰκίᾳ πενιχρᾷ οἱ αὐτοὶ ὀψοποιοὶ, οἰκουροῦσι, στρωννύουσιν, οὐχ οὕτως καὶ ὑμεῖς ἀνεμίξατε· οὐδὲ τοὺς ἐπʼ ἄλλων ὄντας στρατιώτας ὑπὸ τῆς χρείας γενήσεσθαι ἀνεμείνατε, οὐδʼ ἐπετρέψατε τοῖς πολεμίοις συγκαλεῖν ὑμᾶς.