<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="211"><p> πόλεις. ἐπειδή τε τοῖς ἐκείνων ἀδικήμασι καὶ τῷ μίσει τῷ διὰ ταῦτα εἰς αὐτοὺς παρὰ τῶν Ἑλλήνων αὐξηθέντες Θηβαῖοι ἐκράτησαν αὐτῶν τὴν ἐν Λεύκτροις μάχην, ὁμοῦ τε Λακεδαιμόνιοι ἐκποδὼν ἦσαν καὶ Θηβαίους οὐδεὶς αὖ φέρειν ἠδύνατο μίαν μάχην εὐτυχήσαντας. ἀλλά τοι ἐφάνθη λυσιτελοῦν ἔτι τὴν Καδμείαν ἀνέχεσθαι μᾶλλον ἢ κεκρατηκέναι Λακεδαιμονίων, οὕτως ἐμισήθησαν. καὶ ταῦτα οὐ δή που κατηγορίας ἕνεκα κοινῆς τῶν Ἑλλήνων συνεσκευασάμην, ὥσπερ ὁ θαυμαστὸς ἐκεῖνος ὁ τὸν Τρικάρανον ποιήσας, μήποτε ἀνάγκη τοσαύτη γένοιτο, ἀλλʼ ἐκεῖνο ἐπιδεικνύναι βούλομαι ὅτι οὔπω πρὸ ὑμῶν ἦν τὸ ἄρχειν εἰδέναι· εἰ γὰρ ἦν, ἐν τοῖς Ἕλλησιν ἦν ἂν, οἳ πλεῖστον δή που τῶν γε ἄλλων σοφίᾳ διήνεγκαν· ἀλλὰ καὶ τοῦτο ὑμέτερόν ἐστιν εὕρημα καὶ ὁμοῦ τοῖς ἄλλοις ἐπεισελθόν. ἐπεὶ τό γε λεχθὲν ἐπʼ Ἀθηναίων κινδυνεύει καὶ περὶ πάντων εἴ τις εἴποι τῶν Ἑλλήνων ἀληθὲς εἶναι, ἐπεὶ τοῖς μὲν ἄρχουσιν ἀντιστῆναι καὶ κρατῆσαι Πέρσας καὶ <pb xml:id="v.1.p.343"/> Λυδοὺς καὶ πλοῦτον καὶ πόνους ὑπενεγκεῖν ἀγαθοὶ παντὸς μᾶλλον ἦσαν, ἄρχειν δὲ αὐτοὶ ἔτι ἀπαίδευτοι ἦσαν, πειρώμενοί τε ἐσφάλλοντο. καὶ πρῶτον μὲν φρουροὺς εἰσέπεμπον εἰς τὰς πόλεις, οἳ τῶν μὲν ἐπιχωρίων ἑκάστων καὶ εἰς οὓς ἐπέμποντο οὐκ ἐλάττους ἀεὶ δήπουθεν ἦσαν· ὑπόνοιαν δὲ ἐποίουν καὶ τοῖς μήπω φρουρουμένοις ὡς πάντα πρὸς ἰσχὺν καὶ βίαν ἄγοντες. ἀμφότερα οὖν συνέβαινε, μήτε τὰς πόλεις ἀσφαλῶς ἔχειν καὶ προσέτι μισεῖσθαι καὶ τὰ κακὰ τῆς ἀρχῆς ἀντὶ τῶν τῆς ἀρχῆς ἀγαθῶν καρποῦσθαι, τὴν μὲν πλεονεξίαν οὐ βέβαιον, τὴν δὲ τῆς πλεονεξίας δόξαν ἰσχυρὰν ἔχοντας. ἔπειτα τί πρὸς τούτοις συνέβαινε διασπωμένους ἀεὶ καὶ διαιρουμένους ἀσθενεστέρους τὰ οἴκοι γίγνεσθαι καὶ μὴ ἱκανοὺς τὴν ἑαυτῶν σώζειν, διὰ τὸ ζητεῖν τὴν ἑτέρων ἔχειν. οὔτʼ οὖν ὧν ἄρχειν ἐφίεντο ὑπερβαλέσθαι τότε ἠδύναντο πλήθει τούτων ὧν ἔπεμπον οὔθʼ ἑαυτοῖς τὸ μένειν ἴσοις κατέλιπον, ἀλλʼ ἦσαν ἐλάττους μὲν ἔξω, ἐλάττους δὲ οἴκοι, καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="212"><p> τὸ προϊέναι τὴν ἀρχὴν αὐτοῖς εἰς ἄπορον καθίστατο οὐκ ἔχουσι τὰ τελευταῖα διʼ ὅτων αὐτὴν καθέξουσιν· ὥστε τοὔμπαλιν ἔσπευδον ὧν ἐδέοντο. καὶ ἦν τὸ μὲν προχωρεῖν αὐτοῖς ἃ ἐβούλοντο ἀμήχανον καὶ κατάρας ἐγγὺς, τὸ δὲ μὴ προχωρεῖν κουφότερόν τε καὶ ἥττους ἔχον τοὺς φόβους. οὐδὲν γὰρ ἄλλο ἢ διοικιζομένοις ἐῴκεσαν ἀντὶ ἀρχόντων καὶ πονοῦσιν ὑπὲρ τοῦ πονεῖν. ἅμα γὰρ τῷ τέλει τὸ κεφάλαιον εὐθὺς ἐλάνθανε λυόμενον, καὶ πάλιν εἰς ταυτὸ κατὰ τοὺς ποιητὰς κατῄει. ἔτι δʼ οὔτʼ ἰσχύειν αὐτοῖς συνέφερε τοὺς ἀρχομένους διὰ τὰς ἐπιβουλὰς οὔτʼ ἀσθενεῖς <pb xml:id="v.1.p.344"/> εἶναι διὰ τοὺς παρὰ τῶν ἔξωθεν αὖ πολέμους καὶ ὅπως ᾖ τι πλέον τῆς συμμαχίας, ἀλλʼ ἐπεπόνθεσαν πρὸς αὐτοὺς παραπλήσιον ὅπερ οἱ ἐν ταῖς παιδιαῖς τῇ μὲν εἰς τοὔμπροσθεν ἄγοντες, τῇ δʼ εἰς τοὔπισθεν ἀνθέλκοντες, οὐκ ἔχοντες ὅ τι χρήσονται, ἀλλʼ οἷον εἶναί τε καὶ μὴ εἶναι αὐτοὺς βουλόμενοι αὐτοὶ μεταχειριζόμενοί τε καὶ ἄγοντες, ἐν οἷς σπεύδουσιν εἰπεῖν οὐκ ἔχοντες. τὸ δὲ πάντων γελοιότατόν τε καὶ ἀτοπώτατον, ἐπὶ γὰρ τοὺς ἀφισταμένους αὐτῶν τοὺς λοιποὺς ἐν νῷ τὸ αὐτὸ ποιεῖν ἔχοντας ἠνάγκαζον ἰέναι, παραπλήσιον ποιοῦντες ὥσπερ ἂν εἰ αὐτοὺς τοὺς ἀφεστηκότας ἐφʼ ἑαυτοὺς ἔπειθον ἰέναι, καὶ οὐκ ἐλογίζοντο τοὺς τῆς ἐκείνων ὄντας μερίδος τούτους ἐπʼ αὐτοὺς ἄγοντες, οἷς οὐκ ἐλυσιτέλει δή που καθʼ αὑτῶν καταδεικνύναι τὸ τοῖς ἄλλοις σπουδῇ βοηθεῖν. ὥστε κἀνταῦθα τοὐναντίον ἢ ἐβούλοντό τε καὶ συνέφερε διεπράττοντο· βουλόμενοι γὰρ τοὺς ἀφισταμένους προσάγεσθαι καὶ τοὺς παραμένοντας ἂν ἐποίουν ἀφίστασθαι. ἐδείκνυσαν γὰρ αὐτοῖς ὅτι μένοντες μὲν ἐπʼ ἀλλήλους ὑπάρξουσιν αὐτοῖς, κοινῇ δʼ ἅπαντες ἀποστάντες ἐλεύθεροι βεβαίως ἔσονται· οὐ γὰρ καταλείψουσι τελευτῶντες διʼ ὧν ληφθήσονται. <pb xml:id="v.1.p.345"/> ὥστε τοσούτῳ περὶ αὑτοὺς ἦσαν φαυλότεροι τῶν ἀπίστων </p></div></div></body></text></TEI>