<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="209"><p>ἀρχῆς καὶ ὄγκῳ πραγμάτων φανεῖται τὰ Ἑλληνικὰ τῶν Περσικῶν. ἀλλὰ τὸ τοὺς μὲν βαρβάρους ταῖς περιουσίαις καὶ ταῖς δυνάμεσιν ὑπερβαλέσθαι, τοὺς δὲ Ἕλληνας σοφίᾳ καὶ σωφροσύνῃ παρελθεῖν, μέγα μοι δοκεῖ καὶ παντελὲς εἰς <pb xml:id="v.1.p.339"/> ἀρετῆς εἶναι λόγον καὶ παντὸς ἀγώνισμα λαμπρότερον. τοῦτʼ οὖν ἐρῶν ἔρχομαι, ὅπως ἐκεῖνοι καὶ πηλίκοις οὖσι τοῖς ἑαυτῶν ἐχρήσαντο πράγμασι· κἂν φανῶσι πολὺ μικρότερα διασώσασθαι μὴ δυνηθέντες, δῆλον τὸ συνθησόμενον εἰς τὴν ψῆφον. ἔπραξαν μὲν γὰρ πᾶν ὑπὲρ ἀρχῆς καὶ ἡγεμονίας Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, καὶ ἦν αὐτῶν ἡ δύναμις πλεῖν τὴν θάλατταν καὶ τῶν Κυκλάδων ἄρχειν καὶ τὰ ἐπὶ Θρᾴκης ἔχειν καὶ Πύλας καὶ Ἑλλήσποντον καὶ Κορυφάσιον· καὶ ταῦτʼ ἦν ἡ δύναμις. καὶ ἔπαθον δὴ παραπλήσιον ὥσπερ ἂν εἴ τις σώματος ἐπιθυμῶν γενέσθαι κύριος ὄνυχάς τινας καὶ ἄκρα λάβοι ἀντὶ ὅλου τοῦ σώματος καὶ ταῦτα ἔχειν οἴοιτο ἅπερ ἐβούλετο· ὣς δὲ κἀκεῖνοι ἡγεμονίας ἐπιθυμήσαντες νησίδια καὶ ἄκρας ἐπὶ θαλάττῃ καὶ λιμένας καὶ τοιαῦτα ἐξεκαρπώσαντο καὶ κατετρίφθησαν περὶ τὴν θάλατταν, ὀνειροπολήσαντες ἡγεμονίαν μᾶλλον ἢ κτήσασθαι δυνηθέντες. γενόμενοι δὲ ὅμως ἐπὶ καιρῶν ὥσπερ ἐν κλήρου περιόδῳ ἐπιστάται τῶν Ἑλλήνων ἑκάτεροι οὐδʼ εἰς μίαν, ὡς εἰπεῖν, γενεὰν διεσώσαντο τὴν τάξιν· οὔκουν ἀμέμπτως γε· ἀλλὰ τοῦτο δὴ τὸ λεγόμενον τὴν Καδμείαν νίκην ἐνίκων ἀλλήλους περὶ τῆς ἡγεμονίας, ὥσπερ οὐκ ἀξιοῦντες τοὺς ἑτέρους μόνους μισεῖσθαι ἀεὶ οἱ ἕτεροι, ἀλλʼ αὐτοὶ τοῦ μέρους μεταλαμβάνειν. τοῦτο μὲν γὰρ Λακεδαιμονίων εἷς ἡγεμὼν οὕτω διέθηκε τοὺς Ἕλληνας ὥστʼ ἀπαλλαγέντας ἀπʼ αὐτῶν ἑκόντας, μόνους <pb xml:id="v.1.p.340"/>ἑαυτοῖς ἑτέρους ἄρχοντας ζητῆσαι. δόντες δʼ ἑαυτοὺς Ἀθηναίοις, ὡς χρόνος οὐ πολὺς διῆλθε, μετέγνωσαν, οὔτε τῶν φόρων φέροντες τὴν ἀμετρίαν οὔτε τοὺς ἐπὶ τῇ τούτων προφάσει παρακλέπτοντας αὐτοὺς, ἀνάσπαστοί γε γενόμενοι καθʼ ἕκαστον ἐνιαυτὸν Ἀθήνησι περὶ τῶν παρʼ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="210"><p>ἑαυτοῖς ὑφέξοντες λόγον, κληρούχων τε σφίσιν ἐπὶ τὴν γῆν πεμπομένων καὶ παρὰ τοὺς φόρους ἀργυρολόγων, εἴ που χρεία κατάσχοι ἑτέρα· προσέτι τάς τε ἀκροπόλεις ἐλευθέρας ἔχειν οὐ δυνάμενοι καὶ ἐπὶ τοῖς δημαγωγοῖς ὄντες τοῖς ἐκείνων, εὖ καὶ χεῖρον φρονοῦσιν ὁμοίως, στρατεύσασθαί τε ἀναγκαζόμενοι στρατείας οὐκ ἀναγκαίας ἐν ἱερομηνίαις καὶ ἑορταῖς πολλάκις, ὡς δʼ εἰπεῖν ἁπλῶς, οὐδὲν τηλικοῦτον τῆς προστασίας ἀπολαύοντες ἀνθʼ ὅτου ταῦτα ἄξιον ἦν ὑπομεῖναι. δυσχεραίνοντες δʼ ἐκ τούτων τοὺς Ἀθηναίους οἱ πολλοὶ καὶ πρὸς τοὺς Λακεδαιμονίους πάλιν μεταστάντες τὸν αὐτὸν τρόπον ὅνπερ πρότερον ἀπʼ ἐκείνων πρὸς τοὺς Ἀθηναίους, ὑπʼ ἐκείνων πάλιν ἐξηπατήθησαν. <pb xml:id="v.1.p.341"/> προειπόντες γὰρ ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας πολεμήσειν Ἀθηναίοις καὶ τούτῳ προσαγόμενοι τοὺς πολλοὺς, ἐπειδὴ καθεῖλον ἐκεῖνοι τὰ τείχη καὶ κύριοι τῶν πραγμάτων καὶ τοῦ ταῦτα ποιεῖν ἐγένοντο, τοσοῦτον ὑπερεβάλλοντο ὥστε τυραννίδας ἐν πάσαις ταῖς Ἑλληνίσι πόλεσι κατέστησαν, ἃς προσεῖπον εὐφήμως δεκαρχίας· καὶ μίαν καθελόντες τὴν Ἀθηναίων δυναστείαν πολλὰς τὰς παρʼ αὑτῶν ἀντεισῆγον, αἳ οὐκ Ἀθήνησιν οὐδʼ ἐν Σπάρτῃ διὰ τέλους κακῶς ἐποίουν τοὺς ἀρχομένους, ἀλλʼ ἐν αὐτοῖς τοῖς σφετέροις ἑκάστου χωρίοις συνεχῶς ἱδρυμέναι καὶ οἷον συμπεπλεγμέναι. ὥστʼ εἰ ἀρχόμενοι τοῦ πολέμου προεῖπον τοῖς Ἕλλησιν ὅτι ὑπὲρ τούτου πολεμήσουσιν Ἀθηναίοις, ὅπως μείζω καὶ πλείω σφᾶς ἐκείνων κακὰ ἐργάσαιντο καὶ δείξαιεν ἐλευθερίαν αὐτοῖς ὄντα τὰ ἀπʼ ἐκείνων, μὴ ἂν αὐτοὺς ἄμεινον βεβαιῶσαι τὴν ἐπαγγελίαν. καὶ γὰρ οὖν ἡττῶντο μὲν εὐθέως ἑνὸς φυγάδος, κατελείποντο δὲ ὑπὸ <pb xml:id="v.1.p.342"/> Θηβαίων, ἐμισοῦντο δὲ ὑπὸ Κορινθίων, ἐπίμπλατο δὲ ἡ θάλαττα τῶν ἁρμοστῶν ἐκπιπτόντων, ἅτε ἀναρμόστων καὶ οὐ κατὰ τοὔνομα ἐγκατασταθέντων τε καὶ ἐχόντων τὰς </p></div></div></body></text></TEI>