πρυτανεύοντος. ὥστε μᾶλλον μὲν ἐκεῖνον εἰδέναι νομίζουσιν ἃ πράττουσιν ἢ σφᾶς αὐτοὺς, μᾶλλον δὲ δεδίασι καὶ αἰδοῦνται ἢ τὸν δεσπότην ἄν τις τὸν αὑτοῦ παρόντα καὶ ἐφεστηκότα καὶ κελεύοντα. οὐδεὶς δὲ ἐφʼ ἑαυτῷ τηλικοῦτον φρονεῖ, ὅστις τοὔνομα ἀκούσας μόνον οἷός τʼ ἐστὶν ἀτρεμεῖν, ἀλλʼ ἀναστὰς ὑμνεῖ καὶ σέβει καὶ συνεύχεται διπλῆν εὐχὴν, τὴν μὲν ὑπὲρ αὑτοῦ τοῖς θεοῖς, τὴν δὲ αὐτῷ ἐκείνῳ περὶ τῶν ἑαυτοῦ. εἰ δέ τι καὶ μικρὸν ἐνδοῖεν περὶ δίκας τε καὶ ἀξιώσεις, ἢ κοινὰς ἢ ἰδίας τῶν ἀρχομένων, εἴ τινες ἄρα ἄξιοι εἶεν, ὡς ἐκεῖνον ἐκπέμπουσιν εὐθὺς ἐρωτῶντες τί δεῖ ποιεῖν, καὶ μένουσιν ἔς τʼ ἂν ἀποσημήνῃ, οὐχ ἧττον ἢ διδάσκαλον χορός. ὥστε οὐδὲν δεῖ φθείρεσθαι περιιόντα τὴν ἀρχὴν ἅπασαν, οὐδʼ ἄλλοτε ἐν ἄλλοις γιγνόμενον τὸ καθʼ ἕκαστον βεβαιοῦσθαι, ὁπότε σφίσι τὴν γῆν πατοίη· ἀλλʼ εὐμάρεια πολλὴ καθημένῳ πᾶσαν ἄγειν τὴν οἰκουμένην διʼ ἐπιστολῆς. αἱ δὲ μικρὸν φθάνουσι γραφεῖσαι καὶ πάρεισιν ὥσπερ ὑπὸ πτηνῶν φερόμεναι. ὃ δὲ πάντων ἄξιον ἄγασθαί τε καὶ θαυμάζειν καὶ χάριν ἐκτίνειν καὶ λόγῳ καὶ ἔργῳ, τοῦτο νῦν εἰρήσεται. τοσαύτην μὲν γὰρ ἔχοντες τὴν ἀρχὴν, οὕτω δʼ ἐγκρατῶς καὶ κατὰ πολλὴν ἐξουσίαν ἄρχοντες, ἐκεῖνο καὶ πολὺ μάλιστα νενικήκατε, ὃ παντελῶς ὑμῶν ἐστιν ἴδιον· μόνοι γὰρ τῶν πώποτε ἐλευθέρων ἄρχετε, καὶ οὐ Καρία δέδοται Τισσαφέρνει, οὐδὲ Φρυγία Φαρναβάζῳ, οὐδὲ Αἴγυπτος ἑτέρῳ, οὐδʼ ὥσπερ οἶκος τοῦ δεῖνος ἀκούει τὸ ἔθνος, ὅτῳ παρεδόθη δουλεύειν, οὐδὲ αὐτῷ ὄντι ἐλευθέρῳ, ἀλλʼ ὥσπερ οἱ ἐν ταῖς κατὰ μίαν πόλεσιν, οὕτω καὶ ὑμεῖς ὥσπερ ἐν μιᾷ πόλει πάσῃ τῇ οἰκουμένῃ πολιτευόμενοι τοὺς ἄρχοντας καθίστατε ἐπʼ αὐτοῖς, οἷον ἐξ ἀρχαιρεσιῶν ἐπὶ προστασίᾳ καὶ προνοίᾳ τῶν ἀρχομένων, οὐκ ἐπὶ τῷ δεσπότας εἶναι. ὥστε ὑποχωρεῖ μὲν ἄρχων ἄρχοντι, ὅταν αὐτοῦ ὁ χρόνος ἐξήκῃ, καὶ οὐδʼ ἂν ἀπαντήσειε ῥᾳδίως· τοσοῦτον ἀπέχει τοῦ διενεχθῆναι ἄγαν, ὡς αὐτοῦ τῆς χώρας οὔσης. ἔκκλητοι δὲ ὥσπερ ἔφεσις ἐκ δημοτῶν εἰς δικαστήριον σὺν οὐκ ἐλάττονι τῶν δεξαμένων φόβῳ περὶ τῆς κρίσεως ἢ τῶν ποιουμένων γίγνονται. ὥστε φαίη τις ἂν τοσαῦτα ἄρχεσθαι τοὺς νῦν ὑπὸ τῶν πεμπομένων, ὁπόσα ἂν αὐτοῖς ἀρέσκῃ. πῶς οὖν ταῦτα οὐκ ἐν τοῖς ἐπέκεινα πάσης δημοκρατίας; οὔκουν ἐκεῖ ἔξεστι μετὰ τὴν ἐν τῇ πόλει ψῆφον ἐνεχθεῖσαν ἐλθεῖν ἄλλοσε οὐδʼ ἐπʼ ἄλλους δικαστὰς, ἀλλὰ στέργειν ἀνάγκη τοῖς ἐγνωσμένοις, εἰ μή τις ἐστὶ μικρὰ πόλις, ὥστε προσδεῖσθαι δικαστῶν ὑπερορίων παρὰ τὴν ἀξίαν, ἢ καὶ διώκοντα μὴ κρατήσαντα, μηδὲ τῷ νενικῆσθαι· ἀλλὰ μένει δικαστὴς ἕτερος μέγας, ὃν οὔποτε οὐδὲν ἐκφεύγει τῶν δικαίων· κἀνταῦθα δὴ πολλὴ καὶ εὐσχήμων ἰσότης μικροῦ πρὸς μέγαν καὶ ἀδόξου πρὸς ἔνδοξον καὶ πένητος δὴ πρὸς πλούσιον καὶ γενναῖον ἀγεννοῦς, καὶ τὸ τοῦ Ἡσιόδου συμβαίνει, ῥεῖα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει οὗτος ὁ δικαστής τε καὶ ἡγεμὼν, ὅπως ἂν τὸ δίκαιον ἄγῃ, ὥσπερ πνεῦμα ἐν νηὶ, οὐ δή που πλουσίῳ μὲν μᾶλλον, πένητι δὲ ἧττον χαριζόμενόν τε καὶ παραπέμπον, ἀλλʼ ὅτῳ γένοιτο ἀεὶ, τοῦτον ὁμοίως ὠφελοῦν. δίειμι δὴ καὶ τὰ Ἑλληνικὰ, ἐπειδήπερ ἐνταῦθα ἐγενόμην τοῦ λόγου, αἰσχυνόμενος μὲν καὶ δεδιὼς μὴ δόξω μικρολογεῖσθαι. οὐ μὴν ἀλλʼ, ὅπερ ἀρτίως εἶπον, οὐκ ἴσα ἴσοις παραβάλλων δίειμι, ἀλλʼ οὐκ ὄντων ἑτέρων παραδειγμάτων ἀναγκάζομαι τοῖς οὖσι χρῆσθαι. εἶτα καὶ γελοῖον τοῦτο μὲν αὐτὸ θαυμάζειν καὶ δεικνύειν ὅτι οὐκ ἔστιν εὑρεῖν ἴσα τοῖς ὑμετέροις ἕτερα οὐδʼ ἐγγὺς, ἀλλὰ πάντα ὑπὸ τούτων ἀποκρύπτεται, περιμένειν δὲ τηνικαῦτα παρεξετάσαι, ὁπηνίκα ἴσων ἔχοιμεν μνημονεῦσαι, οὐκ οἶμαί γε δεῖν, ὅτι γε οὐδὲ θαυμαστὰ ὁμοίως ἂν ἦν, εἴ τινα εἴχομεν εἰπεῖν ὅμοια. καὶ μὴν οὐδʼ ἐκεῖνό γε ἀγνοῶ, ὅτι ταῦτʼ ἔτι φαυλότερα ὧν ἀρτίως ἐξήτασα περιβολῇ τε