<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="205"><p> τῇ κεφαλῇ στέφανον ἁρμόσαι. ποίους γὰρ νόμους ἑκάστοις διέθηκεν; ἢ ποίας συντάξεις διηνεκεῖς χρημάτων ἢ στρατιωτῶν ἢ νεῶν ἐποιήσατο; ἢ ποίᾳ συνήθει διοικήσει τὰ πράγματα ἤγαγεν αὐτομάτως προϊούσῃ χρόνων τακταῖς περιόδοις; ποῖα πολιτεύματα ἐπολιτεύσατο ἐν τοῖς ἀρχομένοις; ὃ δὲ καὶ μόνον ἄξιον τῆς ἑαυτοῦ φύσεως ἔργον καὶ μνημεῖον κατέλιπε, πρὸς Αἰγύπτῳ τὴν ἐπώνυμον πόλιν, ταύτην εὖ ποιῶν ὑμῖν ᾤκισεν, ὅπως ἔχοιτε καὶ τῆς μεγίστης μετὰ τὴν ὑμετέραν κρατοίητε. ὥστε Πέρσας μὲν κατέλυσεν ἄρχοντας, αὑτοῦ δʼ ἐγγύτατα οὐκ ἦρξεν. ἐπεί γε μὴν ἐκεῖνος ἐτελεύτησεν, εὐθὺς μὲν ἐσχίσθησαν εἰς μυρία οἱ Μακεδόνες, ἔργῳ δείξαντες ὑπὲρ αὑτοὺς εἶναι τὴν ἀρχὴν, κατέχειν τε οὐδὲ τὴν αὑτῶν ἔτι ἠδύναντο, ἀλλʼ εἰς τοῦτο τύχης ἀφίκοντο ὥστε ἠναγκάσθησαν τὴν σφετέραν αὐτῶν ἐκλιπεῖν, ἵνα τῆς ἀλλοτρίας ἄρχωσιν, ὥσπερ ἐξῳκισμένοι μᾶλλον ἢ κρατεῖν δυνάμενοι, καὶ ἦν ὥσπερ αἴνιγμα, Μακεδόνες οὐκ ἐν Μακεδονίᾳ, ἀλλʼ οὗ δύναιντο βασιλεύοντες ἕκαστοι, ὥσπερ φρουροὶ μᾶλλον τῶν πόλεων καὶ τῶν χωρίων ὄντες ἢ ἄρχοντες, ἀνάστατοί τινες βασιλεῖς, οὐχ ὑπὸ τοῦ μεγάλου βασιλέως, ἀλλʼ ὑφʼ ἑαυτῶν αὐτοὶ γεγενημένοι, εἰ δὲ οἷόν τʼ εἰπεῖν, ἐοικότες <pb xml:id="v.1.p.334"/> σατράπαις ἐρήμοις βασιλέως. καίτοι τὴν τοιαύτην κατάστασιν πότερον λῃστείᾳ μᾶλλον ἢ βασιλείᾳ προσεοικέναι φήσομεν;</p><p rend="align(indent)">νῦν δὲ ὅροι μὲν δήπουθεν οὐ μεμπτοὶ τῆς ἀρχῆς ἐκτέτανται, οὐδʼ ὥστε εἶναι μέτρῳ λαβεῖν τὸ ἐντὸς αὐτῶν. ἀλλʼ οὗ μὲν τότε ὡρίζετο τοῦ Πέρσου ἡ ἀρχὴ, ἐντεῦθεν ἀρξαμένῳ βαδίζειν πρὸς ἑσπέραν πολὺ πλείων ἐστὶν ἡ λοιπὴ τῆς ἐκείνου πάσης. ἐκφεύγει δὲ ὑμᾶς οὐδὲν, οὐ πόλις, οὐκ ἔθνος, οὐ λιμὴν, οὐ χωρίον, πλὴν εἴ τινων ἄρα ἀχρηστίαν κατέγνωτε. ἐρυθρά τε θάλαττα καὶ Νείλου καταρράκται καὶ λίμνη Μαιῶτις, ἃ τοῖς πρότερον ἐν πέρασι γῆς ἠκούετο, ἴσα καὶ αὐλῆς ἑρκία τῇδε τῇ πόλει. ὅν γε μὴν ἠπίστουν τινὲς τῶν λογοποιῶν μηδʼ εἶναι τὸ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="206"><p>παράπαν Ὠκεανὸν, μηδὲ περιρρεῖν τὴν γῆν, ποιητὰς δʼ εὑρόντας τοὔνομα ψυχαγωγίας ἕνεκα εἰς ποίησιν θεῖναι, τοῦτον οὕτως καλῶς ἀνεύρετε ὥστε οὐδὲ ἡ ἐνταῦθα νῆσος ὑμᾶς διέφυγε. τοσαύτη δὲ οὖσα καὶ τηλικαύτη τὸ μέγεθος ἡ ἀρχὴ πολὺ μείζων ἐστὶ τῇ ἀκριβείᾳ ἢ τῷ κύκλῳ τῆς χώρας. οὐ γὰρ Μυσοὶ τὴν βασιλείαν ἔχουσιν οὐδὲ Σάκαι οὐδὲ Πισίδαι οὐδʼ ἄλλοι μέσοι, οἱ μὲν βίᾳ εἰσῳκισμένοι, οἱ δὲ ἀποστάντες, ληφθῆναι δʼ οὐ δυνάμενοι, οὐδʼ ἀκούει μὲν ἡ βασιλέως γῆ, ἔστι δὲ πάντων τῶν ἔχειν αὐτὴν δυναμένων, οὐδὲ σατράπαι μάχονται πρὸς ἀλλήλους ὥσπερ οὐκ ὄντος αὐτοῖς βασιλέως, οὐδὲ πόλεις αἱ μὲν πρὸς τούτους, αἱ δὲ πρὸς ἐκείνους διίστανται, καὶ εἰς μὲν τὰς ἐκπέμπονται φρουροὶ, ἐκ δὲ τῶν ἐκπίπτουσιν, ἀλλʼ ὥσπερ αὐλῆς περίβολος ἐκκεκαθαρμένος, οὕτως ἅπασα ἡ <pb xml:id="v.1.p.335"/>οἰκουμένη χοροῦ ἀκριβέστερον ἓν φθέγγεται, συνευχομένη μένειν τὸν ἅπαντα αἰῶνα τήνδε τὴν ἀρχήν· οὕτως καλῶς ὑπὸ τοῦδε τοῦ κορυφαίου ἡγεμόνος συγκροτεῖται. ὑπὸ πάντων δὲ πανταχοῦ ἴσον ἄρχεται, καὶ οἱ μὲν ἐν τοῖς ὄρεσι κατῳκισμένοι ταπεινότεροι τῶν ἐν τοῖς κοιλοτάτοις πεδίοις πρός γε τὸ μὴ ἀντιτάττεσθαι, οἱ δὲ τῶν πεδίων τῶν εὐδαιμόνων κληροῦχοί τε καὶ οἰκήτορες ὑμέτεροι γεωργοί. ἤπειρος δὲ καὶ νῆσος οὐδὲν ἐπιδιακέκριται, ἀλλʼ ὥσπερ μία χώρα συνεχὴς καὶ ἓν φῦλον ἅπαντα ὑπακούει σιωπῇ. πάντα δὲ ἐξ ἐπιτάγματος καὶ νεύματος τελεῖται ῥᾷον ἤ τις ἂν χορδὴν ψήλειε, κἄν τι γενέσθαι δέῃ, ἀπόχρη δόξαι, καὶ πέπρακται. οἱ δὲ ἄρχοντες οἱ πεμπόμενοι ἐπὶ τὰς πόλεις τε καὶ τὰ ἔθνη τῶν μὲν ὑφʼ ἑαυτοῖς ἕκαστοι ἄρχοντές εἰσι, τὰ δὲ πρὸς αὑτούς τε καὶ πρὸς ἀλλήλους ὁμοίως ἅπαντες ἀρχόμενοι. καὶ δὴ καὶ τοῦτο φαίη τις ἂν αὐτοὺς τῶν ἀρχομένων διαφέρειν, ὅτι πρῶτοι δεικνύουσιν ὅπως ἄρχεσθαι προσῆκε· τοσοῦτος ἅπασιν ἐνέστακται φόβος τοῦ μεγάλου ἄρχοντος καὶ τὰ πάντα </p></div></div></body></text></TEI>