<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="203"><p> περιφοιτᾶν τῆς ἀρχῆς ἑκόντα τε καὶ ἄκοντα, εἰ μέλλοι βασιλεύειν, ὁρῶντα εἰς τὴν βύρσαν, ὡς ἐφʼ ἃ μὲν αὐτῆς βαίνοι ταπεινὰ ἐγίγνετο καὶ τῆς γῆς ἔψαυεν, ἀφʼ ὧν δὲ ἀπαλλάττοιτο, αὖθις ἀνίστατο καὶ πάλιν πατοῦντος ἐταπεινοῦτο. μετανάσται τινὲς βασιλεῖς καὶ Σκυθῶν τῶν νομάδων τοσοῦτον διέφερον, ὅσον οὐκ ἐφʼ ἁμαξῶν περιῄεσαν, ἀλλʼ ἐφʼ ἁρμαμαξῶν· νομάδες τινὲς βασιλεῖς καὶ πλάνητες διὰ τὴν ἀπιστίαν καὶ τὸν φόβον τῆς ἐν ταὐτῷ καθέδρας, πιέζοντες ὡς ἀληθῶς ὥσπερ τινὰ βύρσαν τὴν ἑαυτῶν χώραν καὶ τούτῳ κρατοῦντες νῦν μὲν Βαβυλῶνα, πάλιν δὲ Σοῦσα, εἶτα Ἐκβάτανα, οὐχ ὅπως ἂν ἀεὶ κατέχειν εἰδότες οὐδὲ τημελοῦντες ὥσπερ νομεῖς. καὶ γὰρ τοιαῦτα ἦν ὡς ἀληθῶς, ὥσπερ ἀπιστούντων μὴ αὑτῶν εἶναι τὴν ἀρχήν. οὐ γὰρ ὡς οἰκείων ἐφρόντιζον, οὐδὲ ηὖξον εἰς <pb xml:id="v.1.p.331"/> κάλλος καὶ μέγεθος οὔτε τὰς πόλεις οὔτε τὰς χώρας, ἀλλʼ ὥσπερ οἱ εἰς μὴ προσήκοντα ἐμπεσόντες αἰσχρῶς καὶ κακῶς ἀνήλισκον, τοῦτο ζητοῦντες, ὅπως ἀσθενεστάτων ἄρξουσι, καὶ ὥσπερ ὑπὲρ μιαιφονιῶν ἁμιλλώμενοι πρὸς ἀλλήλους ὁ δεύτερος ἀεὶ τὸν πρότερον κατὰ τοὺς πεντάθλους ὑπερβαλεῖν ἐπειρᾶτο. καὶ ἦν ἀγώνισμα ὡς πλείστους ἀποσφάξαι καὶ ὡς πλείστους ἀναστάτους ποιῆσαι οἴκους καὶ δήμους καὶ ὅρκους ὡς πλείστους ψεύσασθαι· ταῦτά τε δὴ τῆς περιβλέπτου δυνάμεως ἀπέλαυον καὶ ἃ τούτοις αὖ παρέπεσθαι φύσεως νόμος διέταξε, μίση καὶ ἐπιβουλὰς ἐκ τῶν οὕτω διατεθειμένων καὶ ἀποστάσεις καὶ μάχας ἐν ἀλλήλοις καὶ συνεχεῖς ἔριδας καὶ ἀπαύστους φιλονεικίας. αὐτοὶ μὲν δὴ ταῦτα ἀπέλαυον, ὥσπερ ἐκ κατάρας μᾶλλον ἄρχοντες ἢ κατʼ εὐχὴν, οἱ δὲ ἀρχόμενοι πάντα ἃ τοὺς ὑπὸ τῶν τοιούτων ἀρχομένους ἀνάγκη, σχεδὸν δέ τι καὶ προείρηται. φοβερὸν μὲν γὰρ ἦν γονεῦσι παιδὸς εὐμορφία, φοβερὸν δὲ γυναικὸς ἀνδρί· ἔδει δὲ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="204"><p>ἀπολωλέναι οὐ τὸν πλεῖστα ἀδικήσαντα, ἀλλὰ τὸν πλεῖστα κεκτημένον. πόλεων δὲ ἀναιρέσεις καὶ κατασκαφαὶ τότε πλείους ἢ νῦν ὀλίγου δέω λέγειν εἰσὶν οἰκισμοί. ῥᾷον δὲ ἦν πολεμοῦντα ἢ ὑπακούοντα σωθῆναι, ἐν μὲν γὰρ ταῖς μάχαις ῥᾳδίως ἡττῶντο, ἐν δὲ ταῖς ἐξουσίαις οὐ μετρίως ὕβριζον· καὶ τοὺς μὲν θεραπεύοντας ὡς δούλους ὑπερεώρων, τοὺς δὲ ἐλευθέρους ὡς ἐχθροὺς ἐκόλαζον, ἐξ ὧν μισοῦντές τε καὶ μισούμενοι διῆγον. καὶ γὰρ οὖν πολλάκις τοὺς ὑπηκόους μᾶλλον τῶν πολεμίων ἐδεδοίκεισαν, τὰ <pb xml:id="v.1.p.332"/> πλείω διαλλακτῇ τῷ πολέμῳ χρώμενοι. αἴτιον δʼ ἦν, οὔτε ἐκεῖνοι ἄρχειν ἠπίσταντο οὔτε οἱ ἀρχόμενοι τὸ ἀκόλουθον ἀπεπλήρουν. οὐ γὰρ ἔνεστιν ἄρχεσθαι καλῶς, ὅταν κακῶς οἱ ἄρχοντες ἄρχωσιν. οὔπω γὰρ ἥ τε ἀρχὴ καὶ τὸ δεσπόζειν διῄρητο, ἀλλʼ ἦν ἴσον βασιλεὺς καὶ δεσπότης. οὐκοῦν εἰκότως οὐδʼ ἐπὶ μεγάλα προῆλθον, οὐ γὰρ πρόεισιν οἴκου περαιτέρω τοῦτο τοὔνομα, ὅταν δʼ εἰς πόλεις τε καὶ ἔθνη ἀφίκηται, ῥᾳδίως παύεται. Ἀλέξανδρος δʼ αὖ ὁ τὴν μεγάλην ἀρχὴν μέχρι τῆς ὑμετέρας κτησάμενος καὶ καταδραμὼν τὴν γῆν ὡς ἀληθῶς δὴ κτησαμένῳ βασιλείαν μᾶλλον ἔοικεν ἢ βασιλεύσαντι. ὥσπερ γὰρ ἂν εἴ τις ἰδιώτης συγκτήσαιτο μὲν γῆν πολλὴν καὶ ἀγαθὴν, πρὶν δὲ λαβεῖν ἀπʼ αὐτῆς τοὺς καρποὺς τελευτήσειεν, ὣς δὲ κἀκείνῳ μοι δοκεῖ συμβῆναι. προῆλθε μὲν γὰρ ἐπὶ πλεῖστον τῆς γῆς καὶ τοὺς ἀντιστάντας ἅπαντας κατέστραπτο καὶ τῶν χαλεπῶν ἁπάντων ἀκριβῶς ἀπέλαυσε· καταστήσασθαι δʼ οὐκ ἠδυνήθη τὴν ἀρχὴν οὐδʼ ἐπιθεῖναι πέρας τοῖς πεπονημένοις, ἀλλʼ ἀπέθανεν ἐν μέσῃ τῇ τῶν πραγμάτων πορείᾳ. ὥστʼ ἐκεῖνον μὲν μάχας ἄν τις φαίη πλείστας κατορθῶσαι, βασιλεῦσαι δὲ ἐλάχιστα, καὶ γενέσθαι μὲν ἀγωνιστὴν μέγαν περὶ βασιλείας, ἀπολαῦσαι δʼ οὐδὲν ἄξιον τῆς διανοίας καὶ τῆς τέχνης, ἀλλὰ παθεῖν παραπλήσιον ὥσπερ ἂν εἴ <pb xml:id="v.1.p.333"/> τις τὸν Ὀλυμπικὸν ἀγῶνα ἀγωνιζόμενος καὶ κρατήσας τοὺς ἀντιπάλους, εἶτα ἐπαποθάνοι τῇ νίκῃ, πρὶν εὖ καὶ καλῶς </p></div></div></body></text></TEI>