τοῦτο μὲν δὴ τὴν Περσῶν ἀρχὴν σκεψώμεθα, ἣ πάνυ ποτὲ ἐν τοῖς Ἕλλησιν ἐβεβόητο, καὶ μέγαν παρέσχετο ἐπώνυμον καλεῖσθαι τὸν ἔχοντα αὐτὴν βασιλέα—τὰς γὰρ πρὸ αὐτῆς φαυλοτέρας οὔσας ἐάσω· —καὶ πάντα ἴδωμεν ἑξῆς, τό τε μέγεθος καὶ τὰ γιγνόμενα ἐπʼ αὐτῆς. δεῖ γὰρ οὖν καὶ τοῦτο συνεξετάζειν, ὅπως αὐτοί τε ἀπέλαυον ὧν ἐκέκτηντο καὶ τοὺς ἀρχομένους παρεσκεύαζον. πρῶτον μὲν τοίνυν, ὅπερ νῦν ὑμῖν τὸ Ἀτλαντικὸν πέλαγος δύναται, τοῦτʼ ἦν ἁπλῶς τότε τῷ βασιλεῖ θάλαττα· ἐνταῦθα ὡρίζετο αὐτῷ ἡ ἀρχὴ, ὥστε Ἴωνας καὶ Αἰολέας ἐν πέρασι γῆς εἶναι τῆς ἐκείνου. εἰς δέ γε τὴν Ἑλλάδα διαβῆναί ποτε ἐπιχειρήσας ὁ τῶν ἀπὸ ἡλίου ἀνίσχοντος μέχρι δυομένου βασιλεὺς τοσοῦτον ἐθαυμάσθη, ὅσον μεγάλως ἠτύχησε· καὶ τοῦτο ἐπίδειγμα ἐποιήσατο τῆς αὑτοῦ λαμπρότητος, ὅτι πολλῶν καὶ μεγάλων ἔσχε στερηθῆναι. ὁ δὴ τῆς μὲν Ἑλλάδος τοσοῦτον ἀποσχὼν τοῦ κρατῆσαι, Ἰωνίαν δὲ ἔχων ἐν ἐσχατιαῖς, ἦ που οὐκ εἰς δίσκου φορὰν λέλειπται τῆς ὑμετέρας ἀρχῆς, ἢ ὅσον τόξευμα ἐξικνεῖται, ἀλλὰ τῷ ἡμίσει παντὶ τῆς οἰκουμένης, καὶ πρὸς αὐτῇ τῇ θαλάττῃ. οὐ τοίνυν οὐδὲ μέχρι τούτων τῶν ὅρων ἐκεῖνός γε κυρίως ἀεὶ βασιλεὺς, ἀλλʼ ὅπως ἢ Ἀθηναῖοι δυνάμεως, ἢ Λακεδαιμόνιοι ἔχοιεν τύχης, νῦν μὲν ἕως Ἰώνων καὶ Αἰολέων καὶ θαλάττης βασιλεὺς, πάλιν δὲ οὐκέτι Ἰώνων, οὐδὲ ἕως θαλάττης, ἀλλʼ ἄχρι Λυδῶν, οὐχ ὁρῶν θάλατταν ἐκ τῶν πρὸς ἑσπέραν Κυανέων, ἀτεχνῶς ὥσπερ ἐν παίδων παιδιᾷ βασιλεὺς ὢν, ἄνω μένων, πάλιν κατιὼν, τῶν συγχωρησόντων βασιλεύειν δεόμενος. ἐδήλωσε δὲ ἡ σὺν Ἀγησιλάῳ δύναμις καὶ πρὸ ἐκείνου ἡ τῶν σὺν Κλεάρχῳ μυρίων, ἡ μὲν ἕως Φρυγίας ὡς διʼ οἰκείας διελθοῦσα, ἡ δὲ ὑπὲρ τὸν Εὐφράτην ὡς διʼ ἐρημίας ἀφικομένη. ἅ γε μὴν ἀπέλαυον τῆς ἀρχῆς κατὰ τὴν Οἰβάρου σοφίαν, ὃς πρῶτος εἰπεῖν λέγεται Κύρῳ δυσχεραίνοντι τὴν πολλὴν πλάνην δεῖν αὐτὸν καὶ ἀνάγκην εἶναι πανταχοῖ περιφοιτᾶν τῆς ἀρχῆς ἑκόντα τε καὶ ἄκοντα, εἰ μέλλοι βασιλεύειν, ὁρῶντα εἰς τὴν βύρσαν, ὡς ἐφʼ ἃ μὲν αὐτῆς βαίνοι ταπεινὰ ἐγίγνετο καὶ τῆς γῆς ἔψαυεν, ἀφʼ ὧν δὲ ἀπαλλάττοιτο, αὖθις ἀνίστατο καὶ πάλιν πατοῦντος ἐταπεινοῦτο. μετανάσται τινὲς βασιλεῖς καὶ Σκυθῶν τῶν νομάδων τοσοῦτον διέφερον, ὅσον οὐκ ἐφʼ ἁμαξῶν περιῄεσαν, ἀλλʼ ἐφʼ ἁρμαμαξῶν· νομάδες τινὲς βασιλεῖς καὶ πλάνητες διὰ τὴν ἀπιστίαν καὶ τὸν φόβον τῆς ἐν ταὐτῷ καθέδρας, πιέζοντες ὡς ἀληθῶς ὥσπερ τινὰ βύρσαν τὴν ἑαυτῶν χώραν καὶ τούτῳ κρατοῦντες νῦν μὲν Βαβυλῶνα, πάλιν δὲ Σοῦσα, εἶτα Ἐκβάτανα, οὐχ ὅπως ἂν ἀεὶ κατέχειν εἰδότες οὐδὲ τημελοῦντες ὥσπερ νομεῖς. καὶ γὰρ τοιαῦτα ἦν ὡς ἀληθῶς, ὥσπερ ἀπιστούντων μὴ αὑτῶν εἶναι τὴν ἀρχήν. οὐ γὰρ ὡς οἰκείων ἐφρόντιζον, οὐδὲ ηὖξον εἰς κάλλος καὶ μέγεθος οὔτε τὰς πόλεις οὔτε τὰς χώρας, ἀλλʼ ὥσπερ οἱ εἰς μὴ προσήκοντα ἐμπεσόντες αἰσχρῶς καὶ κακῶς ἀνήλισκον, τοῦτο ζητοῦντες, ὅπως ἀσθενεστάτων ἄρξουσι, καὶ ὥσπερ ὑπὲρ μιαιφονιῶν ἁμιλλώμενοι πρὸς ἀλλήλους ὁ δεύτερος ἀεὶ τὸν πρότερον κατὰ τοὺς πεντάθλους ὑπερβαλεῖν ἐπειρᾶτο. καὶ ἦν ἀγώνισμα ὡς πλείστους ἀποσφάξαι καὶ ὡς πλείστους ἀναστάτους ποιῆσαι οἴκους καὶ δήμους καὶ ὅρκους ὡς πλείστους ψεύσασθαι· ταῦτά τε δὴ τῆς περιβλέπτου δυνάμεως ἀπέλαυον καὶ ἃ τούτοις αὖ παρέπεσθαι φύσεως νόμος διέταξε, μίση καὶ ἐπιβουλὰς ἐκ τῶν οὕτω διατεθειμένων καὶ ἀποστάσεις καὶ μάχας ἐν ἀλλήλοις καὶ συνεχεῖς ἔριδας καὶ ἀπαύστους φιλονεικίας. αὐτοὶ μὲν δὴ ταῦτα ἀπέλαυον, ὥσπερ ἐκ κατάρας μᾶλλον ἄρχοντες ἢ κατʼ εὐχὴν, οἱ δὲ ἀρχόμενοι πάντα ἃ τοὺς ὑπὸ τῶν τοιούτων ἀρχομένους ἀνάγκη, σχεδὸν δέ τι καὶ προείρηται. φοβερὸν μὲν γὰρ ἦν γονεῦσι παιδὸς εὐμορφία, φοβερὸν δὲ γυναικὸς ἀνδρί· ἔδει δὲ ἀπολωλέναι οὐ τὸν πλεῖστα ἀδικήσαντα, ἀλλὰ τὸν πλεῖστα κεκτημένον. πόλεων δὲ ἀναιρέσεις καὶ κατασκαφαὶ τότε πλείους ἢ νῦν ὀλίγου δέω λέγειν εἰσὶν οἰκισμοί. ῥᾷον δὲ ἦν πολεμοῦντα ἢ ὑπακούοντα σωθῆναι, ἐν μὲν γὰρ ταῖς μάχαις ῥᾳδίως ἡττῶντο, ἐν δὲ ταῖς ἐξουσίαις οὐ μετρίως ὕβριζον· καὶ τοὺς μὲν θεραπεύοντας ὡς δούλους ὑπερεώρων, τοὺς δὲ ἐλευθέρους ὡς ἐχθροὺς ἐκόλαζον, ἐξ ὧν μισοῦντές τε καὶ μισούμενοι διῆγον. καὶ γὰρ οὖν πολλάκις τοὺς ὑπηκόους μᾶλλον τῶν πολεμίων ἐδεδοίκεισαν, τὰ πλείω διαλλακτῇ τῷ πολέμῳ χρώμενοι. αἴτιον δʼ ἦν, οὔτε ἐκεῖνοι ἄρχειν ἠπίσταντο οὔτε οἱ ἀρχόμενοι τὸ ἀκόλουθον ἀπεπλήρουν. οὐ γὰρ ἔνεστιν ἄρχεσθαι καλῶς, ὅταν κακῶς οἱ ἄρχοντες ἄρχωσιν. οὔπω γὰρ ἥ τε ἀρχὴ καὶ τὸ δεσπόζειν διῄρητο, ἀλλʼ ἦν ἴσον βασιλεὺς καὶ δεσπότης. οὐκοῦν εἰκότως οὐδʼ ἐπὶ μεγάλα προῆλθον, οὐ γὰρ πρόεισιν οἴκου περαιτέρω τοῦτο τοὔνομα, ὅταν δʼ εἰς πόλεις τε καὶ ἔθνη ἀφίκηται, ῥᾳδίως παύεται. Ἀλέξανδρος δʼ αὖ ὁ τὴν μεγάλην ἀρχὴν μέχρι τῆς ὑμετέρας κτησάμενος καὶ καταδραμὼν τὴν γῆν ὡς ἀληθῶς δὴ κτησαμένῳ βασιλείαν μᾶλλον ἔοικεν ἢ βασιλεύσαντι. ὥσπερ γὰρ ἂν εἴ τις ἰδιώτης συγκτήσαιτο μὲν γῆν πολλὴν καὶ ἀγαθὴν, πρὶν δὲ λαβεῖν ἀπʼ αὐτῆς τοὺς καρποὺς τελευτήσειεν, ὣς δὲ κἀκείνῳ μοι δοκεῖ συμβῆναι. προῆλθε μὲν γὰρ ἐπὶ πλεῖστον τῆς γῆς καὶ τοὺς ἀντιστάντας ἅπαντας κατέστραπτο καὶ τῶν χαλεπῶν ἁπάντων ἀκριβῶς ἀπέλαυσε· καταστήσασθαι δʼ οὐκ ἠδυνήθη τὴν ἀρχὴν οὐδʼ ἐπιθεῖναι πέρας τοῖς πεπονημένοις, ἀλλʼ ἀπέθανεν ἐν μέσῃ τῇ τῶν πραγμάτων πορείᾳ. ὥστʼ ἐκεῖνον μὲν μάχας ἄν τις φαίη πλείστας κατορθῶσαι, βασιλεῦσαι δὲ ἐλάχιστα, καὶ γενέσθαι μὲν ἀγωνιστὴν μέγαν περὶ βασιλείας, ἀπολαῦσαι δʼ οὐδὲν ἄξιον τῆς διανοίας καὶ τῆς τέχνης, ἀλλὰ παθεῖν παραπλήσιον ὥσπερ ἂν εἴ τις τὸν Ὀλυμπικὸν ἀγῶνα ἀγωνιζόμενος καὶ κρατήσας τοὺς ἀντιπάλους, εἶτα ἐπαποθάνοι τῇ νίκῃ, πρὶν εὖ καὶ καλῶς τῇ κεφαλῇ στέφανον ἁρμόσαι. ποίους γὰρ νόμους ἑκάστοις διέθηκεν; ἢ ποίας συντάξεις διηνεκεῖς χρημάτων ἢ στρατιωτῶν ἢ νεῶν ἐποιήσατο; ἢ ποίᾳ συνήθει διοικήσει τὰ πράγματα ἤγαγεν αὐτομάτως προϊούσῃ χρόνων τακταῖς περιόδοις; ποῖα πολιτεύματα ἐπολιτεύσατο ἐν τοῖς ἀρχομένοις; ὃ δὲ καὶ μόνον ἄξιον τῆς ἑαυτοῦ φύσεως ἔργον καὶ μνημεῖον κατέλιπε, πρὸς Αἰγύπτῳ τὴν ἐπώνυμον πόλιν, ταύτην εὖ ποιῶν ὑμῖν ᾤκισεν, ὅπως ἔχοιτε καὶ τῆς μεγίστης μετὰ τὴν ὑμετέραν κρατοίητε. ὥστε Πέρσας μὲν κατέλυσεν ἄρχοντας, αὑτοῦ δʼ ἐγγύτατα οὐκ ἦρξεν. ἐπεί γε μὴν ἐκεῖνος ἐτελεύτησεν, εὐθὺς μὲν ἐσχίσθησαν εἰς μυρία οἱ Μακεδόνες, ἔργῳ δείξαντες ὑπὲρ αὑτοὺς εἶναι τὴν ἀρχὴν, κατέχειν τε οὐδὲ τὴν αὑτῶν ἔτι ἠδύναντο, ἀλλʼ εἰς τοῦτο τύχης ἀφίκοντο ὥστε ἠναγκάσθησαν τὴν σφετέραν αὐτῶν ἐκλιπεῖν, ἵνα τῆς ἀλλοτρίας ἄρχωσιν, ὥσπερ ἐξῳκισμένοι μᾶλλον ἢ κρατεῖν δυνάμενοι, καὶ ἦν ὥσπερ αἴνιγμα, Μακεδόνες οὐκ ἐν Μακεδονίᾳ, ἀλλʼ οὗ δύναιντο βασιλεύοντες ἕκαστοι, ὥσπερ φρουροὶ μᾶλλον τῶν πόλεων καὶ τῶν χωρίων ὄντες ἢ ἄρχοντες, ἀνάστατοί τινες βασιλεῖς, οὐχ ὑπὸ τοῦ μεγάλου βασιλέως, ἀλλʼ ὑφʼ ἑαυτῶν αὐτοὶ γεγενημένοι, εἰ δὲ οἷόν τʼ εἰπεῖν, ἐοικότες σατράπαις ἐρήμοις βασιλέως. καίτοι τὴν τοιαύτην κατάστασιν πότερον λῃστείᾳ μᾶλλον ἢ βασιλείᾳ προσεοικέναι φήσομεν; νῦν δὲ ὅροι μὲν δήπουθεν οὐ μεμπτοὶ τῆς ἀρχῆς ἐκτέτανται, οὐδʼ ὥστε εἶναι μέτρῳ λαβεῖν τὸ ἐντὸς αὐτῶν. ἀλλʼ οὗ μὲν τότε ὡρίζετο τοῦ Πέρσου ἡ ἀρχὴ, ἐντεῦθεν ἀρξαμένῳ βαδίζειν πρὸς ἑσπέραν πολὺ πλείων ἐστὶν ἡ λοιπὴ τῆς ἐκείνου πάσης. ἐκφεύγει δὲ ὑμᾶς οὐδὲν, οὐ πόλις, οὐκ ἔθνος, οὐ λιμὴν, οὐ χωρίον, πλὴν εἴ τινων ἄρα ἀχρηστίαν κατέγνωτε. ἐρυθρά τε θάλαττα καὶ Νείλου καταρράκται καὶ λίμνη Μαιῶτις, ἃ τοῖς πρότερον ἐν πέρασι γῆς ἠκούετο, ἴσα καὶ αὐλῆς ἑρκία τῇδε τῇ πόλει. ὅν γε μὴν ἠπίστουν τινὲς τῶν λογοποιῶν μηδʼ εἶναι τὸ παράπαν Ὠκεανὸν, μηδὲ περιρρεῖν τὴν γῆν, ποιητὰς δʼ εὑρόντας τοὔνομα ψυχαγωγίας ἕνεκα εἰς ποίησιν θεῖναι, τοῦτον οὕτως καλῶς ἀνεύρετε ὥστε οὐδὲ ἡ ἐνταῦθα νῆσος ὑμᾶς διέφυγε. τοσαύτη δὲ οὖσα καὶ τηλικαύτη τὸ μέγεθος ἡ ἀρχὴ πολὺ μείζων ἐστὶ τῇ ἀκριβείᾳ ἢ τῷ κύκλῳ τῆς χώρας. οὐ γὰρ Μυσοὶ τὴν βασιλείαν ἔχουσιν οὐδὲ Σάκαι οὐδὲ Πισίδαι οὐδʼ ἄλλοι μέσοι, οἱ μὲν βίᾳ εἰσῳκισμένοι, οἱ δὲ ἀποστάντες, ληφθῆναι δʼ οὐ δυνάμενοι, οὐδʼ ἀκούει μὲν ἡ βασιλέως γῆ, ἔστι δὲ πάντων τῶν ἔχειν αὐτὴν δυναμένων, οὐδὲ σατράπαι μάχονται πρὸς ἀλλήλους ὥσπερ οὐκ ὄντος αὐτοῖς βασιλέως, οὐδὲ πόλεις αἱ μὲν πρὸς τούτους, αἱ δὲ πρὸς ἐκείνους διίστανται, καὶ εἰς μὲν τὰς ἐκπέμπονται φρουροὶ, ἐκ δὲ τῶν ἐκπίπτουσιν, ἀλλʼ ὥσπερ αὐλῆς περίβολος ἐκκεκαθαρμένος, οὕτως ἅπασα ἡ οἰκουμένη χοροῦ ἀκριβέστερον ἓν φθέγγεται, συνευχομένη μένειν τὸν ἅπαντα αἰῶνα τήνδε τὴν ἀρχήν· οὕτως καλῶς ὑπὸ τοῦδε τοῦ κορυφαίου ἡγεμόνος συγκροτεῖται. ὑπὸ πάντων δὲ πανταχοῦ ἴσον ἄρχεται, καὶ οἱ μὲν ἐν τοῖς ὄρεσι κατῳκισμένοι ταπεινότεροι τῶν ἐν τοῖς κοιλοτάτοις πεδίοις πρός γε τὸ μὴ ἀντιτάττεσθαι, οἱ δὲ τῶν πεδίων τῶν εὐδαιμόνων κληροῦχοί τε καὶ οἰκήτορες ὑμέτεροι γεωργοί. ἤπειρος δὲ καὶ νῆσος οὐδὲν ἐπιδιακέκριται, ἀλλʼ ὥσπερ μία χώρα συνεχὴς καὶ ἓν φῦλον ἅπαντα ὑπακούει σιωπῇ. πάντα δὲ ἐξ ἐπιτάγματος καὶ νεύματος τελεῖται ῥᾷον ἤ τις ἂν χορδὴν ψήλειε, κἄν τι γενέσθαι δέῃ, ἀπόχρη δόξαι, καὶ πέπρακται. οἱ δὲ ἄρχοντες οἱ πεμπόμενοι ἐπὶ τὰς πόλεις τε καὶ τὰ ἔθνη τῶν μὲν ὑφʼ ἑαυτοῖς ἕκαστοι ἄρχοντές εἰσι, τὰ δὲ πρὸς αὑτούς τε καὶ πρὸς ἀλλήλους ὁμοίως ἅπαντες ἀρχόμενοι. καὶ δὴ καὶ τοῦτο φαίη τις ἂν αὐτοὺς τῶν ἀρχομένων διαφέρειν, ὅτι πρῶτοι δεικνύουσιν ὅπως ἄρχεσθαι προσῆκε· τοσοῦτος ἅπασιν ἐνέστακται φόβος τοῦ μεγάλου ἄρχοντος καὶ τὰ πάντα