<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="199"><p> ἀκριβῶς καταθεάσαιτο ἀπὸ ποίας τοιαύτης σκοπιᾶς; ὅπερ γὰρ ἐπὶ τῆς χιόνος Ὅμηρος ἔφη, χυθεῖσαν αὐτὴν Ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους καλύπτειν καὶ πεδία λωτεῦντα καὶ ἀνδρῶν πίονα ἔργα, καί τʼ ἐφʼ ἁλὸς πολιῆς, φησὶ, κέχυται λιμέσιν τε καὶ ἀκταῖς, τοῦτο ἄρα καὶ ἥδʼ ἡ πόλις· καλύπτει μὲν ἄκρους πρώονας, καλύπτει δὲ τὴν ἐν μέσῳ γῆν, καταβαίνει δὲ καὶ μέχρι θαλάττης, οὗ τὸ κοινὸν ἀνθρώπων ἐμπόριον καὶ ἡ κοινὴ τῶν ἐν γῇ φυομένων διοίκησις· ὅπου δέ τις αὐτῆς γίγνοιτο, οὐδέν ἐστι τὸ κωλῦον ὁμοίως εἶναι ἐν μέσῳ. καὶ μὲν δὴ οὐκ ἐπιπολῆς γε κέχυται, ἀλλʼ ἀτεχνῶς πολὺ ὑπὲρ τὸ παράδειγμα ἐπὶ πλεῖστον ἄνω ἥκει τοῦ ἀέρος, ὡς εἶναι μὴ χιόνος καταλήψει τὸ ὕψος προσεικάσαι, ἀλλὰ μᾶλλον αὐτοῖς τοῖς <pb xml:id="v.1.p.324"/> πρώοσι. καὶ ὥσπερ τις ἀνὴρ πολὺ νικῶν τοὺς ἄλλους μεγέθει τε καὶ ῥώμῃ οὐκ ἀγαπᾷ μὴ καὶ ἄλλους ὑπὲρ αὑτὸν ἀράμενος φέρειν, ὣς δὲ καὶ ἥδε ἐπὶ τοσαύτης γῆς ᾠκισμένη οὐκ ἀγαπᾷ, ἀλλʼ ἑτέρας ἰσομετρήτους ὑπὲρ αὑτὴν ἀραμένη φέρει ἄλλας ἐπʼ ἄλλαις. ὣς ἄρα ἐπώνυμον αὐτῇ τοὔνομα καὶ οὐδὲν ἀλλʼ ἢ ῥώμη τὰ τῇδε. ὥστʼ εἴ τις αὐτὴν ἐθελήσειε καθαρῶς ἀναπτύξαι καὶ τὰς νῦν μετεώρους πόλεις ἐπὶ γῆς ἐρείσας θεῖναι ἄλλην παρʼ ἄλλην, ὅσον νῦν Ἰταλίας διαλεῖπόν ἐστιν, ἀναπληρωθῆναι τοῦτο πᾶν ἄν μοι δοκεῖ καὶ γενέσθαι πόλις συνεχὴς μία ἐπὶ τὸν Ἰόνιον τείνουσα. τοσαύτη δὲ οὖσα, ὅσην ἐγὼ μὲν οὐδὲ νῦν ἴσως ἀρκούντως ἐνεδειξάμην, ὀφθαλμοὶ δʼ ἄμεινον μαρτυροῦσιν, οὐχ ὥσπερ ἐπὶ τῶν ἄλλων εἰπεῖν, ὡς ἐνταῦθα ἕστηκεν, οὐδʼ ὅ τις εἶπε περὶ τῆς Ἀθηναίων καὶ Λακεδαιμονίων πόλεως, λέγων τῶν μὲν τὸ μέγεθος διπλάσιον ἢ κατὰ τὴν δύναμιν, τῶν δὲ πολὺ τῆς δυνάμεως ἔλαττον ἂν φανῆναι τὸ μέγεθος, ἀπείη δὲ τὸ βλάσφημον τοῦ παραδείγματος, τοῦτο ἄν τις φαίη καὶ περὶ τῆσδε τῆς πάντα μεγάλης, ὡς ἄρα οὐκ ἀκόλουθον τὴν δύναμιν τῷ τοσούτῳ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="200"><p> μεγέθει κατεσκευάσατο. ἀλλʼ ἔστιν εἰς μὲν τὴν ὅλην <pb xml:id="v.1.p.325"/>ἀρχὴν βλέψαντα μηκέτι τὴν πόλιν θαυμάζειν, πολλοστὸν μέρος τῆς ἁπάσης ἄρχειν νομίσαντα γῆς, εἰς δʼ αὐτὴν τὴν πόλιν καὶ τοὺς τῆς πόλεως ὅρους ἰδόντα μηκέτι θαυμάζειν, εἰ ὑπὸ τοσαύτης ἄρχεται πᾶσα ἡ οἰκουμένη. ὅπερ γάρ τις ἔφη τῶν λογοποιῶν περὶ τῆς Ἀσίας, λέγων ὅσην ὁ ἥλιος πορεύεται, ταύτης πάσης ἄρχειν ἄνδρα ἕνα, — οὐκ ἀληθῆ λέγων, εἰ μὴ πᾶσαν Λιβύην καὶ τὴν Εὐρώπην ἐξαίρετον ἐποιεῖτο τῶν ἡλίου δυσμῶν τε καὶ ἀνατολῶν— τοῦτο νῦν ἐξενίκησεν ἀληθὲς εἶναι, τὴν ἴσην τε ἡλίου πορείαν εἶναι κτῆσιν ὑμετέραν καὶ τὸν ἥλιον διὰ τῆς ὑμετέρας πορεύεσθαι. οὐ γὰρ σκόπελοι θαλάττιοι, οὐδὲ Χελιδονέαι καὶ Κυανέαι τὴν ὑμετέραν ἀρχὴν ὁρίζουσιν, οὐδʼ ἵππου δρόμος ἡμερήσιος ἐπὶ θάλατταν, οὐδʼ ἐπὶ τακτοῖς <pb xml:id="v.1.p.326"/> ὅροις βασιλεύετε, οὐδʼ ἕτερος προαγορεύει μέχρι οὗ δεῖ κρατεῖν, ἀλλʼ ἡ μὲν θάλαττα ὥσπερ ζώνη τις ἐν μέσῳ τῆς οἰκουμένης ὁμοίως καὶ τῆς ὑμετέρας ἡγεμονίας τέταται. περὶ δὲ αὐτὴν αἱ ἤπειροι μεγάλαι μεγαλωστὶ κέκλινται, πρὸς ὑμᾶς ἀεί τι ἐνθένδε πληροῦσαι. ἄγεται δὲ ἐκ πάσης γῆς καὶ θαλάττης ὅσα ὧραι φύουσι καὶ χῶραι ἕκασται φέρουσι καὶ ποταμοὶ καὶ λίμναι καὶ τέχναι Ἑλλήνων καὶ βαρβάρων. ὥστε εἴ τις ταῦτα πάντα ἐπιδεῖν βούλοιτο, δεῖ αὐτὸν ἢ πᾶσαν ἐπελθόντα τὴν οἰκουμένην οὕτω θεάσασθαι, ἢ ἐν τῇδε τῇ πόλει γενόμενον. ὅσα γὰρ παρʼ ἑκάστοις φύεται καὶ κατασκευάζεται, οὐκ ἔστιν ὡς οὐκ ἐνταῦθα ἀεὶ καὶ περιττεύει. τοσαῦται δʼ ἀφικνοῦνται δεῦρο κομίζουσαι παρὰ πάντων ὁλκάδες ἀνὰ πᾶσαν μὲν ὥραν, πᾶσαν δὲ φθινοπώρου περιτροπὴν, ὥστʼ ἐοικέναι τὴν πόλιν κοινῷ τινι τῆς γῆς ἐργαστηρίῳ. φόρτους μὲν ἀπʼ Ἰνδῶν, εἰ βούλει δὲ, καὶ τῶν εὐδαιμόνων Ἀράβων, τοσούτους ὁρᾶν ἔξεστιν ὥστε εἰκάζειν γυμνὰ τὸ λοιπὸν τοῖς ἐκεῖ λελεῖφθαι τὰ δένδρα καὶ δεῦρο δεῖν ἐκείνους ἐλθεῖν, ἐάν του δέωνται, τῶν σφετέρων μεταιτήσοντας· ἐσθῆτας δὲ </p></div></div></body></text></TEI>