<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="197"><p>ἔθος τοῖς πλέουσι καὶ ὁδοιποροῦσιν εὐχὰς ποιεῖσθαι καθʼ ὧν ἂν ἕκαστος ἐπινοῇ. ποιητὴς μὲν οὖν ἤδη τις εἶπε σκώψας εὔξασθαι κατὰ χρυσόκερω λιβανωτοῦ. ἡμεῖς δὲ, ὦ ἄνδρες, παρὰ τὴν ὁδὸν τὴν ἐνταῦθα καὶ τὸν πλοῦν εὐχὴν ταύτην ἐποιησάμεθα, οὐκ ἄμουσον οὐδʼ ἐκμελῆ οὐδʼ ἄπο τῆς τέχνης, εἰ σωθείημεν, προσερεῖν ἐν τῷ μέσῳ τὴν πόλιν. κατὰ ἰσομετρήτου μὲν οὖν εὔξασθαι τῇ πόλει λόγου οὐκ ἐνῆν, ἀλλʼ ὡς ἀληθῶς εὐχῆς αὖ προσεδεῖτο ἑτέρας, ἴσως μὲν οὖν καὶ μείζονος, δυνηθῆναι τοιοῦτον ἆραι <pb xml:id="v.1.p.322"/>λόγον, ὅστις παρισώσεται τοσῷδε ὄγκῳ πόλεως· προσερεῖν γε μὴν ὑπεσχόμεθα, ὅπως ἂν δυνώμεθα, ἐπειδή γε καὶ ἄλλοι τὰ ἰσομέτρητα σφίσιν αὐτοῖς ἰσομέτρητα ποιοῦσιν αὖ καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2" n="198"><p> τοῖς θεοῖς. ἀλλʼ, ὦ ἄνδρες, οἱ τῆς μεγάλης ἔνοικοι πόλεως, εἴ τι μέτεστιν ὑμῖν προνοίας μὴ ἐμὲ ψεύσασθαι τὴν εὐχὴν, συνάρασθε τῷ τολμήματι, ἵνα τῶν ἐγκωμίων πρῶτον ἀρχόμενοι καὶ τοῦτο ἔχωμεν λέγειν ὅτι εὐθὺς μὲν τοιούτοις ἀνδράσιν ἐντυχεῖν ἦν, ὑφʼ ὧν τις, κἂν ἄμουσος ᾖ τὸ πρὶν, κατʼ Εὐριπίδην, ἐμμελής τε καὶ δεξιὸς εὐθὺς γίγνεται καὶ δύναται λέγειν καὶ περὶ τῶν μειζόνων ἢ καθʼ αὑτόν· τὴν δὲ πόλιν ᾁδουσι μὲν πάντες καὶ ᾁσονται, τοσούτῳ δὲ ἐλάττω ποιοῦσιν ἢ σιωπῶντες, ὅσῳ παρὰ μὲν τὴν σιωπὴν οὔτε μείζονα οὔτʼ ἐλάττονα ἔστι ποιῆσαι τῆς οὔσης, ἀλλʼ ἀκέραιος τῇ γνώσει μένει, οἱ δὲ λόγοι τοὐναντίον οὗ βούλονται ποιοῦσιν· ἐπαινοῦντες γὰρ οὐ δεικνύουσιν ἀκριβῶς ὃ θαυμάζουσιν, ἀλλʼ ὥσπερ ἂν εἴ τις ζωγράφος σῶμα καλὸν καὶ περίβλεπτον ἐπιχειρῶν δεῖξαι διὰ τέχνης, εἶτα ἀπολείποιτο, πᾶς τις ἂν φαίη δή που λυσιτελεῖν μὴ γράφειν, ἀλλʼ ἢ αὐτὸ ἰδεῖν ἐᾶν, ἢ μὴ δεικνύειν αὐτοῖς ἐπὶ τὸ χεῖρον μιμούμενον, ὣς δὲ καὶ περὶ ταύτης μοι δοκεῖ τῆς πόλεως ἔχειν· ἀφαιροῦσιν οἱ λόγοι τὰ πολλὰ τῶν θαυμάτων καὶ ποιεῖν δοκοῦσί μοι παραπλήσιον ὥσπερ ἂν εἴ τις στρατιᾶς πλῆθος ἐξαγγεῖλαι βουλόμενος, οἷον τῆς Ξέρξου, καὶ πάνυ δὴ θαυμάζων, εἶτα λέγοι μυρίους ἢ δισμυρίους στρατιώτας ἰδεῖν, ἵππον δὲ τόσην καὶ τόσην, οὐδὲ πολλοστὸν μέρος τοῦ παντὸς λέγων ἐν οἷς θαυμάζει. </p><pb xml:id="v.1.p.323"/><p rend="align(indent)">ἡ γὰρ δὴ πρώτη λόγου δύναμιν ἐξελέγξασα οὐκ ἐπὶ πᾶν ἐφικνουμένην ἥδε ἐστί· περὶ ἧς μὴ ὅτι εἰπεῖν κατὰ τὴν ἀξίαν ἔστιν, ἀλλʼ οὐδʼ ἰδεῖν ἀξίως αὐτὴν, ἀλλʼ ὡς ἀληθῶς Ἄργου τινὸς πανόπτου, μᾶλλον δὲ τοῦ κατέχοντος αὐτὴν πανόπτου θεοῦ δεῖ. τίς γὰρ ἂν τοσάσδε ὀρῶν κορυφὰς κατειλημμένας, ἢ πεδίων νομοὺς ἐκπεπολισμένους, ἢ γῆν τοσήνδε εἰς μιᾶς πόλεως ὄνομα συνηγμένην, εἶτα </p></div></div></body></text></TEI>