παραδείγματα; ἢ ποίοις ἂν λόγοις χρησάμενος βέλτιον ἂν παρακελεύσαιτο; ἀλλʼ ἐν ταῖς πανηγύρεσιν; ἀλλʼ αὐτὴ τούτων ἡγεμών. ἀλλʼ ἐν ταῖς ἐκκλησίαις καὶ τῇ τῶν κατὰ τὴν πόλιν διοικήσει; καὶ τίς δήμων αὐτὸς ὀξύτερος καὶ πραότερος, ἢ τίνες δημαγωγοὶ μᾶλλον ἄξιοι θαυμάσαι; ἀλλʼ ἐν τῇ τῶν λόγων ἀσκήσει καὶ τῆς λοιπῆς σοφίας; ἀλλʼ ἔτι καὶ νῦν ἐνταῦθα πάντες συνέρχονται· καὶ τὰ γένη τῶν φιλοσόφων οὐ τέθνηκε τῇ τῆς πόλεως ἀγαθῇ τύχῃ, χωρὶς τοῦ καὶ τοὺς ὅπου δὴ γῆς ἀναγκαίως ἔχειν ἅμα τῶν τε λόγων καὶ τῶν Ἀθηναίων μεμνῆσθαι, καὶ μηδέποτε ἐκβαλεῖν ἂν ἐκ τῆς ψυχῆς τὸ εἴδωλον, ὥσπερ ἐν κατόπτρῳ τοῖς λόγοις ἐμβλέποντας. καὶ γάρ τοι πᾶσι μὲν ἀνθρώποις οὕτως αἰδέσιμον τοὔνομα καὶ τοὔδαφος τῆς πόλεως ὡς οὐδὲν ἄλλο ἓν καὶ τὸ αὐτὸ καὶ οὔτʼ ἰδιῶται οὔτε βασιλεῖς μικρὰ ἄττα ἐτίμησαν, ἀλλʼ οὕτως ὥστʼ αὐτοὺς ἀγάλλεσθαι ταῖς ὑπερβολαῖς τῶν τιμῶν αἷς ἐπεδείκνυντο. φανερὰ δὲ καὶ ἡ παρʼ αὐτῶν τῶν θεῶν εὔνοια καὶ ψῆφος καὶ διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ τοῦ πατρῴου τῇ πόλει, θύειν τε ὑπὲρ τῶν Ἑλλήνων τὴν προηροσίαν κελευόντων καὶ μητρόπολιν τῶν καρπῶν αὐτὴν ἐπονομαζόντων, ἔτι δὲ στεφανηφορεῖν ἀξιούντων, ὡς διὰ βίου νικῶσαν. ἀετόν τε ἐν νεφέλαις αὐτὴν ὁ θεὸς καλεῖ πρὸς τἄλλα πολίσματα. μόνῃ δʼ, ὡς ἔοικε, ταύτῃ πόλεων δύο τἀναντία συμβέβηκε· πλεῖστά τε γὰρ καὶ κάλλιστʼ ἀνθρώποις εἴρηται περὶ ταύτης καὶ οὐκ ἔστιν ἥτις ἐλαττόνων τετύχηκε. πρὸ μὲν γὰρ τῶν ἄλλων τεθαύμασται, ἄξιον δʼ αὑτῆς οὐδὲν ἤκουσε. πρότερον μὲν οὖν ἠγάμην ἀκούων τὸ τῆς σοφίας πρυτανεῖον καὶ τὴν τῆς Ἑλλάδος ἑστίαν καὶ τὸ ἔρεισμα καὶ ὅσα τοιαῦτα εἰς τὴν πόλιν ᾔδετο, νῦν δέ μοι δοκεῖ πάντα ταῦτα εἴσω πίπτειν. ἀλλʼ εἴ τινα χρὴ πόλιν θεῶν ὕπαρχον ἢ συγγενῆ προσειπεῖν ἢ τῆς φύσεως τῆς ἀνθρωπείας εἰκόνα καὶ ὅρον, ἥδʼ ἄν μοι δοκεῖ δικαίως κληθῆναι. ἀνθʼ ὧν, ὦ ἄνδρες Ἕλληνες, οὔτε φθόνον εἰκὸς ἔχειν τῇ πόλει οὔθʼ ὑποχωροῦντας αἰσχύνεσθαι, ἀλλὰ συναύξειν ἐκ τῶν ἐνόντων καὶ φιλοτιμεῖσθαι. τῶν γὰρ Ἀθηναίων νικώντων, παρʼ ὑμῖν ἐστι τὸ νικᾶν. πάντας μὲν γὰρ ἁπάντων εἶναι ἀρίστους ἀδύνατον. ὥσπερ δὲ ὅταν στρατηγὸς προέχῃ, μετέχει τῆς δόξης ἡ πόλις, οὕτω τῆς ἡγουμένης πόλεως τὰ εἰκότα τιμωμένης ἅπασι μέτεστι τῆς φιλοτιμίας. οἶμαι δὲ οὐδʼ αὐτοῖς Ἀθηναίοις φέρειν αἰσχύνην, ἄν τις αὐτοῖς πρεσβεύῃ τὴν ἀκρόπολιν. χρὴ τοίνυν καὶ ὑμᾶς, ὥσπερ ἀκρόπολίν τινα ἢ κορυφὴν νομίσαντας τῆς Ἑλλάδος καὶ τῶν ὁμοφύλων τὴν πόλιν καὶ ἔργῳ καὶ λόγῳ κοσμεῖν, καὶ μετέχειν τῆς δόξης, ἀλλʼ οὐκ ἀποστερεῖσθαι νομίζοντας. εἴργασται καὶ ἡμῖν ὁ λόγος ἀντὶ τοῦ πέπλου κόσμος Παναθηναίων τῇ θεωρίᾳ· δοῦναι δὲ χάριν τῆς αὐτῆς θεοῦ ἧσπερ καὶ ὁ λόγος καὶ ἡ πόλις.