<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="194"><p> πόλει. ὥσπερ γὰρ ὁ πᾶς οὑτοσὶ κόσμος οἶμαι συνέστη μὲν ἐκ τεττάρων, ὡς ὁ παλαιὸς λόγος, αὐτὸ δʼ ἕκαστον αὖ τούτων μετέχει τῇ φύσει καὶ τῶν λοιπῶν, τῷ δʼ ὑπερβάλλοντι τὴν ἐπωνυμίαν χωρὶς ἕκαστον εἶδος εἴληφεν, οὕτω καὶ τὰς πολιτείας, εἰ καὶ ὅτι μάλιστα κεχωρισμέναι τυγχάνουσι, μετέχειν ἁμωσγέπως ἀλλήλων εἰκός ἐστιν, εἴπερ βασιλείαν ὀρθὴν καὶ δικαίαν ὄψεσθαι μέλλομεν, ἢ τῶν ὀλίγων ὡσαύτως δὲ πολλῶν ἀρχήν. γνοίη δʼ ἄν τις, εἰ τὰς μὲν βασιλείας τὰς ἐν τῇ πόλει πρὸς τὰς ἑτέρωθί που βασιλείας ἐπὶ τῶν αὐτῶν χρόνων, ἢ τῆς Ἑλλάδος ἢ τῆς βαρβάρου γεγονυίας ὁρῴη, τὴν δʼ αὖ δημοκρατίαν τὴν Ἀθήνησι πρὸς τὰς ἑτέρων δημοκρατίας, καὶ μὴν τό γε τῆς βουλῆς συνέδριον πρὸς τὰ ἑτέρωθί που κύρια καὶ <pb xml:id="v.1.p.316"/>  ἡγούμενα. εἰ γὰρ δεῖ τῶν ἄλλων ἀποστάντα ὑπὲρ τῆς δημοκρατίας μόνης εἰπεῖν, φανήσονται τοῖς μὲν βουλήμασι καὶ ταῖς ἐπιθυμίαις πολλῷ προπετέστεροι καὶ ὑβριστότεροι πάντες οἱ τοῦ σχήματος τούτου μετασχόντες, τῷ δʼ ἀξιώματι καὶ τῇ λαμπρότητι μηδʼ ἐγγὺς τοῖς ἀπὸ τῆς πόλεως γεγενημένοι. καὶ μὴν ἐκεῖνό γε ἡ πόλις πρώτη κατέδειξε, μὴ τίθεσθαι πλούτῳ μηδὲ θαυμάζειν. οὔτε γὰρ τοὺς ὑπερέχοντας ταῖς οὐσίαις οὐδεπώποτε ἐπῆρεν, ἀλλʼ ὅσον μὴ ἀδικεῖσθαι διὰ τοῦτο, τοσοῦτον αὐτοῖς ἠξίου παρʼ αὑτῆς ὀφείλεσθαι, οὔτε τοῖς ἀρετῇ μὲν ὑπερφέρουσι, χρήμασι δʼ ἡττημένοις, οὐδαμοῦ πώποτʼ ἔλαττον ἔνειμεν, αἰσχρὸν οἶμαι νομίζουσα τῶν μὲν οἰκετῶν οὐ τοὺς εὐπορωτάτους, ἀλλὰ τοὺς πιστοτάτους βελτίστους νομίζειν, τῶν δʼ ἐλευθέρων φασκόντων εἶναι τὴν ἀξίαν ὡρίσθαι χρήμασιν, ἀλλὰ μὴ ὁποῖός τις ἂν αὐτὸς ἕκαστος ᾖ, τοιοῦτον καὶ νομίζεσθαι. καὶ γάρ τοι μόνη πόλεων οὐ μετέθηκε τὸν θεσμὸν, οὐδʼ ἐποίησε τὰ τῇ φύσει τρίτα τῷ νόμῳ πρῶτα· οὐδὲ ὥσπερ τῶν φασκόντων φιλοσοφεῖν ἔστιν ἰδεῖν ἐνίους λέγοντας μὲν οὕτω περὶ τούτων, ἔργῳ δὲ ὑποπίπτοντας καὶ συγχωροῦντας ἀεὶ τούτοις οὓς ἂν αἴσθωνται δυνατωτέρους, ἀλλὰ καὶ εἰς ἀρχὰς ἄγουσα καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="195"><p> πιστεύουσα καὶ πασῶν ἀξιοῦσα τῶν τιμῶν ἑωρᾶτο οὐ τοὺς ἀπὸ τῶν μεγίστων τιμημάτων, ἀλλὰ τοὺς ἐπιεικεστάτους τὰς φύσεις· ὡς ὅστις εἰς ἀρετῆς λόγον νικῴη, τοῦτον τοῖς πᾶσι νικῶντα. ἔδειξε δʼ οὐχ ἥκιστα, ἡνίκα ἴσχυσε τὰ μέγιστα. ὄντων γὰρ κατὰ τοὺς αὐτοὺς χρόνους ἐπιφανῶν ἀνδρῶν παρʼ αὐτῇ τῶν μὲν πλουσίων ὑπὲρ τὰ πρῶτα τῶν Ἑλληνικῶν οἴκων, τῶν δʼ ὡς οἷόν τε πενεστάτων, ἐπὶ τὴν προστασίαν τῶν Ἑλληνικῶν ἕνα τῶν ἀπὸ τούτων <pb xml:id="v.1.p.317"/>  εἵλετο· καὶ γάρ τοι ὁ μὲν οἷς ἔταξεν εὐδοκίμησεν, ἡ πόλις δʼ οἷς ἔκρινε. πολλῶν δʼ ὄντων ἅ τις ἂν περὶ τῆς πολιτείας εἰπεῖν ἔχοι, τὰ μὲν πολλὰ καὶ προκατείληπται καὶ ὁ καιρὸς ἀφαιρεῖται, καὶ οὐ πᾶσα ἀνάγκη λέγειν· ἓν δέ τι προσθεὶς καταλύσω καὶ τὸν περὶ τούτου λόγον. τὸ γὰρ εἶναι τό τε βέλτιστον καὶ τὸ κατʼ ἐξουσίαν συμπεπτωκὸς ἐνταυθοῖ, καὶ τὴν μὲν δίαιταν κοινοτάτην ἅπασι, τὰς δὲ τιμὰς τοῖς ἐπιεικεστάτοις ἀνεῖσθαι, πῶς οὐκ ἐλευθέρας πόλεως καὶ πολιτείας ὡς ἀληθῶς, ἐν ᾗ ζῆν μὲν ἔξεστιν, ὡς ἄν τις βούληται, τιμᾶσθαι δὲ καὶ ἰσχύειν οὐ τοῖς βουλομένοις ἔστιν, ἀλλὰ τοῖς ἐξητασμένοις; καὶ γάρ τοι κἀν τοῖς τῶν πολέμων ἀγῶσι κἀν ταῖς χρείαις τὸ εἰκὸς διεσώσαντο, οὐ τὰς ἐξ ἡμισείας οὐδʼ ἂν ἐλάττονος ἔτι μοίρας ἐσπούδαζον ὑπὲρ τῶν πραγμάτων, ἀλλὰ πάντες ἐξ ἴσου ταῖς προθυμίαις κατὰ δύναμιν ἡμιλλῶντο, ὡς ὑπὲρ κοινῆς τῆς πατρίδος καὶ κοινῶν τῶν ἄθλων ἀγωνιζόμενοι, καὶ οὐχ ἑτέροις μὲν τοῦ κινδυνεύειν, ἑτέροις δὲ τοῦ δεσπόζειν, ἂν κρατήσωσι, προκειμένου. ἐξ ὧν ὁμόνοια μὲν καὶ πίστις ἀλλήλων ἤνθει κατὰ τὴν πόλιν, εἰ δέ που καὶ διασταῖεν, οὐ χαλεπῶς ἀλλήλους ἐγνώριζον· ἀνδρείας δʼ εἴ που δεήσαι, λῆρος ἅπαντα τἄλλα πρὸς <pb xml:id="v.1.p.318"/>  ἐκείνους ἦν, ἐμοὶ μὲν οὐδὲ πένταθλοι δοκοῦσιν οἱ πάντα νικῶντες τοσοῦτον τοῖς πᾶσι κρατεῖν. ἐν ποίοις δʼ ἄν τις καιροῖς οὐχὶ βελτίων εἴη τῆς πόλεως μεμνημένος; πότερα ἐπὶ στρατείαις; καὶ πόθεν ἂν λάβοι καλλίω </p></div></div></body></text></TEI>