μηδὲν δεῖσθαι τοιαύτης καταφυγῆς οὐδὲ τούτου στέρεται τοῦ ἡδύσματος. ἀλλʼ ὁ κοινὸς τῶν Ἑλλήνων ποιητὴς ἐν τῷ καταλόγῳ τῶν νεῶν τε καὶ πόλεων τὸν Ἀθηναίων στρατηγὸν εἰς ἄκρον φησὶν ἐλθεῖν κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. καὶ τό γε πλείονος ἄξιον καὶ καθαρὸν τῆς εὐφημίας, τοὺς μὲν γὰρ ἄλλους οὓς ἐπαινεῖ κατὰ τὴν τοῦ σώματος ἕξιν ἢ καὶ ἄλλως πως ὡς ἀρίστους, ἂν οὕτω τύχῃ, τῶν Ἀχαιῶν, ἢ τῶν δείνων, οὕτως ἐπαινεῖ· φησὶ γοῦν αὐτῶν ἠδὲ καὶ ἵππων, οἳ ἅμʼ Ἀτρείδῃσιν ἕποντο, καὶ ἑτέρωθι λέγει, τῶν τότε ἐπὶ τοῦ Ἰλίου λέγων, ὡς ἄρα ἦν κράτιστος τὴν τοξικήν. καὶ Νέστωρ αὐτῷ λέγει πρός τινας τῶν ἐφʼ αὑτοῦ λαμπρῶν ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν ἀνδράσιν ὡμίλησα. καὶ ἑξῆς ἀπαριθμεῖ πολλούς τινας, ὡς αὖ κἀκείνους παραπλησίους ἀλλήλοις ὄντας καὶ οὐδένα ὑπερέχοντα ἐπιφανῶς αὐτῶν. τοῦ δὲ Μενεσθέως μνησθεὶς ὁ ποιητὴς οὐδεμιᾷ τοιαύτῃ προσθήκῃ κέχρηται, ἀλλὰ ταῦτα πάντα περικόψας εἰσάπαξ φησὶ τῷ δʼ οὔπω τις ὅμοιος ἐπιχθόνιος γένετʼ ἀνήρ· ἐν δέ γε τοῖς ἄνω μικρὸν τούτων διηγεῖται περὶ τοῦ Ἐρεχθέως ὡς θρέψειε μὲν αὐτὸν ἡ θεὸς, τέκοι δʼ ἡ γῆ. οὐκοῦν ἴσως οὐδὲν ἀπεικὸς τοὺς μὲν ἄλλους, οὓς ἐφʼ ἑκάστων κρατίστους ὡρίσατο μετὰ προσθήκης, ἢ τῶν χρόνων, ἢ τῶν γενῶν, αὐτοὺς ἀναγορεύειν· ὃν δὲ τῶν ἀπʼ αὐτῆς τῆς γῆς φύντων ὡς ἄριστον ἐπαινεῖ, τοῦτον ὡς διὰ πάντων τῶν ἐν τῇ γῇ φύντων ἄριστον ἐπαινέσαι. δύο τοίνυν ἀρίστους τὰ πρὸς τὸν πόλεμον τιθεὶς τῶν Ἀχαιῶν, Σαλαμίνιον δή που λέγει τὸν ἕτερον τῶν ἐπωνύμων. ἕν τι δή που καὶ τοῦτο λέγεται σεμνὸν κατὰ τὴν Λακεδαιμονίων πολιτείαν, ὅτι αὐτοῖς ὁ θεὸς συνέταξε τὸ κατʼ ἀρχὰς τοὺς νόμους· ὁ δέ γε αὐτὸς οὗτος θεὸς τάς τε φυλὰς φαίνεται διελὼν τῇ πόλει καὶ τὰ γένη καὶ τὰς ἑκάστοις προσηκούσας θυσίας θύειν ἀναθεὶς, ὥσπερ οὖν καὶ βασιλέας καὶ ἄρχοντας καὶ τὴν ἄλλην πολιτείαν σχεδὸν ἅπασαν διορίσας αὐτοῖς. ὥστʼ οὐχ ἧττον ἂν εἴη τῆς πόλεως ὁ θεὸς νομοθέτης ἢ ʼκείνων. βούλομαι δὲ καὶ περὶ τῆς πολιτείας αὐτῆς μνησθῆναι διὰ βραχέων, ὡς ἂν οἷός τε ὦ· καὶ γὰρ ἅπαντες μὲν αὐτὴν ἐγκωμιάζουσιν, οὐ μὴν διηρευνήσατό γε ἅπαν τὸ ἐνὸν σχεδὸν οὐδείς· ἐγὼ δὲ ἁπλοῦν τε καὶ οὐχ ἁπλοῦν λέγω. τριῶν γὰρ οὐσῶν, ὡς ἀνωτάτω διελέσθαι, τῶν πολιτειῶν, ᾗ τις ἂν τίθηται, τίθεται τῇ πόλει. βασιλείαις μέν γε τὸ ἐξ ἀρχῆς φανεῖται χρωμένη, γενεὰς οὐκ ὀλίγας τινὰς, οὐ μόνον τῶν Ἐρεχθειδῶν, ἀλλὰ καὶ τῶν ὕστερον ἀξίων ὀφθέντων. δημοκρατία δʼ αὖ καὶ παιδὶ γνώριμος καὶ καθαρωτάτη δὴ καὶ μεγίστη τῶν πασῶν ἡ παρʼ ὑμῖν γεγενημένη. καὶ μὴν εἰς τὴν ἐξ Ἀρείου πάγου βουλὴν βλέψαντα πάντα ἂν ἡγοῦμαι φῆσαι μὴ εἶναι καλλίω λαβεῖν ἀριστοκρατίας εἰκόνα μηδʼ ἥτις σώζει μᾶλλον τοὔνομα. οὕτω πάντα τὰ τῶν πολιτειῶν παραδείγματα ἐνθένδε ὥρμηται· καθάπερ γὰρ νομοθετοῦσα τοῖς ἀνθρώποις ἡ πόλις πρὸς τοὺς αὑτῶν τρόπους ἑκάστοις ἐκλέγεσθαι τὸ πρόσφορον, οὕτω πάντα ἐξεῦρέ τε καὶ προὔθηκεν εἰς κοινὸν, βοηθοῦσα τῇ φύσει πανταχῆ· ὅπερ καὶ κατὰ τοὺς καρποὺς καὶ πολλὰ ἕτερα ἐπιδείκνυμεν αὐτὴν βεβουλευμένην. ὃ δέ γε ἔτι μεῖζον καὶ τελεώτερον, οἵ τε γὰρ βασιλεῖς αὐτοὶ φανοῦνται διαφερόντως τῶν ἄλλων τὴν κοινότητα ἀγαπήσαντες, καὶ μάλιστα δή που πρὸς τοὺς πολλοὺς ἐξ ἴσου ταῖς γνώμαις καταστάντες, ὅ τε δῆμος, εἴ τινα εὕροι που τῶν πολλῶν ὑπερέχοντα, ἐθελοντὴς ἑαυτοῦ προϊστάμενος καὶ χρώμενος οἷον ἄρχοντι διηνεκεῖ, τὸ δʼ αὐτὸ τοῦτο καὶ τοῖς ὀλίγοις φυλάττων, εἰ τῶν ἄλλων ἀμείνους ὄντας αἴσθοιτο, ἐφαμίλλους δὲ ἐν σφίσιν αὐτοῖς. ὡσαύτως δὲ καὶ ἡ βουλὴ τὸν δῆμον ὅπως μείζω καταστήσῃ σκοποῦσʼ ἀεὶ, τὸ δʼ αὑτῆς οὐδεπώποτε ἰδίᾳ λογισαμένη, ἀλλὰ ταύτην καὶ καλὴν καὶ γιγνομένην πλεονεξίαν ἑαυτῆς κρίνουσα, τὸ τῶν πολλῶν ἐπὶ σωτηρίᾳ μετʼ εὐδοξίας προΐστασθαι. ὥστʼ εἰκότως οὐ μόνον κατὰ τὴν πολιτείαν ἑκάστην, ἀλλὰ καὶ κατὰ τὴν κρᾶσιν τῶν πολιτειῶν παρὰ πάντας τοὺς ἄλλους εὐδοκιμεῖν εἶναι τῇ