Σωκράτει τῷ παρʼ ὑμῶν· ὥστε καὶ τῆς ἐπὶ τοῖς κοινοῖς καὶ τῆς ἐπὶ τοῖς ἄκροις φιλοτιμίας μετέχειν τὴν πόλιν καὶ μηδὲν εἶναι τῶν ὀνομαστῶν ὅτῳ μὴ τὸ τῶν Ἀθηνῶν ὄνομα ἐπιφημίζεται. εἰ τοίνυν τις ἐρωτῴη ποῖον τῶν ἐν τοῖς Ἕλλησι δικαστηρίων ἐντιμότατον καὶ ἁγιώτατον, τὸ ἐν Ἀρείῳ πάγῳ πάντες ἂν φήσαιεν. ἔθεσι δὲ τίνες κοινοτάτοις καὶ δημοτικωτάτοις ἐχρήσαντο; ἡ τῶν Ἀθηναίων πόλις ὁμοίως Ἀθηναίοις τε καὶ πᾶσιν ἀναγκαῖον εἰπεῖν, εἰ τἀληθῆ λέγειν ἐθέλοιεν. καὶ τὸ μὲν διὰ πάντων ἀποδεικνύναι συχνοῦ καὶ λόγου καὶ χρόνου, μόνοι δʼ ἁπάντων ἀνθρώπων τρία ταῦτʼ ἐνομίσατε· τῶν μὲν ὑπὲρ τῆς πόλεως τελευτησάντων αὐτῶν μὲν ἐπαίνους ἐπὶ ταῖς ταφαῖς καθʼ ἕκαστον ἔτος λέγειν, τοὺς δὲ παῖδας δημοσίᾳ τρέφειν ἄχρι ἥβης, καὶ τηνικαῦτα ἀποπέμπειν ἐπὶ τοὺς πατρῴους οἴκους μετὰ τῶν πανοπλιῶν· τοὺς δʼ ἀδυνάτους τῶν πολιτῶν δημοσίᾳ τρέφειν. ὥστε καὶ τὴν δύναμιν καὶ τὴν ἀδυναμίαν τιμῶντες ἐδείξατε ὡς ἑκάτερον προσῆκε. ψηφίσματα τοίνυν πόθεν ἢ λαμπρότερα ἢ φιλανθρωπότερα; ὧν ἃ μὲν ἐν τοῖς εἰρημένοις ἐστὶ παραλείπω, ἓν δʼ ὡσπερεὶ δείγματος χάριν ἔστω μοι κατὰ παντὸς τοῦ περὶ ταῦτα λόγου, τὸ κατʼ Ἀρθμίου τοῦ Ζελείτου νικῆσαν· ὃν, ἐπεὶ τῷ βασιλεῖ διακονῶν χρυσίον ἤγαγεν εἰς Πελοπόννησον, πολέμιον τοῦ δήμου τοῦ Ἀθηναίων ἐψηφίσαντο αὐτὸν καὶ γένος καὶ ἀτίμους. καίτοι μόνου τούτου πάνθʼ ὁμοῦ τὰ τῶν ἄλλων ἀπολείπεται. πρεσβείας τοίνυν πλείστας μὲν ἐδέξατο, πλείστας δʼ ἐξέπεμψε. καὶ τοῦτο εἰ μὲν ὅλως ὁμολογεῖται· εἰ δὲ μὴ, τῇ προσθήκῃ μεῖζον γίγνεται, πλείστας γὰρ ὑπὲρ τῶν δεομένων ἀπέστειλεν. ὅσα μὲν οὖν ἢ κοινῇ τοὺς Ἕλληνας μὴ πολεμεῖν ἀλλήλοις ἑκάστοτε πείθουσα, ἢ τοὺς ἐν χρείᾳ παραμυθουμένη διεπρεσβεύσατο, ἀναγκαῖον παραλιπεῖν διὰ πλῆθος. δυοῖν δὲ κἀνταῦθα μνησθήσομαι· Ἀργείους μὲν γὰρ στασιάζοντας ἐν αὑτοῖς ἔπαυσε, Κρῆτας δὲ πολεμοῦντας πρὸς ἀλλήλους διήλλαξεν. εὐσεβείας τοίνυν ἅμα καὶ πραότητος καὶ φρονήματος τίς ἂν εἰπεῖν ἔχοι δεῖγμα κάλλιον; Κορινθίων γὰρ ψηφισαμένων ποτὲ μὴ δέχεσθαι τῇ πανηγύρει τὴν ἐνθένδε θεωρίαν, ἀλλὰ καὶ διὰ πρεσβείας ἀπειπόντων τῇ πόλει μὴ πέμπειν, κοσμήσαντες ὁμοῦ τούς τε θεωροὺς καὶ τοὺς ὁπλίτας ἀπέστειλαν, ὡς δʼ ἦσαν Ἐλευσῖνι, Κορίνθιοι μὲν ἧκον σπενδόμενοι, οἱ δὲ τὴν θεωρίαν πέμψαντες τοὺς ὁπλίτας ἐπανήγαγον. ἀλλὰ μὴν τῶν γε μυστηρίων τὰ μὲν ὡς ἀρχαῖα τετίμηται, τὰ δʼ ὡς ἀναγκαῖα, τὰ δʼ ὡς πλείστοις γνώριμα. πάσαις τοίνυν ταῖς ψήφοις προφέρει τὰ Ἐλευσίνια. καὶ περὶ μὲν τῶν ἄλλων οὐχ ἡμῶν ὁ λόγος· μόνοι δὲ τῶν Ἑλλήνων καθʼ ἕκαστον ἔτος ποιεῖτε πανήγυριν οὐδεμιᾶς πεντετηρίδος φαυλοτέραν καὶ δέχεσθε τῷ Ἐλευσινίῳ πλείους ἢ ἕτεροι τῇ πάσῃ πόλει· καὶ πάντες ἐρίζουσιν ἀεὶ τὴν παροῦσαν ἑορτὴν νικᾶν πολυανθρωπίᾳ. ἀλλὰ μὴν Ἡρακλέα γε καὶ Διοσκούρους ἅπαντες δή που θεοὺς εἶναι νομίζουσι· τούτοις δέ γε, ἕως ὡμίλουν ἀνθρώποις, πρώτοις ξένων ἡ πόλις δείκνυσι τὰ ἱερά· ὥστε οἷς νῦν ἱερὰ δρῶμεν, τούτους ἱεροποιήσασα αὕτη φαίνεται. καὶ μὴν ἀγῶνάς γε τοῦ πρώτου τέλους μία δὴ πόλις αὕτη πλείστους ἁπάντων ἔτι νῦν ἄγει. ὡς δʼ εἰπεῖν, ἅπαντα ἢ παρʼ ὑμῖν ἐστι μόνοις, ἢ καὶ παρʼ ὑμῶν, καὶ τριῶν ἕν γέ τι συμβέβηκε· τὰ μὲν γὰρ παρʼ ὑμῶν ἤρξατο, τὰ δʼ ὡς κάλλιστα παρʼ ὑμῖν ἐστι, τὰ δʼ ὡς πλεῖστα. εἰσὶ τοίνυν οἳ μηδὲν ἔχοντες φανερὸν δεῖξαι μηδʼ εἰπεῖν ἔργον ἑαυτῶν, μηδὲ ἐφʼ ὅτῳ δικαίως ἂν φρονοῖεν, ἐπὶ τοὺς Τρωικοὺς καταφεύγουσι χρόνους καὶ φιλοτιμίας ἀμφισβητοῦσιν, οὐδʼ οὕτω λέγοντες οὐδὲν κοινὸν ἑαυτῶν, ἀλλʼ ἑνὸς ἀνδρὸς δόξης ἐξαρτώμενοι, οἷον Φθιῶται καὶ Πύλιοι καὶ Ἰθακήσιοι, ὥσπερ τινὲς γεωπεῖναι, διʼ ἑνὸς τῶν πλουσίων ἑαυτοὺς ποιούμενοι. ἡ πόλις δὲ πρὸς τῷ