φανερῶς, καὶ μάλα τῶν Ἀθηνῶν κόσμος οἰκεῖος, καὶ οἷα δὴ τῆς παρούσης ἐξουσίας καὶ διαίτης, λουτρά τε σεμνότητι καὶ τρυφῇ νικῶντα καὶ δρόμοι καὶ γυμνάσια· ὥστʼ εἴ τις τῆς πόλεως περιέλοι τοὺς Ἐριχθονίους, τοὺς Κέκροπας, τὰ μυθώδη, τὰ τῶν καρπῶν, τὰ τρόπαια τὰ ἐν τῇ γῇ καὶ τῇ θαλάττῃ, τοὺς λόγους, τοὺς ἄνδρας, πάντα διʼ ὧν τὸν αἰῶνα διεξελήλυθε, σκοποῖτο δʼ αὐτὴν, ὥσπερ τὰς νῦν φρονούσας ἐφʼ αὑταῖς, ἐξαρκεῖν αὐτὴν τοῖς ὁρωμένοις νικᾶν. καὶ μὴν τὰ μὲν ἔσχηκε, τὰ δὲ ἔχει, καὶ οὔτε οἷς ὑπερεῖχεν ἀφῄρηται τὴν μνήμην οὔτʼ αὖ τῆς παρούσης εὐδαιμονίας ἀπολέλειπται, εἴ τῳ καὶ τούτων φίλον μεμνῆσθαι, ἀλλὰ μόνη δὴ πόλεων τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς, εἰ δὲ βούλει, τὰ μὲν παλαιὰ τοῖς καινοῖς, τὰ δὲ καινὰ τοῖς παλαιοῖς, τοῖς ἑαυτῆς λέγω τὰ τῶν ἄλλων. κατίδοι δʼ ἄν τις κἀκεῖθεν τὰς ὑπερβολὰς αὐτῆς· ὅσοι γὰρ καὶ μικροῦ τινος μέρους τῇ πόλει κεκοινωνήκασιν, ὡς ἄριστοι τῶν ἄλλων ἀγάλλονται· ἡ δʼ οὐδεμιᾶς μὲν φιλοτιμίας ὑστερεῖ τῶν οἱστισινοῦν ὑπαρχόντων, τῶν δʼ ἑαυτῆς οὐδένα κοινωνὸν ἔχει διὰ τέλους· οἷον Ἀργεῖοι παλαιότατοι τῶν Ἑλλήνων ἀξιοῦσιν εἶναι, οὐκοῦν καὶ ἡ τῶν Ἀθηναίων πόλις· καὶ ὅλως οὐχ ὅμοια τὰ τῶν Ἀργείων παλαιὰ τοῖς τῶν Ἀθηναίων οὐδʼ ἂν εἷς φήσαι δικαστὴς κοινός. Ἀρκάδες αὐτόχθονες, μετά γε Ἀθηναίους, καὶ τοῖς δευτέροις αὖ νικῶνται τῇ τῶν καρπῶν εὑρέσει καὶ δόσει. δῆλον δʼ ἐκ τῶν ἐνταῦθα φερόντων Ἑλλήνων τὰς ἀπαρχὰς, ἀλλʼ οὐκ ἐκεῖσε. ἄριστοι Λακεδαιμόνιοι τὰ πρὸς τὸν πόλεμον, ἀλλὰ καὶ ἡ τῶν Ἀθηναίων πόλις· καὶ τά γε δεύτερα ἐκείνοις ἐν φιλοτιμίᾳ καθέστηκεν. ἔχει ταῖς Θήβαις χάριν καὶ τιμὴν ἡ τῶν θεῶν γένεσις· τούτων τοίνυν ὁ μὲν ἐν τῇ Ἀττικῇ τὴν δωρεὰν ἔφηνε, τὸν δὲ πρῶτοι τῶν Ἑλλήνων Ἀθηναῖοι θεὸν ἤγαγον, χωρὶς τῶν διὰ Θησέως πρὸς αὐτὸν κοινωνιῶν. ἀλλὰ καὶ τῆς τελευταίας Θηβαίων ῥώμης ἅπαντες μέμνηνται, ταύτης ἡ πόλις αἰτία, καὶ ὅτε ἔδει τἀναντία πράττειν, οὐκ ἔδεισεν. ἐπαινεῖν ἄν τις ἔχοι Κορινθίους δικαιοσύνης ἕνεκα· ἡ τοίνυν πόλις οὐ βεβούληται μόνον τὰ δίκαια, ἀλλὰ καὶ βραβεύουσα τοῖς ἄλλοις διαγέγονεν. ἐνδοξότατοι πάντων οἱ κατὰ τὴν Ἑλλάδα ἀγῶνες· καὶ μὴν τούτων πρεσβύτατος ὁ τῶν Παναθηναίων, εἰ δὲ βούλει, ὁ τῶν Ἐλευσινίων. ἔπειτα καὶ πάντας αὐτοὺς ἡ τῆς πόλεως δωρεὰ συγκροτεῖ, λέγω γὰρ οὖν τῆς πόλεως τὴν παρὰ τῆς Ἀθηνᾶς. Σαμοθρᾷκες ἀγάλλονται τοῖς ἱεροῖς, καὶ ταῦτα πάντων ὀνομαστότατά ἐστι, πλὴν τῶν Ἐλευσινίων· ἀλλὰ καὶ Δῆλος ἀνεῖται τοῖς θεοῖς· ἡ δέ ἐστι τῆς πόλεως. τὸ δὲ δὴ καὶ τὴν εἰς Δελφοὺς ὁδὸν ἔργον εἶναι τῆς πόλεως καὶ τὴν θεωρίαν τὴν Πυθιάδα Ἀθηναίων μόνον πάτριον τί ἂν εἴποις ἢ τῶν θεῶν ἅπαντα ταῦτʼ εἶναι, βουλομένων πανταχῆ τὰς Ἀθήνας πρεσβεύειν καὶ πᾶσιν ὥσπερ χεῖρα τοῖς καλοῖς ἐπιβάλλειν τὴν πόλιν; ἔτι τοίνυν εἰσὶν αἳ τῶν κατὰ τὴν Ἀσίαν πόλεων μεγέθει νεῶν φιλοτιμοῦνται, αἱ δὲ κατασκευῇ λουτρῶν τῆς χρείας κρείττονι· καὶ ταῦτʼ ἐστὶ τῇ πόλει πρὸς ὑπερβολὴν, καθάπερ πρώην συνῳκισμένῃ. καὶ τὸ κάλλιστον· ἃ γὰρ τοῖς ἄλλοις ἐν ἀγάλμασι δεῖξαι σπουδὴν ἔχει, τούτων ὑμεῖς τοὺς νεὼς καὶ τὰ θέατρα κέκτησθε. ἀγάλματα θαυμάζεται καὶ τούτων πρῶτον εἶναι κρατεῖ τὸ παρʼ ὑμῖν ἐν τῇ πόλει, χωρὶς τοῦ καὶ τἄλλα πανταχοῦ κάλλιστα προσήκειν τρόπον δή τινα τῇ πόλει. ἁπάντων γὰρ, ὡς ἔοικε, τῶν ἀρίστων αὕτη πατρὶς καὶ σοφίας πάσης καὶ τέχνης ἡγεμὼν, ὥστʼ οὐ μόνον τοῖς ἀγάλμασιν, ἀλλὰ καὶ τοῖς ἀγαλματοποιοῖς αὐτοῖς περίεστιν. ἀλλὰ μὴν ἑπτά γε ἀνδρῶν, ἵνα μηδὲ τοῦτο παρῶμεν, ἐνδόξων ἐπὶ σοφίᾳ γενομένων, εἷς ἀπὸ τῆς πόλεως γέγονε, καὶ δυοῖν ἀρίστοιν νομοθέταιν ἅτερος αὐτὸς οὗτος. δύο τοίνυν ἀνδράσι τῶν πρόσθεν ἐκ θεῶν ψῆφον δεδόσθαι παρειλήφαμεν, Λυκούργῳ τε τῷ Λακεδαιμονίῳ καὶ