<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="184"><p> τῶν ἄλλων. ἐπὶ δὲ τῆς πάντα ἀρίστης καὶ μεγίστης τῆς νυνὶ καθεστηκυίας τὰ πρεσβεῖα παντὸς ἔχει τοῦ <pb xml:id="v.1.p.300"/> Ἑλληνικοῦ, καὶ πέπραγεν οὕτως ὥστε μὴ ῥᾳδίως ἄν τινα αὐτῇ τἀρχαῖα ἀντὶ τῶν παρόντων συνεύξασθαι. γνοίη δʼ ἄν τις ὅσον τῇ πόλει περίεστιν ἐκ τοῦ παντὸς αἰῶνος, εἰ τὰ ὑπάρχοντα αὐτῇ, πάντα μὲν οὐκ ἴσως δυνατὸν, μᾶλλον δὲ σαφῶς ἀδύνατον, ἀλλʼ ὅσα γε ἐγχωρεῖ μερίσας ἄλλο ἄλλῃ χώρᾳ καὶ πόλει προσθεὶς, εἶτα ἀγῶνα τῷ λόγῳ ποιήσειε, καθάπερ ποιητῶν ἢ χορῶν· οὐ γάρ μοι δοκεῖ τὴν νικῶσαν εὑρεῖν ἂν ῥᾳδίως· οἷον εἰ φιλοτιμοῖτο ἡ μὲν ὡς πρώτη τεκοῦσα τὸ τῶν ἀνθρώπων γένος, ἡ δʼ ὡς πρώτη δείξασα τοὺς καρποὺς, ἡ δὲ ὡς πλείστοις μεταδοῦσα, ἡ δέ τις ὡς νόμους καταδείξασα, ἡ δὲ πανηγύρεις, ἡ δʼ ὡς ἐν καλλίστοις κεῖται γῆς ἅμα καὶ θαλάττης, ἡ δὲ τοῖς τῆς σοφίας ἀγαθοῖς ἀγάλλοιτο, ἡ δὲ τὰς ἐν τοῖς πολέμοις πράξεις καταλέγοι, ἄλλη δὲ ὅσους ὑπεδέξατο τῶν Ἑλλήνων, ἡ δὲ τὰς ἀποικίας ἃς ἀπέστειλεν, ἡ δʼ ὅ τι καὶ δοίη τις αὐτῇ τῶν ὑπαρχόντων τῇ πόλει, φήμʼ ἔγωγε μάλιστʼ ἂν οὕτω γενέσθαι καταφανὲς ὁπόσοις τισὶ τοῖς κρείττοσιν ἡ πόλις ὑμῖν τὰς ἄλλας παρελήλυθεν. ἃ γὰρ <pb xml:id="v.1.p.301"/>  ἐξαρκεῖ νειμαμένῃ τῇ Ἑλλάδι, ταῦτα μόνη συλλήβδην ἔχει. καὶ τοίνυν ὥσπερ τοῖς ἅπασι τοσοῦτον περίεστιν, οὕτω καὶ καθʼ ἕκαστον αὖ πολλοῖς τοῖς εἰς ταυτὸν φέρουσιν ἀγάλλεται.</p><p rend="align(indent)">οἷον τῶν μὲν θείων εὐθέως δύο μὲν τὰ πρῶτα καὶ μέγιστα, ἥ τε ἐκ τῶν θεῶν τιμὴ καὶ ἡ περὶ τοὺς θεοὺς σπουδή. τούτων δʼ αὖ τῆς μὲν παρὰ τῶν θεῶν τιμῆς πότερον τὰς ἐπιδημίας εἴποι τις, αἷς τὸ κοινὸν ἐτίμησαν, ἢ τὰς τροφὰς αἷς ἔθρεψαν τοὺς ἐν τέλει καθάπερ παῖδας ἑαυτῶν; ἢ τὰς δίκας ἃς ἐποιήσαντο; καὶ τῶν γε δικῶν αὖ πότερον ἃς πρὸς ἀλλήλους περὶ τῆς πόλεως ἐποιήσαντο, ἢ τὰς ἐν τῇ πόλει πρὸς ἀλλήλους ὑπὲρ τῶν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="185"><p>διαφόρων, ἢ τὰς ἀναμὶξ ἥρωσι καὶ θεοῖς ἐν θεοῖς δικασταῖς ἐνταυθοῖ γενομένας; καὶ μὴν τῶν γε δωρεῶν ὡσαύτως οὐ ῥᾴδιον τὴν μεγίστην εὑρεῖν. ἁμιλλάσθω δὲ καὶ περὶ τούτων ἄλλη πρὸς ἄλλην πόλις, ἡ μὲν τοὺς Δήμητρος καρποὺς κομίζουσα, ἡ δὲ τοὺς τοῦ Διονύσου, καὶ τούτους οὐ μόνον τοὺς ἀπὸ τῆς ἀμπέλου, ἀλλὰ καὶ τῶν ἄλλων ἡμέρων· ἡ δὲ τρίτη λεγέτω τὴν τῆς Ἀθηνᾶς δωρεὰν, καὶ ταύτην διπλῆν, ἆρʼ οὐ πολλαῖς πόλεσι μεριζόμενα ἐξαρκεῖ <pb xml:id="v.1.p.302"/>  τὰ ἐκ τῶν θεῶν ἑκάστῃ φιλοτιμεῖσθαι ὡς ἐχούσῃ τὸ κάλλιστον; αὖθις τοίνυν τὰ πρὸς τοὺς θεοὺς, τοῦτο μὲν οἱ νεῲ, τοῦτο δὲ αἱ διʼ ἔτους θυσίαι καὶ πρόσοδοι· ὧν τὰ μὲν παρʼ ὑμῖν πρώτοις γεγένηται, τὰ δʼ εἰς ὑπερβολὴν ἔτι καὶ νῦν γίγνεται· τὰς δʼ ἀρρήτους τελετὰς, ὧν τοῖς μετασχοῦσι καὶ μετὰ τὴν τοῦ βίου τελευτὴν βελτίω τὰ πράγματα γίγνεσθαι δοκεῖ, τίς οὐκ ἂν ἐξαρκεῖν φαίη πᾶσιν ἓν ἀντιθεῖναι; ἀλλὰ μὴν ἥ γε πρὸς τοὺς ἀνθρώπους ὁμιλία τίνʼ ἐκπέφευγε τρόπον εὐεργεσίας; πρῶτον μέν γε ἡ τῶν καρπῶν μετάδοσις, ἔπειθʼ ἡ τῶν τελετῶν ἑτέρα, τρίτον ἡ κατὰ τοὺς πολέμους προστασία, τέταρτον ἡ διὰ τῆς σοφίας ἀεὶ πᾶσι γιγνομένη καὶ εἰς τοὺς ἰδίους οἴκους καὶ εἰς τὰ κοινὰ τῶν πόλεων ἐπικουρία. τῆς τοίνυν σοφίας αὐτῆς πότερον τοὺς νόμους εἴπωμεν, οἷς ἔτι νῦν οἱ πολλοὶ χρῶνται τοῖς ὑμετέροις, ἢ τοὺς λόγους; καὶ τῶν λόγων πότερον τοὺς περὶ τὴν ῥητορείαν, ἢ τοὺς διαλεκτικοὺς, ἢ τὴν ποίησιν, ἢ τὴν ἄλλην συγγραφὴν, <pb xml:id="v.1.p.303"/>  εἰ δὲ βούλει, τί τῆς ποιήσεως εἶδος; ὅ τι γὰρ πρῶτον ἢ τελευταῖον εἴποις τῆς πρώτης ἐστὶ τῇ πόλει.</p><p rend="align(indent)">σκόπει δὴ καὶ τὰ τῶν πολέμων, τοῦτο μὲν τοὺς ἰδίους ἀγῶνας, τοῦτο δὲ τοὺς ὑπὲρ τῶν ἄλλων, αὖθις αὖ τὰ ἐν τῇ οἰκείᾳ κατορθώματα, καὶ πάλιν γε τὰ ἐν τῇ ὑπερορίᾳ ὁμοίως Ἑλλάδι καὶ βαρβάρῳ· καὶ πότερον τὴν ἀνδρείαν, ἢ τὴν φιλανθρωπίαν ἐρεῖς τὴν ἐν αὐτοῖς τοῖς πολέμοις ἐνοῦσαν; ὥσπερ γὰρ ἐν μιᾷ πηγῇ πάνθʼ ὅσα ἂν μερίσῃς πάλιν εἰς ἄλληλα συρρεῖ καὶ μίγνυται, εἰς μὲν τὰς εὐεργεσίας οἵ τε πόλεμοι τῇ χρείᾳ τῶν δεηθέντων καὶ </p></div></div></body></text></TEI>