καὶ πάντες Ἕλληνες, καὶ παρʼ ὑμῶν αὐτῶν καὶ τῶν παρʼ ὑμῖν πρώτων διαφερόντως εἰσέτι νῦν ἐφʼ ἑκάστῃ ἡμέρᾳ τελεῖσθαι τῇ πόλει τῆς νίκης· οἳ τὰς μὲν πατρίους φωνὰς ἐκλελοίπασι καὶ καταισχυνθεῖεν ἂν καὶ ἐν σφίσιν αὐτοῖς διαλεχθῆναι τὰ ἀρχαῖα παρόντων μαρτύρων· πάντες δὲ ἐπὶ τήνδε ἐληλύθασιν ὥσπερ ὅρον τινὰ παιδείας νομίζοντες. ταύτην ἐγὼ τὴν μεγάλην ἀρχὴν καλῶ τὴν Ἀθηναίων, οὐ τριήρεις διακοσίας, ἢ πλείους, οὐδʼ Ἰωνίαν, οὐδʼ Ἑλλήσποντον, οὐδὲ τὰ ἐπὶ Θρᾴκης, ἃ μυρίους μεταβέβληκεν ἄρχοντας. τοσοῦτον γὰρ τὸ διάφορον τῶνδε τῶν λόγων πρὸς ἅπαντας τοὺς ἄλλους ἐξ ἀρχῆς τε ἦν καὶ ἔτι μᾶλλον ἐξεφάνη τῷ χρόνῳ, ὥστʼ οὐ μόνον ἐκλελοιπότων σχεδὸν ἤδη τῶν ἄλλων οἵδε τοσοῦτον ἀνθοῦσιν, ἀλλὰ καὶ φήσειεν ἄν τις ἁπάσας τὰς τῶν ἄλλων φωνὰς καὶ μὴ ὅτι βαρβάρων, ἀλλʼ αὐτῶν τῶν Ἑλλήνων τοῖς τῶν ψελλιζομένων παίδων ῥήμασι προσεοικέναι ὡς τῇ παρʼ ὑμῶν παραβαλεῖν. μέχρι μὲν γὰρ δυοῖν καὶ τριῶν ῥημάτων κἂν ἀκούοι τις κἂν τέρποιτο ὥσπερ ἐν παιδιᾷ, τὸ δὲ λοιπὸν κόρος ἤδη καὶ πάντα ἐλέγχεται· μόνη δὲ ἥδε πάσαις μὲν πανηγύρεσι, πᾶσι δὲ συλλόγοις καὶ βουλευτηρίοις σύμμετρος, ἔτι δὲ ἅπασι καὶ καιροῖς καὶ τόποις ἀρκεῖ καὶ διʼ ἴσου πρέπει· δύο γὰρ τὰ πρῶτα σχεδὸν ὡς εἰπεῖν κέκτηται μόνη, σεμνότητα λέγω καὶ χάριν. ἀλλὰ μὴν τοῦ γε διὰ πάντων ἀγῶνος καὶ τόνου καὶ δρόμου καὶ κράτους τίς ἂν οἷός τʼ εἴη πλησίον ἐλθεῖν, ἑτέραν κομίζων γλῶτταν, καὶ οὐχ ὡς ἀληθῶς παῖς ἀνδρὸς ἡττηθεὶς ἄπεισιν, ἵνʼ εὐπρεπῶς εἴπω; καὶ γάρ τοι πᾶσα μὲν ποίησις ἡ παρʼ ὑμῶν ἀρίστη καὶ τελεωτάτη, καὶ ὅση σεμνότητος καὶ ὅση χαρίτων προέστηκεν. εἰ δὲ δεῖ καὶ τῆς Ὁμήρου μνησθῆναι, μετέχει καὶ ταύτης τῆς φιλοτιμίας ἡ πόλις, οὐ μόνον διὰ τῆς ἀποίκου πόλεως, ἀλλʼ ὅτι καὶ ἡ φωνὴ σαφῶς ἐνθένδε. ἅπαντες δὲ οἱ λόγοι διὰ πάντων τῶν εἰδῶν οἱ παρʼ ὑμῖν ἄριστοι καὶ οὓς οἱ παρʼ ὑμῶν ἐποίησαν, καὶ σχεδὸν οἱ διὰ πάντων ἐν Ἕλλησι νικήσαντες ἅπαντες τῇ τῶν Ἀθηναίων δυνάμει νενικήκασιν. εἰ δὲ δή τι καὶ τὸ καθʼ ἡμᾶς—τοῦτο νῦν ἐστι θεῶν ἵλεων ὄντων—καὶ τοῦτʼ εἰς ὑμᾶς ἀναφέρει, οὔκουν ξενίαν γʼ ἔστι τῶν λόγων καταγνῶναι· ὥσπερ γὰρ προειδυῖα ἐξ ἀρχῆς ἡ φύσις περὶ τῆς πόλεως ὅσον τοῖς ἔργοις προέξει τῶν ἄλλων, κατεσκευάσατο αὐτῇ πρὸς ἀξίαν τοὺς λόγους, ἵνα αὐτή τε κοσμοῖτο ὑπὸ τῶν ἑαυτῆς ἀγαθῶν κἄν τισι τῶν ἄλλων δέῃ, καὶ τοῦτʼ ἔχοι μετὰ τῶν ἄλλων χαρίζεσθαι. πρότερον μὲν οὖν τοὺς καταφεύγοντας ἐφʼ ὑμᾶς τῶν Ἑλλήνων διεσώζετε, νυνὶ δʼ ἀτεχνῶς πάντας ἀνθρώπους καὶ πάντα γένη τῇ καλλίστῃ τῶν εὐεργεσιῶν ἀνέχετε, ἡγεμόνες παιδείας καὶ σοφίας ἁπάσης γιγνόμενοι καὶ πάντας ἁπανταχοῦ καθαίροντες. τῇ μὲν γὰρ τῶν Ἐλευσινίων τελετῇ τοῖς εἰσαφικνουμένοις ἐξηγηταὶ τῶν ἱερῶν καὶ μυσταγωγοὶ κέκλησθε, διὰ παντὸς δὲ τοῦ χρόνου πᾶσιν ἀνθρώποις τῶν εἰς τὸ μέσον εἰσφορῶν ἱερῶν ἐξηγηταὶ καὶ διδάσκαλοι καθεστήκατε· ἀνθʼ ὧν ἅπαντας ταῖς πρεπούσαις ἐπῳδαῖς ἐφέλκεσθε, οὐκ ἴυγγι ὑποκινοῦντες, ἀλλὰ τῷ καλλίστῳ τῶν φαρμάκων, τῷ λόγῳ, ὅπερ οἱ θεοὶ πάντων ἀντάξιον ἀνθρώπῳ μόνῳ τῶν ἄλλων ἐδωρήσαντο. ὥστε τὰς μὲν ἄλλας πόλεις, ἃς ἕκαστοι τιμῶσι, μετὰ τὴν ἑαυτῶν φαῖεν ἂν οἶμαι πατρίδα, ἐπὶ δὲ τῆς Ἀθηναίων ἀντέστραπται, καὶ πάντες οὐ τὴν ὑμετέραν εἴποιεν ἂν τιμᾶν μετὰ τὴν ἑαυτῶν, ἀλλὰ τὴν ἑαυτῶν μετὰ τὴν ὑμετέραν, ὡς ταύτην οὖσαν τὴν ὡς ἀληθῶς οἰκείαν καὶ προτέραν, καὶ οὐδʼ ἂν εἷς νεμεσήσαι. ὥσπερ γὰρ τοὺς θεοὺς καὶ πρὸ τῶν γονέων τιμᾶν νενόμισται, ὡς κοινοὺς ὄντας ἁπάντων γονέας τε καὶ εὐεργέτας, οὕτω τὴν κοινὴν πατρίδα τοῦ γένους πρὸ τῆς ἰδίας εὐσεβὲς τιμᾶν. ἄξιον τοίνυν καὶ τὸ τῆς αἰδοῦς εἰπεῖν ὅσον παρὰ πάντων ἐστί τε καὶ γέγονε τῇδε τῇ πόλει καὶ κατὰ πάντας ἀεὶ τοὺς χρόνους. οὐ γὰρ μόνον εὐθενούσης τῆς Ἑλλάδος ἠξιοῦτο τῶν πρωτείων, ἀλλὰ κἀν ταῖς μεταβολαῖς οὐδεμία ἐστὶν ἥτις ἐξ ἴσου ταύτῃ γεγένηται. φίλιππός τε γὰρ εὐτυχήσας τῇ περὶ Χαιρώνειαν μάχῃ τὴν μὲν Θηβαίων πόλιν εὐθὺς φρουρᾷ κατέλαβε, τὴν δὲ τῶν Ἀθηναίων οὐδʼ ἰδεῖν ὑπέμεινεν, ἀλλʼ ἔστη κατὰ χώραν αἰδοῖ τοῦ κρείττονος. καὶ σιωπῶ τὸν Ἀλέξανδρον, ὡς ἀεὶ πρὸς αὐτὴν ἔσχε θεραπευτικῶς. ἥ τε νῦν ἀρχὴ γῆς τε καὶ θαλάττης, εἴη δὲ ἀθάνατος, οὐκ ἀναίνεται τὰς Ἀθήνας μὴ οὐκ ἐν διδασκάλων καὶ τροφέων μέρει κοσμεῖν, ἀλλὰ τοσαύτη τῶν τιμῶν ἐστιν ἡ περιουσία ὥστε τοσοῦτον ἑτέρως ἡ πόλις πράττει τὰ νῦν ὅσον οὐ πραγματεύεται. τὰ δὲ τῆς ἄλλης εὐδαιμονίας μικροῦ δεῖν παραπλήσιά ἐστιν αὐτῇ τοῖς ἐπʼ ἐκείνων τῶν χρόνων, ὅτʼ εἶχε τῆς Ἑλλάδος τὴν ἀρχὴν, καὶ προσόδων ἕνεκα καὶ προεδρίας καὶ τοῦ παρὰ πάντων συγκεχωρηκότος. ὃ δὲ πάντων θεοφιλέστατον, ὅτε μὲν γὰρ ἤνθει τὰ τῶν Ἑλλήνων, διετέλει καὶ Ἕλληνας καὶ βαρβάρους νικῶσα, ὧν δὲ μόνων ἔδοξεν ἔλαττον ἔχειν ἐν τοῖς ὕστερον, τούτων τοσούτῳ κάλλιον ἀπήλλαξε καὶ εὐτυχέστερον εἰς τέλος, ὥστε τῶν μὲν αἱ πόλεις ἀπολώλασιν, ὅσαι δὲ καὶ λοιπαὶ, τῷ τῆς ἀρχῆς ἄγονται νόμῳ καὶ φόροις καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὑποκείμεναι ὑποτελεῖς· ἡ δʼ οὐ τοσοῦτον ἠλαττώθη τότʼ οὐδʼ εἰς τοσοῦτον τοῦ χρόνου ἐξ ὅσου καὶ ὅσῳ μέχρι τοῦδε οὐ μόνον πρὸ ἐκείνων, ἀλλὰ καὶ πρὸ τῶν ἄλλων τετίμηται. δῆλον δέ· Πέλλῃ μὲν γὰρ οὐδεὶς ἂν φιλοτιμοῖτο πατρίδι οὐδὲ Αἰγαῖς, Ἀθηναῖος δὲ οὐδείς ἐστιν Ἑλλήνων ὅστις οὐκ ἂν εὔξαιτο μᾶλλον ἢ τῆς ὑπαρχούσης πόλεως πολίτης γεγονέναι. οὐ μόνον δὲ τὰ τῶν ἰδιωτῶν οὕτω πρεσβεύουσι τὰς Ἀθήνας, ἀλλὰ καὶ πόλεις αἱ μὲν ὡς ἀληθῶς ἐνθένδε καὶ παρʼ ὑμῶν οἰκισθεῖσαι ἥδιον ἂν ὡς ἀφʼ ὑμῶν εἰσιν εἴποιεν ἢ τὴν ἴσην ὑμῖν κτήσαιντο δύναμιν, αἱ δὲ κύκλῳ περιέρχονται ζητοῦσαι τρόπον τινὰ εἰς ὑμᾶς ἀνενεγκεῖν. ἀλλὰ μὴν πέντε μέν ἐστι μνήμη βασιλειῶν, μὴ γένοιτο δὲ πλειόνων· τούτων δʼ ἐπὶ μὲν τῆς Ἀσσυρίων τῆς πρεσβυτάτης αἱ πρῶται τῆς πόλεώς εἰσι πράξεις, καὶ ὅσα τῶν θείων, εἰς τοῦτον ἐμπίπτει τὸν χρόνον· ἐπὶ δὲ τῆς δευτέρας ᾔρετο ἡ πόλις· τὴν δὲ τρίτην διὰ τέλους ἐνίκησεν· ἐν δὲ τῇ τετάρτῃ μόνη μὲν ἀντέσχεν, ἄριστα δὲ ἀπήλλαξε τῶν ἄλλων. ἐπὶ δὲ τῆς πάντα ἀρίστης καὶ μεγίστης τῆς νυνὶ καθεστηκυίας τὰ πρεσβεῖα παντὸς ἔχει τοῦ Ἑλληνικοῦ, καὶ πέπραγεν οὕτως ὥστε μὴ ῥᾳδίως ἄν τινα αὐτῇ τἀρχαῖα ἀντὶ τῶν παρόντων συνεύξασθαι. γνοίη δʼ ἄν τις ὅσον τῇ πόλει περίεστιν ἐκ τοῦ παντὸς αἰῶνος, εἰ τὰ ὑπάρχοντα αὐτῇ, πάντα μὲν οὐκ ἴσως δυνατὸν, μᾶλλον δὲ σαφῶς ἀδύνατον, ἀλλʼ ὅσα γε ἐγχωρεῖ μερίσας ἄλλο ἄλλῃ χώρᾳ καὶ πόλει προσθεὶς, εἶτα ἀγῶνα τῷ λόγῳ ποιήσειε, καθάπερ ποιητῶν ἢ χορῶν· οὐ γάρ μοι δοκεῖ τὴν νικῶσαν εὑρεῖν ἂν ῥᾳδίως· οἷον εἰ φιλοτιμοῖτο ἡ μὲν ὡς πρώτη τεκοῦσα τὸ τῶν ἀνθρώπων γένος, ἡ δʼ ὡς πρώτη δείξασα τοὺς καρποὺς, ἡ δὲ ὡς πλείστοις μεταδοῦσα, ἡ δέ τις ὡς νόμους καταδείξασα, ἡ δὲ πανηγύρεις, ἡ δʼ ὡς ἐν καλλίστοις κεῖται γῆς ἅμα καὶ θαλάττης, ἡ δὲ τοῖς τῆς σοφίας ἀγαθοῖς ἀγάλλοιτο, ἡ δὲ τὰς ἐν τοῖς πολέμοις πράξεις καταλέγοι, ἄλλη δὲ ὅσους ὑπεδέξατο τῶν Ἑλλήνων, ἡ δὲ τὰς ἀποικίας ἃς ἀπέστειλεν, ἡ δʼ ὅ τι καὶ δοίη τις αὐτῇ τῶν ὑπαρχόντων τῇ πόλει, φήμʼ ἔγωγε μάλιστʼ ἂν οὕτω γενέσθαι καταφανὲς ὁπόσοις τισὶ τοῖς κρείττοσιν ἡ πόλις ὑμῖν τὰς ἄλλας παρελήλυθεν. ἃ γὰρ ἐξαρκεῖ νειμαμένῃ τῇ Ἑλλάδι, ταῦτα μόνη συλλήβδην ἔχει. καὶ τοίνυν ὥσπερ τοῖς ἅπασι τοσοῦτον περίεστιν, οὕτω καὶ καθʼ ἕκαστον αὖ πολλοῖς τοῖς εἰς ταυτὸν φέρουσιν ἀγάλλεται. οἷον τῶν μὲν θείων εὐθέως δύο μὲν τὰ πρῶτα καὶ μέγιστα, ἥ τε ἐκ τῶν θεῶν τιμὴ καὶ ἡ περὶ τοὺς θεοὺς σπουδή. τούτων δʼ αὖ τῆς μὲν παρὰ τῶν θεῶν τιμῆς πότερον τὰς ἐπιδημίας εἴποι τις, αἷς τὸ κοινὸν ἐτίμησαν, ἢ τὰς τροφὰς αἷς ἔθρεψαν τοὺς ἐν τέλει καθάπερ παῖδας ἑαυτῶν; ἢ τὰς δίκας ἃς ἐποιήσαντο; καὶ τῶν γε δικῶν αὖ πότερον ἃς πρὸς ἀλλήλους περὶ τῆς πόλεως ἐποιήσαντο, ἢ τὰς ἐν τῇ πόλει πρὸς ἀλλήλους ὑπὲρ τῶν διαφόρων, ἢ τὰς ἀναμὶξ ἥρωσι καὶ θεοῖς ἐν θεοῖς δικασταῖς ἐνταυθοῖ γενομένας; καὶ μὴν τῶν γε δωρεῶν ὡσαύτως οὐ ῥᾴδιον τὴν μεγίστην εὑρεῖν. ἁμιλλάσθω δὲ καὶ περὶ τούτων ἄλλη πρὸς ἄλλην πόλις, ἡ μὲν τοὺς Δήμητρος καρποὺς κομίζουσα, ἡ δὲ τοὺς τοῦ Διονύσου, καὶ τούτους οὐ μόνον τοὺς ἀπὸ τῆς ἀμπέλου, ἀλλὰ καὶ τῶν ἄλλων ἡμέρων· ἡ δὲ τρίτη λεγέτω τὴν τῆς Ἀθηνᾶς δωρεὰν, καὶ ταύτην διπλῆν, ἆρʼ οὐ πολλαῖς πόλεσι μεριζόμενα ἐξαρκεῖ τὰ ἐκ τῶν θεῶν ἑκάστῃ φιλοτιμεῖσθαι ὡς ἐχούσῃ τὸ κάλλιστον; αὖθις τοίνυν τὰ πρὸς τοὺς θεοὺς, τοῦτο μὲν οἱ νεῲ, τοῦτο δὲ αἱ διʼ ἔτους θυσίαι καὶ πρόσοδοι· ὧν τὰ μὲν παρʼ ὑμῖν πρώτοις γεγένηται, τὰ δʼ εἰς ὑπερβολὴν ἔτι καὶ νῦν γίγνεται· τὰς δʼ ἀρρήτους τελετὰς, ὧν τοῖς μετασχοῦσι καὶ μετὰ τὴν τοῦ βίου τελευτὴν βελτίω τὰ πράγματα γίγνεσθαι δοκεῖ, τίς οὐκ ἂν ἐξαρκεῖν φαίη πᾶσιν ἓν ἀντιθεῖναι; ἀλλὰ μὴν ἥ γε πρὸς τοὺς ἀνθρώπους ὁμιλία τίνʼ ἐκπέφευγε τρόπον εὐεργεσίας; πρῶτον μέν γε ἡ τῶν καρπῶν μετάδοσις, ἔπειθʼ ἡ τῶν τελετῶν ἑτέρα, τρίτον ἡ κατὰ τοὺς πολέμους προστασία, τέταρτον ἡ διὰ τῆς σοφίας ἀεὶ πᾶσι γιγνομένη καὶ εἰς τοὺς ἰδίους οἴκους καὶ εἰς τὰ κοινὰ τῶν πόλεων ἐπικουρία. τῆς τοίνυν σοφίας αὐτῆς πότερον τοὺς νόμους εἴπωμεν, οἷς ἔτι νῦν οἱ πολλοὶ χρῶνται τοῖς ὑμετέροις, ἢ τοὺς λόγους; καὶ τῶν λόγων πότερον τοὺς περὶ τὴν ῥητορείαν, ἢ τοὺς διαλεκτικοὺς, ἢ τὴν ποίησιν, ἢ τὴν ἄλλην συγγραφὴν, εἰ δὲ βούλει, τί τῆς ποιήσεως εἶδος; ὅ τι γὰρ πρῶτον ἢ τελευταῖον εἴποις τῆς πρώτης ἐστὶ τῇ πόλει. σκόπει δὴ καὶ τὰ τῶν πολέμων, τοῦτο μὲν τοὺς ἰδίους ἀγῶνας, τοῦτο δὲ τοὺς ὑπὲρ τῶν ἄλλων, αὖθις αὖ τὰ ἐν τῇ οἰκείᾳ κατορθώματα, καὶ πάλιν γε τὰ ἐν τῇ ὑπερορίᾳ ὁμοίως Ἑλλάδι καὶ βαρβάρῳ· καὶ πότερον τὴν ἀνδρείαν, ἢ τὴν φιλανθρωπίαν ἐρεῖς τὴν ἐν αὐτοῖς τοῖς πολέμοις ἐνοῦσαν; ὥσπερ γὰρ ἐν μιᾷ πηγῇ πάνθʼ ὅσα ἂν μερίσῃς πάλιν εἰς ἄλληλα συρρεῖ καὶ μίγνυται, εἰς μὲν τὰς εὐεργεσίας οἵ τε πόλεμοι τῇ χρείᾳ τῶν δεηθέντων καὶ