<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="180"><p rend="align(indent)">καὶ περὶ μὲν τούτων ἱκανά. ὧν δʼ οὐδεὶς τὸ μέχρι τοῦδε, ὅσα γʼ ἡμεῖς σύνισμεν, ἐν ταῖς κοιναῖς εὐφημίαις ἐμνήσθη, ταῦτʼ οὐ πρὶν εἰπεῖν παύσομαι. καὶ γὰρ ὥσπερ οὐ θεμιτόν μοι φαίνεται λόγοις τὰς πράξεις κοσμοῦντα τοῦ κατʼ αὐτοὺς τοὺς λόγους μέρους παρελθεῖν τὴν μνείαν. μόνοι γὰρ ἁπάντων ἀνθρώπων, τὸ λεγόμενον δὴ τοῦτο, ἀναίμακτον τρόπαιον ἐστήσατε, οὐκ ἀπὸ Βοιωτῶν οὐδʼ ἀπὸ Λακεδαιμονίων οὐδὲ Κορινθίων, ἀλλʼ ἀπὸ τῶν ὁμοφύλων ἁπάντων, —λέγω δὲ οὐχ ὡς ἄν τις Ἕλληνας προσείποι πρὸς βαρβάρους ἀντιδιαιρούμενος, ἀλλʼ ἀπὸ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων—καὶ νίκην ἀνείλεσθε ἔντιμον καὶ μεγάλην κατὰ παντὸς τοῦ χρόνου, οὐ κατὰ τὴν ἐν Τανάγρᾳ μάχην τὴν ἀμφισβητήσιμον οὐδὲ μὰ Δία κατὰ τὴν ἐν Μαραθῶνι τὴν τοσοῦτον νικῶσαν, ἀλλʼ ὡς ἀληθῶς τὴν πρέπουσαν ἀνθρώπῳ καὶ διηνεκῆ καὶ ἣν Διὸς παῖδα προσειπεῖν εὐσεβές. ἅπασαι γὰρ αἱ πόλεις καὶ πάντα τὰ τῶν ἀνθρώπων γένη πρὸς ὑμᾶς καὶ τὴν ὑμετέραν δίαιταν καὶ φωνὴν ἀπέκλινε. καὶ οὐ φρουραῖς ἐγκαθεστηκυίαις ἡ δύναμις τῆς πόλεως συνέχεται, ἀλλὰ πάντων ἐξεπίτηδες τὰ ὑμέτερα ᾑρημένων καὶ εἰσποιούντων ἑαυτοὺς, ὡς δυνατὸν, τῇ πόλει, συνευχομένων καὶ παισὶ καὶ ἑαυτοῖς τοῦ παρʼ ὑμῖν καλοῦ μεταλαβεῖν· καὶ οὔτε Ἡρακλέους στῆλαι κωλύουσιν οὔτε Λιβύης κολωνοῖς ταῦτα ὁρίζεται, οὐδʼ αὖ Βοσπόρῳ ὁποτέρῳ βούλει, οὐδὲ στενοῖς Συρίας καὶ Κιλικίας, ἀλλὰ πᾶσαν τὴν γῆν τύχῃ τινὶ θείᾳ ζῆλος ἐπέρχεται τῆς ὑμετέρας σοφίας καὶ συνηθείας, καὶ ταύτην μίαν φωνὴν κοινὴν ἅπαντες τοῦ γένους ἐνόμισαν, καὶ διʼ ὑμῶν ὁμόφωνος μὲν πᾶσα γέγονεν ἡ οἰκουμένη, ἴδοις δʼ ἂν καὶ τοὺς ἡνιόχους καὶ τοὺς νομέας καὶ τοὺς ἀπὸ τῆς <pb xml:id="v.1.p.295"/>  θαλάττης ζῶντας καὶ πάντα ὅσα ἔθνη καὶ κατὰ πόλεις καὶ κατὰ χώρας τῆς παρʼ ὑμῶν φωνῆς ἐχομένους καὶ πειρωμένους τῆς γῆς ἀνθάπτεσθαι, καθάπερ τοὺς νεῖν ἀδυνάτους. ταύτην ἐγώ φημι τὴν μαρτυρίαν, ὦ Λακεδαιμόνιοι </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="181"><p> καὶ πάντες Ἕλληνες, καὶ παρʼ ὑμῶν αὐτῶν καὶ τῶν παρʼ ὑμῖν πρώτων διαφερόντως εἰσέτι νῦν ἐφʼ ἑκάστῃ ἡμέρᾳ τελεῖσθαι τῇ πόλει τῆς νίκης· οἳ τὰς μὲν πατρίους φωνὰς ἐκλελοίπασι καὶ καταισχυνθεῖεν ἂν καὶ ἐν σφίσιν αὐτοῖς διαλεχθῆναι τὰ ἀρχαῖα παρόντων μαρτύρων· πάντες δὲ ἐπὶ τήνδε ἐληλύθασιν ὥσπερ ὅρον τινὰ παιδείας νομίζοντες. ταύτην ἐγὼ τὴν μεγάλην ἀρχὴν καλῶ τὴν Ἀθηναίων, οὐ τριήρεις διακοσίας, ἢ πλείους, οὐδʼ Ἰωνίαν, οὐδʼ Ἑλλήσποντον, οὐδὲ τὰ ἐπὶ Θρᾴκης, ἃ μυρίους μεταβέβληκεν ἄρχοντας. τοσοῦτον γὰρ τὸ διάφορον τῶνδε τῶν λόγων πρὸς ἅπαντας τοὺς ἄλλους ἐξ ἀρχῆς τε ἦν καὶ ἔτι μᾶλλον ἐξεφάνη τῷ χρόνῳ, ὥστʼ οὐ μόνον ἐκλελοιπότων σχεδὸν ἤδη τῶν ἄλλων οἵδε τοσοῦτον ἀνθοῦσιν, ἀλλὰ καὶ φήσειεν ἄν τις ἁπάσας τὰς τῶν ἄλλων φωνὰς καὶ μὴ ὅτι βαρβάρων, ἀλλʼ αὐτῶν τῶν Ἑλλήνων τοῖς τῶν ψελλιζομένων παίδων ῥήμασι προσεοικέναι ὡς τῇ παρʼ ὑμῶν παραβαλεῖν. μέχρι μὲν γὰρ δυοῖν καὶ τριῶν ῥημάτων κἂν ἀκούοι τις κἂν τέρποιτο ὥσπερ ἐν παιδιᾷ, τὸ δὲ λοιπὸν κόρος ἤδη καὶ πάντα ἐλέγχεται· μόνη δὲ ἥδε πάσαις μὲν πανηγύρεσι, πᾶσι δὲ συλλόγοις καὶ βουλευτηρίοις σύμμετρος, ἔτι δὲ ἅπασι καὶ καιροῖς καὶ τόποις ἀρκεῖ καὶ διʼ ἴσου πρέπει· δύο γὰρ τὰ πρῶτα σχεδὸν ὡς εἰπεῖν κέκτηται μόνη, σεμνότητα λέγω καὶ χάριν. ἀλλὰ μὴν τοῦ γε διὰ πάντων ἀγῶνος καὶ τόνου καὶ δρόμου καὶ κράτους τίς ἂν <pb xml:id="v.1.p.296"/>  οἷός τʼ εἴη πλησίον ἐλθεῖν, ἑτέραν κομίζων γλῶτταν, καὶ οὐχ ὡς ἀληθῶς παῖς ἀνδρὸς ἡττηθεὶς ἄπεισιν, ἵνʼ εὐπρεπῶς εἴπω; καὶ γάρ τοι πᾶσα μὲν ποίησις ἡ παρʼ ὑμῶν ἀρίστη καὶ τελεωτάτη, καὶ ὅση σεμνότητος καὶ ὅση χαρίτων προέστηκεν. εἰ δὲ δεῖ καὶ τῆς Ὁμήρου μνησθῆναι, μετέχει καὶ ταύτης τῆς φιλοτιμίας ἡ πόλις, οὐ μόνον διὰ τῆς ἀποίκου πόλεως, ἀλλʼ ὅτι καὶ ἡ φωνὴ σαφῶς ἐνθένδε. ἅπαντες δὲ οἱ λόγοι διὰ πάντων τῶν εἰδῶν οἱ παρʼ ὑμῖν ἄριστοι καὶ οὓς οἱ παρʼ ὑμῶν ἐποίησαν, καὶ σχεδὸν οἱ διὰ πάντων ἐν Ἕλλησι νικήσαντες ἅπαντες τῇ τῶν </p></div></div></body></text></TEI>