ἐπεσφραγίσατο, Διονυσίου γὰρ τοῦ Σικελίας μὲν τυράννου, πολλῶν δὲ καὶ τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπάρχοντος εἰς νοῦν ἐμβαλλομένου ἐπιθέσθαι τῇ Ἑλλάδι, τῷ μήκει τῶν πολέμων κεκακωμένῃ, καὶ τοῦτο μὲν τοὺς προσοίκους τοῖς Ἕλλησι βαρβάρους τεθεραπευκότος ἐκ πολλοῦ, τοῦτο δὲ τὸν Περσῶν βασιλέα καλοῦντος, καὶ τοῦ πράγματος ἤδη ζέοντος, ἔσχον τὴν πεῖραν Ἀθηναίων στρατηγοὶ δύο, ὁ μὲν τὰς ἀπὸ Σικελίας ναῦς προσπλεούσας ἁπάσας λαβὼν αὐτοῖς ἀνδράσιν, ὁ δὲ καταναυμαχήσας Λακεδαιμονίους ἐπὶ Λευκάδι καὶ τὴν θάλατταν διʼ αὑτοῦ ποιησάμενος. μόνη γὰρ πόλεων οὐ τύραννον ἐπηγάγετο, οὐ πλοῦτον ἐθαύμασεν, οὐκ ἀσφάλειαν, οὐχ ἡδονὰς ἀντὶ τῶν δικαίων ἠλλάξατο, ἀλλʼ ὥσπερ ἅπασι πεφυκυῖα ζῆν οὕτως ἑαυτὴν ἤγαγε. καὶ γάρ τοι πάντες, ὅσοι τῆς Ἑλλήνων ἀρχῆς ἐπεθύμησαν τῇ πόλει πολεμοῦντες διεγένοντο. καὶ Φίλιππος τοὺς μὲν ὑπερεῖδε τῶν ἄλλων Ἑλλήνων, τοὺς δʼ ἐλπίσι καὶ δωρεαῖς αὑτῷ συμπράττειν ἔπεισε· πρὸς δὲ τὴν πόλιν πολεμῶν ἐξ ἀρχῆς διετέλεσεν, ὥσπερ ὅρον τινὰ ἀναγκαῖον ἐκπληρῶν. ἡ δὲ ἕως μὲν ἐξήρκει, τοὺς μὲν ἐξῃρεῖτο, τοῖς δʼ ἐν πατρίδος μοίρᾳ κατέστη, πάντων δὲ ὥσπερ μήτηρ ὑπὲρ παίδων προὔκαμε, μόνη δὲ τὸ σύμβολον τῆς Ἑλλάδος διετήρησε καὶ συνεσκίασε τὰς κατεχούσας τότε συμφοράς· ἐπεὶ δʼ ἔκλινε τὰ πράγματα, οὐδὲν ἦν ἐμποδὼν Φιλίππῳ, ἀλλʼ ἐδείχθη σαφῶς ὅτι καὶ αἱ νῖκαι τῆς πόλεως τῶν Ἑλλήνων εἰσὶ νῖκαι καὶ τὰ τῆς πόλεως ἐναντιώματα τῶν Ἑλλήνων ἁπάντων ἐστίν. οὐ γὰρ πρότερον τῆς ἡγεμονίας ἀπέστησαν Φιλίππῳ πρὶν ἡ πόλις τὴν εἰρήνην παρεδέξατο. ἔχων δὲ πολλὰ καὶ τῶν ὕστερον εἰπεῖν καὶ μάχας ἀτόπους καὶ τολμήματα θαυμαστὰ καὶ καρτερίας ὑπερφυεῖς, οὐκέθʼ ὁρῶ τὸν καιρὸν ἀρκοῦντα. τοσοῦτον δʼ ἔτι προσθεὶς τοῖς περὶ τούτων λόγοις ἀπαλλάττομαι· τέτταρας ὡς διελέσθαι γένει πολέμους ἡ πόλις πεποίηται, τοὺς μὲν αὑτῆς ἰδίους, τοὺς δʼ ὑπὲρ τοῦ κοινοῦ τῆς Ἑλλάδος, τοὺς δʼ ὑπὲρ τῶν ἐν μέρει δεηθέντων, κἀν τούτοις αὐτοῖς τοῖς δεηθεῖσιν ἔνεισιν ὑφʼ ὧν ἠδίκητο καὶ οἷς ἐγκαλεῖν εἶχεν ἐκ τῶν πρόσθεν. φημὶ τοίνυν ἐγὼ τουτὶ μόνον τὸ σχῆμα τοῦ πολέμου πάσας ὁμοῦ τὰς Ἑλληνικὰς πράξεις ἐλέγχειν ὑστέρας οὔσας. πλείους γάρ εἰσιν οὓς ἡ πόλις ἀγνωμονήσαντας εἰς αὑτὴν ἔσωσεν ἢ ὅσοις μᾶλλον χάριν εὖ ποιήσασιν ἀπεμνημόνευσε, λέγω δὴ Θηβαίους ἀπὸ Λακεδαιμονίων, Κορινθίους ἀπὸ Λακεδαιμονίων, Λακεδαιμονίους ἀπὸ Θηβαίων, Εὐβοέας ἀπὸ Θηβαίων, ὅτε διττῆς ἀρετῆς δείγματα ἐξήνεγκε, τοῖς μὲν τὰς πόλεις φυλάξασα καὶ τὴν χώραν ὑφʼ ὧν ἀπεστέρητο τὴν αὑτῆς, τοὺς δʼ ὡς ἐκράτησεν ὑποσπόνδους ἀφεῖσα, αὖθις Εὐβοέας ἀπὸ Φιλίππου, Βυζαντίους, Περινθίους, Χερρονησίτας, Χαλκιδέας τὸ καθʼ αὑτὴν, ἑτέρους μυρίους. ἀνθʼ ὧν εἰ χρῆν ὥσπερ ἰδιώτου πόλεως εἰκόνα ποιήσασθαι, τῆς Ἀθηναίων προσῆκε μόνης καὶ τιμᾶν ὥσπερ ἄγαλμα κοινὸν τῆς Ἑλλάδος. ὅπερ γὰρ τῇ πόλει τὸ πρυτανεῖον, τοῦθʼ ἡ πόλις πᾶσι κοινῇ γέγονε τοῖς Ἕλλησιν ἐν ταῖς χρείαις, τῶν τροπαίων καὶ τῶν ἐπιγραμμάτων καλλίους ἀεὶ παρασχομένη τὰς ὑποθέσεις. ὃ τοίνυν ἔξω μὲν κινδύνων πέπρακται, οὐδενὸς δʼ ἧττον ἐμφανίζει τί ποτʼ ἦν τὸ τῶν Ἀθηναίων πρᾶγμα, ἐν μὲν τοῖς ἄνω λόγοις ἡμᾶς διέφυγε, νῦν δʼ ἴσως οὐ χεῖρον ἀποδοῦναι. γενομένων γὰρ αὐτοῖς συνθηκῶν πρὸς Λακεδαιμονίους, ἐὰν κρατήσωσι τῶν βαρβάρων, ἀνελεῖν τοὺς μηδίσαντας, ἐπειδὴ παρῆλθον οἱ κίνδυνοι, τῆς ἔχθρας ἐπελάθοντο. καὶ Λακεδαιμονίους ὡρμημένους ποιεῖν τὰ δεδογμένα διεκώλυσαν, ὁρῶντες τῶν πόλεων τὸ πλῆθος, αἷς ἔμελλεν ἡ Ἑλλὰς ἐλάττων γενήσεσθαι· οὕτως οὐ μόνον τῷ κοινῷ γένει τῶν Ἑλλήνων, ἀλλὰ καὶ τοῖς ἐξ ἀρχῆς ἁμαρτοῦσι καὶ εἰς αὑτὴν καὶ εἰς τοὺς Ἕλληνας ἐλυσιτέλησεν ἀεὶ δή ποθʼ ἡ πόλις, καὶ ὅσα ἐνίκησεν ἀκριβῶς ὑπὲρ ἁπάντων ἐνίκησε.