ἀπὸ τοῦ ἴσου γίγνεται. ὥστʼ εἴ τις ἀκριβολογεῖται περὶ τῶν δικαίων καὶ σοφιστὴς εἶναι μᾶλλον βούλεται ἢ τῇ τῶν πραγμάτων φύσει συγχωρεῖν, οὐκ ἂν φθάνοι διαγράφων πάσας ἀρχάς τε καὶ δυνάμεις ἁπλῶς· ὡς ἅπαντά γε ταῦτά ἐστιν ἐν τῷ θεσμῷ τοῦ κρείττονος. εἶθʼ ὑπὸ σοφίας ἄνεισι μέχρι τῶν θεῶν, ἐλέγχων, καὶ λέγων ὡς οὐδὲ οὗτοι τοῖς ἀνθρώποις ἐξ ἴσου προσομιλοῦσιν, ἀλλʼ ᾕρηνται κρείττους εἶναι. ἀλλʼ οἶμαι ταῦτʼ ἐστὶ γωνίας ἀξίων ἀνθρώπων καὶ τὸν ἥλιον οὐχ ἑορακότων, ὃς ἀφαιρεῖται τοὺς ἄλλους ἀστέρας τὸ φαίνεσθαι. εἰ δʼ ἀναγκαῖον τὸ πάσῃ δυναστείᾳ καὶ πάσῃ περιουσίᾳ τὰ τοιαῦτα προσεῖναι, καὶ οὗτός ἐστιν ἀρχῆς θεσμὸς, μὴ ἀπὸ τοῦ ἴσου πρὸς τοὺς ὑπηκόους κρίνεσθαι, τότε νικῶν ἀπίτω τις, ὅταν δείξῃ τῶν ἄλλων εἴτε Ἑλληνικῶν δυνάμεων εἴτε καὶ βαρβαρικῶν βασιλειῶν ἡντινοῦν ἐλάττονι τῷ τῆς πλεονεξίας γιγνομένῳ χρησαμένην ἢ τὸν τῶν Ἀθηναίων ἔστι δῆμον εὑρεῖν. φανήσεται γὰρ ἃ μὲν διαφερόντως ἐβουλεύσατο ἑνὸς ἀνδρὸς ἤθει κεχρημένος τοῦ βελτίστου, ἃ δʼ ἐγκαλοῦσί τινες, οὐ τῇ κοινῇ φύσει τῶν ἀνθρώπων ἐξαμαρτὼν, ἀλλὰ τῇ τῆς ἀρχῆς ἀκολουθήσας ἀνάγκῃ, καὶ δυνάμει μὲν ἄρχων καταστὰς τὸ ἐξ ἀρχῆς, φιλανθρωπίᾳ δὲ τὸ τῆς ἀρχῆς δεδοικὸς ἑκὼν μεθεὶς καὶ σχεδὸν αὐτὸς αὑτῷ τῶν ἐγκλημάτων αἴτιος γεγονώς. πλείστῳ γὰρ τῷ κοινῷ καὶ μετρίῳ πρὸς ἅπαντας χρησάμενος καὶ τρόπον τινὰ τῆς πολιτείας μᾶλλον κοινωνοὺς ποιησάμενος ἢ δυναστείας νόμῳ κατέχων, ταυτὸν τοῖς χρηστοῖς ἔπαθε τῶν δεσποτῶν· οὐ γὰρ διὰ τὴν ἄλλην ἐπιείκειαν χάριτος παρʼ ἐνίων ἔτυχεν, ἀλλʼ εἴ τι προσηνάγκασεν, ἐπιφανῶς ἔδοξε βιάζεσθαι. καὶ μὴν εἰ μὲν ἔχοντας τὸ τῶν ὑπηκόων σχῆμα ταῦτʼ εἰργασμένος φαίνεται, δῶμεν τοῖς ἐθέλουσι βλασφημεῖν· εἰ δὲ τοὺς μὲν ἀποστάντας καὶ παρʼ ἀξίαν ὑβρίσαντας εἰς αὐτὸν, τοὺς δʼ ἐκ τοῦ φανεροῦ πολεμίους ὄντας, ποτέροις ἄξιον ἐγκαλεῖν; οἶμαί γε τοῖς τὴν ἀνάγκην παρασχοῦσιν· ἐπεὶ κἀκεῖνοί μοι δοκοῦσιν ὥσπερ ἐνέχυρον αὐτὸ τοῦτʼ ἔχοντες ἐπαρθῆναι καὶ τούτῳ μάλιστα πιστεύσαντες ἁμαρτεῖν, οὐ τῷ διὰ τέλους κρατήσειν τῆς πόλεως, ἀλλὰ τῷ μηδʼ ἂν ληφθῶσι μηδὲν δεινὸν πείσεσθαι, ὡς Ἀθηναίους γε πεφυκότας σώζειν. δῆλον δέ· ἃ γὰρ περὶ Μυτιληναίων μετέγνωσαν τίς ἔχει νικῆσαι πόλις οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο; ἐκεῖνοι γὰρ ἃ μὲν τῇ προτεραίᾳ διέγνωσαν τῆς κρίσεως ἦν καὶ ὧν ἠδίκηντο, ἃ δὲ τῇ ὑστεραίᾳ μετέγνωσαν τῆς πόλεως ἦν μόνης καὶ ἡ τριήρης τὴν τριήρη κατειλήφει. θαυμάζω δὲ εἰ τῶν μὲν ἰδιωτῶν τὴν ἔργῳ πάντες ἀπολογίαν τιμῶσι, τῆς πόλεως δὲ οὐχ ὁρῶσιν οἱ σεμνοὶ τὰ ἔργα διʼ οἵων καὶ ὅσων ἀπολελόγηται περὶ τούτων. καὶ ἡλίου μὲν καὶ σελήνης οὐχ ὅσα βλάπτουσι κατηγοροῦμεν, ἀλλʼ ὅσων ἀγαθῶν αἴτιοι γίγνονται θαυμάζομεν, τὴν πόλιν δʼ ἐξ ὧν ἐνίοις προσέκρουσεν, ἀλλʼ οὐκ ἐξ ὧν ἅπασιν ὡμίλησεν, οὐδʼ ἐκ τῆς ὅλης φύσεως κρινοῦμεν; οὐκ οἴομαί γε. ὥσπερ ἂν εἴ τις καὶ τῶν θεῶν κατηγοροίη τοὺς σκηπτοὺς καὶ τὰς βροντὰς, κἂν εἴ τι σεισθῇ, τὰς ὅλας καὶ κοινὰς εὐεργεσίας αὐτῶν ἀμελήσας σκοπεῖν. ἡ τοίνυν πόλις Σκιωναίους μὲν ἀνέστησε, τοὺς δʼ Ἕλληνας ἅπαντας καὶ κοινῇ καὶ καθʼ ἑκάστους ἔσωσε, καὶ ταῦτα μυριάκις. ἡδέως δʼ ἂν πυθοίμην τῶν ῥᾳδίως ἀξιούντων αὑτοὺς τὰ τηλικαῦτα κατηγορεῖν τίνας τοιούτους αὐτὴν ἀναστάτους ποιῆσαί φασιν οἵους ἀναστάτους ἐκώλυσε γενέσθαι Θηβαίους, ἢ τίνων τείχη καθελεῖν οἷα Κορινθίοις ἀνέστησεν, ἢ τίνας τοιούτους ἀνελεῖν οἵους διετήρησε Λακεδαιμονίους καὶ τὰς μετʼ ἐκείνων πόλεις, ἄλλοις τε πολλοῖς παλαιοῖς καὶ καλοῖς ἔργοις, καὶ τὰ τελευταῖα τῇ περὶ Μαντίνειαν ἀρίστῃ τῶν Ἑλληνικῶν, οἶμαι δὲ καὶ τῶν μνημονευομένων, ἱππομαχίᾳ. ὃ δʼ ὡσπερεὶ κεφάλαιον τῶν χρόνων ἐκείνων ἐστὶ καὶ ὃ πάσας τῇ πόλει καὶ τὰς ἄνω καὶ τὰς τότε πράξεις ἐπεσφραγίσατο, Διονυσίου γὰρ τοῦ Σικελίας μὲν τυράννου, πολλῶν δὲ καὶ τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπάρχοντος εἰς νοῦν ἐμβαλλομένου ἐπιθέσθαι τῇ Ἑλλάδι, τῷ μήκει τῶν πολέμων κεκακωμένῃ, καὶ τοῦτο μὲν τοὺς προσοίκους τοῖς Ἕλλησι βαρβάρους τεθεραπευκότος ἐκ πολλοῦ, τοῦτο δὲ τὸν Περσῶν βασιλέα καλοῦντος, καὶ τοῦ πράγματος ἤδη ζέοντος, ἔσχον τὴν πεῖραν Ἀθηναίων στρατηγοὶ δύο, ὁ μὲν τὰς ἀπὸ Σικελίας ναῦς προσπλεούσας ἁπάσας λαβὼν αὐτοῖς ἀνδράσιν, ὁ δὲ καταναυμαχήσας Λακεδαιμονίους ἐπὶ Λευκάδι καὶ τὴν θάλατταν διʼ αὑτοῦ ποιησάμενος. μόνη γὰρ πόλεων οὐ τύραννον ἐπηγάγετο, οὐ πλοῦτον ἐθαύμασεν, οὐκ ἀσφάλειαν, οὐχ ἡδονὰς ἀντὶ τῶν δικαίων ἠλλάξατο, ἀλλʼ ὥσπερ ἅπασι πεφυκυῖα ζῆν οὕτως ἑαυτὴν ἤγαγε. καὶ γάρ τοι πάντες, ὅσοι τῆς Ἑλλήνων ἀρχῆς ἐπεθύμησαν τῇ πόλει πολεμοῦντες διεγένοντο. καὶ Φίλιππος τοὺς μὲν ὑπερεῖδε τῶν ἄλλων Ἑλλήνων, τοὺς δʼ ἐλπίσι καὶ δωρεαῖς αὑτῷ συμπράττειν ἔπεισε· πρὸς δὲ τὴν πόλιν πολεμῶν ἐξ ἀρχῆς διετέλεσεν, ὥσπερ ὅρον τινὰ ἀναγκαῖον ἐκπληρῶν. ἡ δὲ ἕως μὲν ἐξήρκει, τοὺς μὲν ἐξῃρεῖτο, τοῖς δʼ ἐν πατρίδος μοίρᾳ κατέστη, πάντων δὲ ὥσπερ μήτηρ ὑπὲρ παίδων προὔκαμε, μόνη δὲ τὸ σύμβολον τῆς Ἑλλάδος διετήρησε καὶ συνεσκίασε τὰς κατεχούσας τότε συμφοράς· ἐπεὶ δʼ ἔκλινε τὰ πράγματα, οὐδὲν ἦν ἐμποδὼν Φιλίππῳ, ἀλλʼ ἐδείχθη σαφῶς ὅτι καὶ αἱ νῖκαι τῆς πόλεως τῶν Ἑλλήνων εἰσὶ νῖκαι καὶ τὰ τῆς πόλεως ἐναντιώματα τῶν Ἑλλήνων ἁπάντων ἐστίν. οὐ γὰρ πρότερον τῆς ἡγεμονίας ἀπέστησαν Φιλίππῳ πρὶν ἡ πόλις τὴν εἰρήνην παρεδέξατο. ἔχων δὲ πολλὰ καὶ τῶν ὕστερον εἰπεῖν καὶ μάχας ἀτόπους καὶ τολμήματα θαυμαστὰ καὶ καρτερίας ὑπερφυεῖς, οὐκέθʼ ὁρῶ τὸν καιρὸν ἀρκοῦντα. τοσοῦτον δʼ ἔτι προσθεὶς τοῖς περὶ τούτων λόγοις ἀπαλλάττομαι· τέτταρας ὡς διελέσθαι γένει πολέμους ἡ πόλις πεποίηται, τοὺς μὲν αὑτῆς ἰδίους, τοὺς δʼ ὑπὲρ τοῦ κοινοῦ τῆς Ἑλλάδος, τοὺς δʼ ὑπὲρ τῶν ἐν μέρει δεηθέντων, κἀν τούτοις αὐτοῖς τοῖς δεηθεῖσιν ἔνεισιν ὑφʼ ὧν ἠδίκητο καὶ οἷς ἐγκαλεῖν εἶχεν ἐκ τῶν πρόσθεν. φημὶ τοίνυν ἐγὼ τουτὶ μόνον τὸ σχῆμα τοῦ πολέμου πάσας ὁμοῦ τὰς Ἑλληνικὰς πράξεις ἐλέγχειν ὑστέρας οὔσας. πλείους γάρ εἰσιν οὓς ἡ πόλις ἀγνωμονήσαντας εἰς αὑτὴν ἔσωσεν ἢ ὅσοις μᾶλλον χάριν εὖ ποιήσασιν ἀπεμνημόνευσε, λέγω δὴ Θηβαίους ἀπὸ Λακεδαιμονίων, Κορινθίους ἀπὸ Λακεδαιμονίων, Λακεδαιμονίους ἀπὸ Θηβαίων, Εὐβοέας ἀπὸ Θηβαίων, ὅτε διττῆς ἀρετῆς δείγματα ἐξήνεγκε, τοῖς μὲν τὰς πόλεις φυλάξασα καὶ τὴν χώραν ὑφʼ ὧν ἀπεστέρητο τὴν αὑτῆς, τοὺς δʼ ὡς ἐκράτησεν ὑποσπόνδους ἀφεῖσα, αὖθις Εὐβοέας ἀπὸ Φιλίππου, Βυζαντίους, Περινθίους, Χερρονησίτας, Χαλκιδέας τὸ καθʼ αὑτὴν, ἑτέρους μυρίους. ἀνθʼ ὧν εἰ χρῆν ὥσπερ ἰδιώτου πόλεως εἰκόνα ποιήσασθαι, τῆς Ἀθηναίων προσῆκε μόνης καὶ τιμᾶν ὥσπερ ἄγαλμα κοινὸν τῆς Ἑλλάδος. ὅπερ γὰρ τῇ πόλει τὸ πρυτανεῖον, τοῦθʼ ἡ πόλις πᾶσι κοινῇ γέγονε τοῖς Ἕλλησιν ἐν ταῖς χρείαις, τῶν τροπαίων καὶ τῶν ἐπιγραμμάτων καλλίους ἀεὶ παρασχομένη τὰς ὑποθέσεις. ὃ τοίνυν ἔξω μὲν κινδύνων πέπρακται, οὐδενὸς δʼ ἧττον ἐμφανίζει τί ποτʼ ἦν τὸ τῶν Ἀθηναίων πρᾶγμα, ἐν μὲν τοῖς ἄνω λόγοις ἡμᾶς διέφυγε, νῦν δʼ ἴσως οὐ χεῖρον ἀποδοῦναι. γενομένων γὰρ αὐτοῖς συνθηκῶν πρὸς Λακεδαιμονίους, ἐὰν κρατήσωσι τῶν βαρβάρων, ἀνελεῖν τοὺς μηδίσαντας, ἐπειδὴ παρῆλθον οἱ κίνδυνοι, τῆς ἔχθρας ἐπελάθοντο. καὶ Λακεδαιμονίους ὡρμημένους ποιεῖν τὰ δεδογμένα διεκώλυσαν, ὁρῶντες τῶν πόλεων τὸ πλῆθος, αἷς ἔμελλεν ἡ Ἑλλὰς ἐλάττων γενήσεσθαι· οὕτως οὐ μόνον τῷ κοινῷ γένει τῶν Ἑλλήνων, ἀλλὰ καὶ τοῖς ἐξ ἀρχῆς ἁμαρτοῦσι καὶ εἰς αὑτὴν καὶ εἰς τοὺς Ἕλληνας ἐλυσιτέλησεν ἀεὶ δή ποθʼ ἡ πόλις, καὶ ὅσα ἐνίκησεν ἀκριβῶς ὑπὲρ ἁπάντων ἐνίκησε. καὶ περὶ μὲν τούτων ἱκανά. ὧν δʼ οὐδεὶς τὸ μέχρι τοῦδε, ὅσα γʼ ἡμεῖς σύνισμεν, ἐν ταῖς κοιναῖς εὐφημίαις ἐμνήσθη, ταῦτʼ οὐ πρὶν εἰπεῖν παύσομαι. καὶ γὰρ ὥσπερ οὐ θεμιτόν μοι φαίνεται λόγοις τὰς πράξεις κοσμοῦντα τοῦ κατʼ αὐτοὺς τοὺς λόγους μέρους παρελθεῖν τὴν μνείαν. μόνοι γὰρ ἁπάντων ἀνθρώπων, τὸ λεγόμενον δὴ τοῦτο, ἀναίμακτον τρόπαιον ἐστήσατε, οὐκ ἀπὸ Βοιωτῶν οὐδʼ ἀπὸ Λακεδαιμονίων οὐδὲ Κορινθίων, ἀλλʼ ἀπὸ τῶν ὁμοφύλων ἁπάντων, —λέγω δὲ οὐχ ὡς ἄν τις Ἕλληνας προσείποι πρὸς βαρβάρους ἀντιδιαιρούμενος, ἀλλʼ ἀπὸ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων—καὶ νίκην ἀνείλεσθε ἔντιμον καὶ μεγάλην κατὰ παντὸς τοῦ χρόνου, οὐ κατὰ τὴν ἐν Τανάγρᾳ μάχην τὴν ἀμφισβητήσιμον οὐδὲ μὰ Δία κατὰ τὴν ἐν Μαραθῶνι τὴν τοσοῦτον νικῶσαν, ἀλλʼ ὡς ἀληθῶς τὴν πρέπουσαν ἀνθρώπῳ καὶ διηνεκῆ καὶ ἣν Διὸς παῖδα προσειπεῖν εὐσεβές. ἅπασαι γὰρ αἱ πόλεις καὶ πάντα τὰ τῶν ἀνθρώπων γένη πρὸς ὑμᾶς καὶ τὴν ὑμετέραν δίαιταν καὶ φωνὴν ἀπέκλινε. καὶ οὐ φρουραῖς ἐγκαθεστηκυίαις ἡ δύναμις τῆς πόλεως συνέχεται, ἀλλὰ πάντων ἐξεπίτηδες τὰ ὑμέτερα ᾑρημένων καὶ εἰσποιούντων ἑαυτοὺς, ὡς δυνατὸν, τῇ πόλει, συνευχομένων καὶ παισὶ καὶ ἑαυτοῖς τοῦ παρʼ ὑμῖν καλοῦ μεταλαβεῖν· καὶ οὔτε Ἡρακλέους στῆλαι κωλύουσιν οὔτε Λιβύης κολωνοῖς ταῦτα ὁρίζεται, οὐδʼ αὖ Βοσπόρῳ ὁποτέρῳ βούλει, οὐδὲ στενοῖς Συρίας καὶ Κιλικίας, ἀλλὰ πᾶσαν τὴν γῆν τύχῃ τινὶ θείᾳ ζῆλος ἐπέρχεται τῆς ὑμετέρας σοφίας καὶ συνηθείας, καὶ ταύτην μίαν φωνὴν κοινὴν ἅπαντες τοῦ γένους ἐνόμισαν, καὶ διʼ ὑμῶν ὁμόφωνος μὲν πᾶσα γέγονεν ἡ οἰκουμένη, ἴδοις δʼ ἂν καὶ τοὺς ἡνιόχους καὶ τοὺς νομέας καὶ τοὺς ἀπὸ τῆς θαλάττης ζῶντας καὶ πάντα ὅσα ἔθνη καὶ κατὰ πόλεις καὶ κατὰ χώρας τῆς παρʼ ὑμῶν φωνῆς ἐχομένους καὶ πειρωμένους τῆς γῆς ἀνθάπτεσθαι, καθάπερ τοὺς νεῖν ἀδυνάτους. ταύτην ἐγώ φημι τὴν μαρτυρίαν, ὦ Λακεδαιμόνιοι