<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="174"><p> κατελέλειπτο τὰ πράγματα ἐν τούτῳ Λακεδαιμονίοις ὥστε δεῖν ἢ θεῶν τινα χεῖρα ὑπερέχειν, ἢ τὴν πόλιν κληρονομῆσαι τῶν ἐκείνοις ὄντων κινδύνων ἐθελοντάς· καίτοι ἀφῖκτο μὲν κατʼ ἀρχὰς εὐθὺς κήρυξ παρὰ τῶν Θηβαίων, ὡς ἐπʼ εὐαγγελίοις ἐστεφανωμένος, ἧκε δʼ ἡ Πελοπόννησος ἅπασα διδοῦσα ἑαυτὴν, κελεύουσα ἐπʼ ἀναιρέσει τῆς Σπάρτης ἡγεῖσθαι· εἰ δὲ μὴ, Θηβαίοις ἠπείλουν προσθήσεσθαι. οἱ δʼ ἐπὶ μὲν τοῖς παρὰ τοῦ κήρυκος οὕτως ἐδάκρυσαν ὥσπερ οἰκείαν τινὰ συμφορὰν ἀκούσαντες καὶ ἀπέπεμψαν ὥσπερ ἐκ τῶν βαρβάρων ἥκοντα, πλεῖστον δὴ δόξης ψευσθέντα· τὴν δὲ Λακεδαιμονίων ἐρημίαν ἀντὶ τῆς Πελοποννησίων ἑκουσίου συμμαχίας καὶ τῆς φιλίας τῶν κεκρατηκότων εἵλοντο, οὐχ ὧν ἐπεπόνθεσαν αὐτοὶ μνημονεύσαντες, ἀλλʼ ἃ πείσονται Λακεδαιμόνιοι περιοφθέντες αὑτῶν εἶναι λῦσαι νομίσαντες. ὃ δὲ δὴ μάλιστα ἄξιον τῆς ἐκείνων φύσεως ἀγασθῆναι καὶ κρεῖττον ἢ κατʼ ἄνθρωπον ἡγήσασθαι, ἐξὸν γὰρ αὑτοῖς ἀκολουθοῦντας ἔχειν Λακεδαιμονίους καὶ κατὰ γῆν καὶ κατὰ <pb xml:id="v.1.p.286"/>  θάλατταν, ἢ περιιδεῖν ἐπὶ κεφαλὴν ὠσθέντας, συμμάχων, περιοίκων, οἰκετῶν, ἁπάντων ἐπανεστηκότων, ἐπὶ τοῖς ἴσοις ἐδέξαντο, καὶ πορευομένης ὥσπερ φλογὸς τῆς Θηβαίων δυνάμεως ἐπὶ τὴν πόλιν τῶν Λακεδαιμονίων καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου μόνοι καὶ Ἑλλήνων καὶ βαρβάρων προστάντες ἐκώλυσαν. ἐξ ὧν οὕτως ὑπὸ πάντων ἑωρῶντο ὥστε καταστῆναι τὴν πόλιν συνέδριον τῆς συμμαχίας ἁπάσης.</p><p rend="align(indent)">θαυμάζω τοίνυν τῶν τὰ Μηλίων καὶ Σκιωναίων τολμώντων προφέρειν τῇ πόλει ποῦ γῆς ἢ θαλάττης ὄντες ταῦτα κατηγοροῦσι, πότερον ταῦτα μόνα ἀκούσαντες τῶν πεπραγμένων τῇ κατὰ ἦθος πόλει, ἢ ταῖς ἑαυτῶν πατρίσιν οὐκ ἂν συμβουληθέντες καὶ ταῦτα καὶ τἄλλα ὑπάρχειν ὅσα τῇ πόλει; εἰ μὲν γὰρ οὐ συμβούλεσθαι φήσουσιν, ἀντεπιδειξάντων οἷς ἀγάλλονται· εἰ δʼ οὐκ ἂν φύγοιεν τὴν αἵρεσιν, εἴ τις αὐτοῖς διδοίη θεῶν, παυσάσθων μείζοσιν ἢ καθʼ αὑτοὺς λόγοις ἐγχειροῦντες. ἔτι τοίνυν  </p></div><pb xml:id="v.1.p.287"/><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="175"><p> πότερον τῆς πόλεως ἢ τῶν συμβάντων κατηγοροῦσιν· εἰ μὲν γὰρ τῆς πόλεως, οὐδὲν, ὡς ἔοικε, τῶν μεγίστων ἐπίστανται, ἀλλʼ ἐκπέφευγεν αὐτοὺς ἀφʼ ὧν ἡ πόλις γνωρίζεται· εἰ δὲ τὰ συμβάντα μέμφονται, οὐχ ὅμοια τοῖς ἄλλοις, ὡς ἔοικεν, οἷς προείλετο ἡ πόλις νομίζοντες οὕτω μέμφονται ὥστʼ ἐξ ὧν τὸ πρᾶγμα κακίζουσι τὴν πόλιν ἐγκωμιάζουσι. τότε γὰρ κακία καὶ πόλεως καὶ ἰδιώτου δείκνυται, ὅταν ἢ μόνα τῳ προσῇ τὰ ὑπαίτια, ἢ πλείω τὰ φαῦλα τῶν ἐπιεικῶν ἐλέγχῃ τις ἢ μείζω· προσκείσθω γάρ. ὅταν δʼ ἐξετάζων διὰ πάντων ἑνὸς καὶ δυοῖν λαμβάνῃ, λέληθας ἐπαινῶν οἷς ἀφίης, ἄλλως τʼ εἰ μηδʼ ἰδιώτου ποιεῖ τὴν κρίσιν, ἀλλὰ πόλεως καὶ ταύτης πρεσβυτάτης τῶν Ἑλληνίδων καὶ ᾗ πλεῖστα ὑπάρχει τὰ δέοντα συμβάντα. εἰ δὲ δεῖ καὶ περὶ τούτων ἀποκρίνασθαι, οὐκ ἐρῶ πῶς οἱ μετὰ ταῦτα δυνηθέντες προσηνέχθησαν τοῖς αὐτοῖς τούτοις πράγμασιν· οὔτε γὰρ λυπεῖν ἔγωγε οὐδένα τῶν Ἑλλήνων προῄρημαι, ἀλλʼ ἀνεῖται τῷ γένει τῶν Ἑλλήνων ὁ λόγος φιλοτιμία κοινὴ, οὔτʼ ἂν ἑτέρους ἐπιδείξω δή που μείζω καὶ δεινότερα εἰργασμένους, ἀπολογία τοῦτʼ ἐστὶν ὑπὲρ τῆς πόλεως, ἀλλʼ ὁμολογία μᾶλλον εἰς συγγνώμην καταφεύγουσα· οὐδὲν οὖν δέομαι τοιαύτης ἀπολογίας. ἀλλά μοι δοκοῦσιν ὅλως ἠγνοηκέναι τὴν τῶν πραγμάτων φύσιν καὶ ὥσπερ ἔξω οἰκεῖν τῆς οἰκουμένης οἱ τοὺς τοιούτους παραφέροντες λόγους. πῶς γὰρ ἂν καὶ λογίζεσθαι φαίη τις αὐτοὺς περὶ τῶν ὄντων μετρίως, ἢ πῶς ὑπὲρ ἀρχῆς χρῆναι διαλέγεσθαι, εἰ τοῦτο πρῶτον <pb xml:id="v.1.p.288"/>  ἠγνοήκασι, τὴν φύσιν αὐτῆς; ἅπασα γὰρ δήπουθεν ἀρχὴ τῶν κρειττόνων ἐστὶ καὶ παρʼ αὐτὸν τὸν τῆς ἰσότητος νόμον· εἰ δὲ μὴ, πῶς ἴσον ἢ ποῦ δίκαιον ἢ φόρους ἐκλέγειν ἀπὸ τῆς ἀλλοτρίας, ἢ νόμους τιθέναι τοῖς οὐδὲν δεομένοις, ἢ κρίνειν τἀκείνων, ἢ προστάττειν, ἢ πολεμεῖν, ἢ κτᾶσθαι τὰ μὴ προσήκοντα; ὅλως γὰρ οὐδὲν τούτων </p></div></div></body></text></TEI>