<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="170"><p>κατορθοῦται, τῆς παρούσης ἔχονται τύχης, ὥσπερ οἱ θηρᾶν ἀδύνατοι τὸ ληφθὲν ἀπροσδοκήτως οὐ μεθιᾶσιν, οὐδʼ ἂν ἀποδόσθαι τις ἀξιώσῃ, τῆς ἀξίας τιμήσαιντʼ ἂν, ἀλλὰ τὴν αὑτῶν ἀδυναμίαν προστιθέντες πλεονάζουσιν. ἡ δʼ οἶμαι συνειδυῖα ἑαυτῇ κρείττων οὖσα τοῖς ὅλοις οὐδεπώποτʼ ἐμικρολογήσατο, ἐξ ἴσου τοῖς παροῦσι τὰ ἀπόντα ἐλπίζουσα· διὸ πάντα ῥᾷον τοῖς πολεμίοις ἀπέδωκεν ἢ ʼκεῖνοι τὰ σφέτερʼ αὐτῶν ἀπῄτησαν. καὶ μὴν ὅστις μὲν εἷς Λακεδαιμονίων τῆς πόλεως ἐκράτησεν οὐδʼ ἂν εἷς εἰπεῖν ἔχοι, ὅπου γε μηδʼ ἀπὸ κοινοῦ μόνοι· Ἀθηναίων δʼ ἀνὴρ εἷς τῆς θαλάττης Λακεδαιμονίους ἀφείλετο τὴν ἀρχὴν, μόνος ἀνθρώπων ἅμα τῷ βασιλεῖ στρατηγήσας καὶ τῇ πόλει, μᾶλλον δὲ τοῖς Ἕλλησιν. οὐδʼ ὁτιοῦν γὰρ τὸν πιστεύσαντα ἀδικήσας ἐτείχισε τὴν πόλιν καὶ τοὺς Ἕλληνας ἠλευθέρωσε, Λακεδαιμονίους κατὰ νῆσον καὶ πόλιν νικῶν. αὐτὴν τοίνυν τὴν τῆς θαλάττης ἀρχὴν ἡ μὲν πόλις ἐξ ὧν τοὺς βαρβάρους τοὺς φύσει πολεμίους ἐνίκησεν ἐκτήσατο, οἱ δʼ ἐξ ὧν ἡ πόλις ἠτύχησε. κτησάμενοι τοίνυν τὴν ἀρχὴν οἱ μὲν οὕτως ἕκαστα διεῖλον ὥστε τὸν διοικήσαντα παρʼ <pb xml:id="v.1.p.280"/>  αὐτοῖς τοῖς Ἕλλησι δίκαιον κληθῆναι μόνον Ἑλλήνων ἀπὸ τούτου καὶ μηδὲν δεῖν περιττότερον σύμβολον εἰπεῖν τῆς ἐπωνυμίας, ἣν διʼ ἐκείνου τότε ἡ πόλις ἐκτήσατο, οἱ δʼ οὕτω τοὺς παραδόντας αὑτοὺς διέθηκαν ὥστε κάλλιστʼ ἀνθρώπων ἀπελογήσαντο ὑπὲρ τῶν κατὰ καιρούς τινας αἰτιῶν γενομένων παρʼ ἐνίων τῇ πόλει· αἴτιον δʼ οὐκ ὠμότης οὐδʼ ἅ τις ἂν φαίη τῶν ῥᾳδίως εἰωθότων ἐπιτιμᾶν, ἀλλὰ τὸ μὴ ἐξικνεῖσθαι τὰς φύσεις ἄχρι τοῦ ἴσου. καὶ μὴν οἱ μὲν πλέον ἢ ἑβδομήκοντα ἔτη κατέσχον, οἱ δʼ οὐδʼ εἰς τρεῖς Ὀλυμπιάδας διεφύλαξαν τὴν ἀρχήν· οὔκουν ὡς ἀληθῶς ἄλλως γʼ ἂν εἴη, εἰ μὴ τὸ πρῶτον Ὀλυμπίων προσαγόντων παρέλαβον.</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="171"><p rend="align(indent)">ταῦτʼ ἐστὶν ἁγὼ τοῖς παρεξετάζειν βουλομένοις ἄχθομαι. ἴσως μὲν οὖν κἀγώ τισι ποιεῖν ἄτοπον δοκῶ, μεμφόμενος μὲν, αὐτὸς δʼ εἰς τοὺς ὁμοίους λόγους προεληλυθὼς, καὶ διʼ αὐτά γε ταῦτʼ εἰρηκὼς αὐτοὺς διʼ ἅ φημι δεῖν μὴ λέγειν. οὐ μὴν ἀλλʼ ἐξ αὐτῶν τούτων καὶ μάλιστʼ ἄν τις κατίδοι ὡς οὔτε ἡ χάρις θαυμαστὴ, ἣν οἴονται τῇ πόλει κατατίθεσθαι, οὔτʼ ἐξεπίτηδες τά γε τοιαῦτα ἀγωνιστέον. ὥστʼ εἴ τις ἀξιοῖ καὶ ἡμῖν ἄρρητα <pb xml:id="v.1.p.281"/>  ταῦτʼ εἶναι, σχεδὸν τούτου χάριν εἴρηται· χωρὶς δὲ τούτων ἄνευ βλασφημίας οἱ λόγοι γεγόνασι καὶ τῆς παραπεσούσης χρείας ἕνεκα. οὐ γὰρ ἦν ἄλλως ὃ προειλόμην ἀποδεῖξαι, ὥστʼ ἐξ ὧν ἔφευγον, ἐκ τούτων προήχθην εἰπεῖν. δοκοῦσι γάρ μοι Λακεδαιμόνιοι τὸ τοῦ παρʼ Ὁμήρῳ Τεύκρου πρὸς τὸν Αἴαντα πεπονθέναι πρὸς τὴν πόλιν. καὶ γὰρ ἐκεῖνος τῶν ἄλλων προκινδυνεύων ὡς τὸν Αἴαντα ἀναχωρεῖ καὶ διʼ ἐκείνου φαίνεται, ὡς δʼ αὕτως καὶ κρύπτεται, καὶ Λακεδαιμόνιοι οἱ τῶν Ἑλλήνων προέχοντες καὶ προκινδυνεύοντες ἐν ταῖς χρείαις παῖδες τῇ πόλει παραβαλεῖν εἰσί. τεκμήριον δέ· τῶν γοῦν ὑπαρχόντων καὶ πεπραγμένων αὐτοῖς μέγιστα ταῦτʼ ἐστὶν ὧν κεκοινωνήκασι τῇ πόλει· καὶ τούτων ἃ μὲν διείλοντο ἀπέτυχον, ἃ δὲ σὺν τοῖς ἀπὸ τῆς πόλεως ἔπραξαν, ἐνδοξότατʼ ἀνθρώπων κατώρθωσαν. οὕτω διὰ τῆς πόλεως καὶ φαίνονται καὶ κρύπτονται πάλιν. οὐ μὴν ἀλλʼ ἔγωγε οὕτω παρὰ γνώμην εἰς τούτους ἐξήχθην τοὺς λόγους, ὥστʼ ἐβουλόμην ἂν καὶ τὰ τρόπαια ἃ μέλλω λέγειν ἀπʼ ἄλλων ὑπάρχειν ἀνακείμενα τῇ πόλει καὶ μὴ ἀναγκαῖον εἶναι προστιθέναι τοῖς πολλοῖς ὅτι ἀπὸ Λακεδαιμονίων. νῦν δʼ αὐτὰ τὰ πράγματα ταύτην ἄγει, ὥστʼ οὐ τοῦ παρεξετάσαι χάριν εἰρήσεται, ἀλλὰ τοῦ μὴ παντάπασι τὰς πράξεις παρελθεῖν· καὶ γὰρ εἰσὶν ἃς παρεξέλιπον· δεῖ δὲ, ὡς ἔοικεν, οὐ τοῦ τυχόντος δρόμου. </p></div></div></body></text></TEI>