<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="166"><p>εὐψυχίᾳ τοὺς ἐχθροὺς, ἐπιεικείᾳ τοὺς οἰκείους ἐνίκησαν. χρησάμενοι δʼ ἀμφοτέροις, καὶ τῇ παρὰ τοὺς ἀγῶνας ἀνδρείᾳ καὶ τῷ μετὰ τὰς πράξεις ἃ δεῖ βουλεύσασθαι, οὕτως ἀνεκτήσαντο τὴν πόλιν ὥστʼ εἴ τις βούλοιτο μὴ πάντα διηγεῖσθαι, ἐνεῖναι κλέψαι τὴν συμβᾶσαν ἐπὶ τοῦ <pb xml:id="v.1.p.273"/> πολέμου συμφοράν· οὕτως ἀκολούθους ταῖς ἄνω πράξεσι τὰς ἐφεξῆς καὶ προείλοντο καὶ κατώρθωσαν. καίτοι ἧς, ὅτε πάντων ἀπεστέρητο, τοσοῦτον ἡττῶντο Λακεδαιμόνιοι, πόσῃ τινὶ τῇ περιουσίᾳ χρὴ νομίζειν ταύτην ὑπεραίρειν;</p><p rend="align(indent)">ὃ δʼ οὐδενὸς ἧττον τῶν ὑπʼ ἐκείνων πραχθέντων ἄξιον εἰπεῖν τε καὶ τιμῆσαι, Λακεδαιμονίων γὰρ ἃ τοῖς τριάκοντα ἐδάνεισαν ἐπὶ τὸν δῆμον ἀπαιτούντων, ἐπειδὴ συνέβησαν, συνεξέτισεν ὁ δῆμος, ἵνʼ ἔργῳ τὰς συνθήκας βεβαιώσηται. καὶ μὴν Λακεδαιμόνιοι μὲν ὅπως ὡμίλουν ἀλλήλοις οὐκ ἂν ἔχοιμεν εἰπεῖν· ἔκρυπτον γάρ· ἡ δὲ πόλις πρὸς τῷ τὰ σφέτερα αὐτῆς οὕτω θέσθαι μετὰ πολλῶν μαρτύρων καὶ τοῖς ἄλλοις παράδειγμα κατέστη. τὸ γοῦν Ἀργείων πλῆθος νοσοῦν ὕστερον ἰάσατο καὶ ἔργῳ καὶ λόγῳ· πέμψασα γὰρ ὡς αὐτοὺς καὶ ὑπομνήσασα τῶν ἑαυτῆς διήλλαξε. φαίνονται τοίνυν ὁμοίως τά τε οἰκεῖα καὶ τὰ κοινὰ τῶν Ἑλλήνων πολιτευσάμενοι μόνοι τῶν ἄλλων· τούς τε γὰρ Ἕλληνας οὐ μόνον ἐκ τῶν πολεμίων ᾤοντο δεῖν ῥύεσθαι, ἀλλὰ καὶ νοσοῦντας ἐν αὑτοῖς ἀπαλλάττειν, αὐτοί τε καὶ πρὸς τοὺς ἔξω πολέμους καὶ πρὸς τὰς οἴκοι δυσκολίας παρεσκευασμένοι κρεῖττον ἐλπίδος ἑωρῶντο. οὐ δὴ τὸ τοὺς ἄλλοθεν ἥκοντας καὶ πολλῷ νεωτέρους πρὸς αὐτόχθονας καὶ πρεσβυτέρους, οὐδὲ τὸ τῆς πόλεως ἑτέροις καταδειξάσης, οὐδὲ τὸ μηδενὸς ἄλλου πλὴν <pb xml:id="v.1.p.274"/>  τῶν εἰς τὸν πόλεμον προνοουμένους, τῆς πόλεως πλέον τοῖς ἄλλοις ἢ ταύτῃ νικώσης, οὐ ταῦτα μόνον δείκνυσι τὸ οὐκ ἴσον, ἀλλὰ καὶ τὸ ἐν αὐτοῖς τοῖς τοῦ πολέμου πράγμασι καὶ καιροῖς τοσοῦτον φαίνεσθαι κρατοῦσαν τὴν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="167"><p> πόλιν, εὖ τε καὶ ὡς ἑτέρως χωροῦσιν, ὡς τά τʼ εἰρημένα δηλοῖ καὶ διʼ ὧν προσθήσομεν ἔξεστι θεωρεῖν. πάσχω δʼ ἔγωγε πρὸς τὰς τῆς πόλεως πράξεις ὅπερ οἱ πρὸς τοὺς ἐν ὥρᾳ· ἀεὶ γάρ μοι τὸ προφαινόμενον τῶν ἔργων κάλλιστον φαίνεται καὶ τίθεμαι τούτῳ κατὰ τὸν λόγον. ταῦτα μὲν οὖν θεῶν τις ἂν κρίνειε καλῶς, ἐγὼ δʼ, ὥσπερ ὑπεσχόμην, δίειμι τῶν λοιπῶν τὰ γνωριμώτατα, ἐξ ὧν ἅμα τήν τε γνώμην καὶ τὴν δύναμιν τῆς πόλεως ἔξεστι λογίζεσθαι. ἕνα μὲν τοίνυν καὶ πρῶτον ἄτοπον πόλεμον καὶ θαυμαστὸν ἤρατο ὑπὲρ Θηβαίων. ἐπειδὴ γὰρ ὡς ἀπειρηκότων ὑμῶν Λακεδαιμόνιοι παιδιὰν τὰ λοιπὰ κρίναντες ἤρχοντο τῆς δυναστείας ἀπὸ τῶν ἑαυτῶν συμμάχων καὶ φρουρὰν ἐπὶ Θηβαίους ἔφαινον, ἀμφότερα ἐξέπληξε τοὺς Ἕλληνας· οὔτε γὰρ ἡ πόλις ἐχθροῖς πικροτέροις οὔτʼ αὖ Λακεδαιμόνιοι συμμάχοις προθυμοτέροις ἅμα καὶ δυνατωτέροις ἐπʼ αὐτὴν ἐκείνην ἐκέχρηντο, οὐ μόνον ἀρχομένου τοῦ πολέμου καὶ μεσοῦντος, ἀλλὰ καὶ τὰ τελευταῖα πεπαυμένου. ἀλλʼ ὅμως ὁ δῆμος οὐκ ἐφήσθη <pb xml:id="v.1.p.275"/>  τοῖς γιγνομένοις, οὐδʼ αὖ τὴν ἀκαιρίαν κατεμέμψατο τῷ μήτε ναῦς μήτε τεῖχος ἔχειν πω τότε, ἄλλʼ ὥσπερ οὗ Λακεδαιμόνιοι κινοῦνται, ἐνταῦθα σφᾶς δέον εἶναι τοὺς ἀπαντῶντας, παραβάλλοντες μέσην τοῖς τοῦ πολέμου κινδύνοις τὴν πόλιν, παρʼ αὐτὰ τὰ τῶν συμφορῶν ὑπομνήματα, ἐξελθόντες εἰς Ἁλίαρτον ἐναντία Λυσάνδρῳ καὶ Παυσανίᾳ τὴν Βοιωτίαν ἐξείλοντο. καὶ τότε δὴ Λύσανδρος ἀκριβῶς ᾔσθετο ὅτι οὐχ, ὡς ᾤετο, ἐνενικήκει τὴν τῶν Ἀθηναίων πόλιν, ἀλλʼ ὥσπερ ὠνειροπόλησε τοῖς παισὶ παραπλησίως· ἡ μὲν γὰρ εὐθὺς ἀνειλήφει τὰς συμφορὰς, ὁ δʼ οὐ τὰ τῶν Ἑλλήνων διῴκει, ἀλλʼ ὁμοῦ τοῖς ἄλλοις ἔκειτο. οὐ πολλῷ δʼ ὕστερον καὶ Κορινθίους Ἑλληνικὴ καὶ τῇ πόλει πρέπουσα μετῆλθε δίκη, καὶ καταφεύγουσι καὶ οὗτοι πρὸς τὴν πόλιν· ἣν ὁτιοῦν δρῶσαν κακὸν αὐτοὺς οὐκ ἄν ποτε τὴν ἱκανὴν δίκην ἔχειν νομίσαι πᾶς τις ἂν εἴκασεν ἐκ τῶν ὑπαρχόντων, οἱ δʼ ἅπερ περὶ Θηβαίων, ταῦτα καὶ περὶ τούτων γνόντες βοηθοῦσιν εἰς Κόρινθον, ὡς ἄν τις ὑπὲρ τῆς οἰκείας· καὶ γενομένου τοῦ πολέμου </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="168"><p> πολλοῦ καὶ συνεχοῦς ἐν Κορίνθῳ, μάχας τε πολλὰς προκινδυνεύσαντες, καὶ τειχίσαντες αὐτοὺς καὶ τὴν πόλιν διὰ πάντων φυλάξαντες, κάλλιστον ἐκεῖνο ἐπέθηκαν· ἔχοντες γὰρ τὸν Ἀκροκόρινθον καὶ παρὸν αὐτοῖς κατασχεῖν τὴν πόλιν, ἡνίκʼ ἐβούλοντο, οὐκ ἐδέξαντο οὐδʼ ἐβουλεύσαντο, ἔργῳ δείξαντες ὅτι τὸ τῶν προστατῶν πολεμοῦσιν, οὐχ αὑτοῖς ἰδίᾳ τι πράττοντες. καὶ τέλος εἰς τοῦτʼ ἀπορίας <pb xml:id="v.1.p.276"/>  κατέστησαν Λακεδαιμονίους ὥστʼ ἐπὶ τὸν Περσῶν βασιλέα πάλιν καταφεύγουσι καὶ διʼ ἐκείνου ποιοῦνται τὴν θρυλουμένην εἰρήνην, τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας προέμενοι, περὶ ὧν οὐδὲν ἔγωγε κατηγορῶ· ἀλλʼ εἴ τις ἔροιτο αὐτοὺς πότερον ἑκόντες ταῦτα συνεχώρησαν, ἢ βιασθέντες, εἰ μὲν ἑκόντες φήσουσιν, ἀνάγκη προδεδωκέναι φάσκειν, ὃ τίς ἂν πιστεύσειεν; εἰ δʼ ἄκοντες καὶ διʼ ἀνάγκην, ὁμολογοῦσιν ἡττῆσθαι δή που πρὸς τὴν πόλιν τοῖς ὅλοις· οὐ γὰρ ἂν, εἴ γʼ εἶχον ὅ τι χρήσονται τοῖς πράγμασιν, εἶτʼ ἐξεπίτηδες τοιαύτην αἰσχύνην ὑπέστησαν. ὥστε τῷ μόνῳ λειπομένῳ τῶν λόγων αὐτοὶ μαρτυροῦσι προέχειν τῷ πολέμῳ τότε τὴν πόλιν, καὶ ταῦτʼ οὐχὶ μικρόν. ἐπεὶ δὲ τῆς εἰρήνης ἐμνήσθην, πάλιν ἐνταῦθα ἐπανελθεῖν βούλομαι βραχύ τι. δυοῖν γὰρ ὄντοιν ἐξ ὧν κρίνονται πόλεις, πολέμου καὶ εἰρήνης, καὶ τούτων ἀμφοτέρων τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους γενομένων, ἐπὶ μὲν τοῦ πολέμου τοσοῦτον διήνεγκεν ἡ πόλις ὥσθʼ ἃ μόνη κατειργάσατο, μέγιστα τῶν ἔργων ἐστίν· ἢ τοῖς ὕστερον εἴ τις τιθοῖτο, τοσοῦτον τῶν μετασχόντων ὑπερῆρεν, ὅσονπερ ἂν εἰ καθʼ αὑτὴν ἠγωνίζετο. χωρὶς δὲ τούτων τοῖς τρισὶ καιροῖς μαρτυρεῖται· τὰ μὲν γὰρ πρῶτα τοῦ πολέμου μόνη κατέπραξεν, ἐν δὲ τοῖς δευτέροις καὶ πρὸς τὸν βασιλέα προκινδυνεύσασα τὰ ἀριστεῖα ἠνέγκατο· τὰ δʼ αὖ τελευταῖα αὐτῆς ἐστιν ἴδια, αἱ περὶ Κύπρον καὶ Παμφυλίαν ναυμαχίαι καὶ πεζομαχίαι καὶ ὁ πολὺς δρόμος· <pb xml:id="v.1.p.277"/>  ὥστε καὶ μόνη τοὺς βαρβάρους καὶ πρώτη νενίκηκε, καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="169"><p> σὺν ἄλλοις γενομένη οὐκ ἔλαττον τοὺς συμπαρόντας ἢ τοὺς ἀντιπάλους ἐνίκα· καὶ παρέμεινε μόνη. ἀλλὰ μὴν τῆς γε εἰρήνης ὅσον τὸ διάφορον· ἡ μέν γε τῆς πόλεως ἐπιτάττει τῷ βασιλεῖ κἀκεῖνόν φησι δεῖν τὸ κελευόμενον ποιεῖν· οὐ γὰρ ἐᾷ πλεῖν εἴσω Χελιδονέων καὶ Κυανέων, εἰ δʼ ἐπὶ τῇ ἵππῳ μέγα φρονεῖς, οὐδὲν μᾶλλον ἐλᾷς ἄχρι θαλάττης, ἀλλʼ αὐτῆς, φησὶ, τῆς ἵππου δρόμον ἡμέρας τῆς θαλάττης ἀποσχήσεις, καὶ ἀκούσει περὶ τῶν Ἑλλήνων ὁμοίως τῶν τε ἐν τῇ Ἑλλάδι καὶ τῶν ἐν τῇ σεαυτοῦ. ταῦτα μὲν ἡ τῆς πόλεως εἰρήνη λέγει, ἡ δʼ ἑτέρα τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας ἀκούειν τοῦ βασιλέως κἀκεῖνον ποιεῖν ὅ τι ἂν βούληται περὶ αὐτῶν καὶ τοῖς <pb xml:id="v.1.p.278"/>  ἄλλοις τὰ δίκαια ὁρίζειν προστέθεικεν. ἆρʼ ἴσον τὸ κεφάλαιον, ἢ μικρὸν τὸ διάφορον, ἀλλʼ οὐ πᾶν τοὐναντίον;</p><p rend="align(indent)">πάλιν δὴ τὰ πρὸς τοὺς Ἕλληνας καὶ τὰς τῶν ἐν αὐτοῖς πολέμων καταλύσεις. ἡ μὲν τοίνυν πόλις οὓς εἷλε Λακεδαιμονίων οὐδὲν κακὸν ποιήσασα ἀπέπεμψε μετʼ εἰρήνης, ὥσπερ ἀρκοῦν ἀρετῇ νενικηκέναι· οἱ δʼ ἐν Ἑλλησπόντῳ Λακεδαιμονίων, οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν, οὓς ἔλαβον τῇ ναυμαχίᾳ κλαπέντας Ἀθηναίων ἀπέσφαξαν παραχρῆμα, καὶ πλέον οὐδὲν προστίθημι, καὶ ταῦτα ὑπάρχοντος αὐτοῖς τοῦ παραδείγματος οἴκοθεν, οἵα περὶ τοὺς δυστυχήσαντας ἡ πόλις ἐστίν· ἀλλʼ ὅμως οὐδʼ οὕτως ἐμιμήσαντο, τοσοῦτον ἀπέσχον τοῦ πρῶτοί γʼ ἂν αὐτοὶ δυνηθῆναι καταδεῖξαι. ἔτι δʼ οἱ μὲν οὐδὲν ἀποχρῶν ἡγήσαντο, ἀλλʼ ἄχρι τῆς τῶν τειχῶν ἦλθον καθαιρέσεως, ἡ πόλις δʼ ἅπαντας Πελοποννησίους κατὰ τοὺς ἄνω χρόνους νενικηκυῖα, ὡς ἐκομίσατο τὴν Εὔβοιαν, οὐ προῆλθε περαιτέρω, ἀλλὰ καὶ ἃ τῷ πολέμῳ προειλήφει, καὶ ταῦτʼ ἀπέδωκεν ἑκοῦσα, Μέγαρα, Νίσαιαν, Τροιζῆνα, Ἀχαΐαν, Πηγάς. δοκεῖ δʼ ἔμοιγε καὶ τὸ τῶν αἰχμαλώτων καὶ πᾶν ὅλως τὸ τοιοῦτον διπλῆς ἀρετῆς εἶναι τῇ πόλει σημεῖον, οὐχ, ὡς ἄν τις φήσαι, μόνον οὑτωσὶ φιλανθρωπίας. ὅσοις <pb xml:id="v.1.p.279"/>  μὲν γὰρ οἶμαι παρʼ ἐλπίδας ἢ δύναμιν τὰ τοιαῦτα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="170"><p>κατορθοῦται, τῆς παρούσης ἔχονται τύχης, ὥσπερ οἱ θηρᾶν ἀδύνατοι τὸ ληφθὲν ἀπροσδοκήτως οὐ μεθιᾶσιν, οὐδʼ ἂν ἀποδόσθαι τις ἀξιώσῃ, τῆς ἀξίας τιμήσαιντʼ ἂν, ἀλλὰ τὴν αὑτῶν ἀδυναμίαν προστιθέντες πλεονάζουσιν. ἡ δʼ οἶμαι συνειδυῖα ἑαυτῇ κρείττων οὖσα τοῖς ὅλοις οὐδεπώποτʼ ἐμικρολογήσατο, ἐξ ἴσου τοῖς παροῦσι τὰ ἀπόντα ἐλπίζουσα· διὸ πάντα ῥᾷον τοῖς πολεμίοις ἀπέδωκεν ἢ ʼκεῖνοι τὰ σφέτερʼ αὐτῶν ἀπῄτησαν. καὶ μὴν ὅστις μὲν εἷς Λακεδαιμονίων τῆς πόλεως ἐκράτησεν οὐδʼ ἂν εἷς εἰπεῖν ἔχοι, ὅπου γε μηδʼ ἀπὸ κοινοῦ μόνοι· Ἀθηναίων δʼ ἀνὴρ εἷς τῆς θαλάττης Λακεδαιμονίους ἀφείλετο τὴν ἀρχὴν, μόνος ἀνθρώπων ἅμα τῷ βασιλεῖ στρατηγήσας καὶ τῇ πόλει, μᾶλλον δὲ τοῖς Ἕλλησιν. οὐδʼ ὁτιοῦν γὰρ τὸν πιστεύσαντα ἀδικήσας ἐτείχισε τὴν πόλιν καὶ τοὺς Ἕλληνας ἠλευθέρωσε, Λακεδαιμονίους κατὰ νῆσον καὶ πόλιν νικῶν. αὐτὴν τοίνυν τὴν τῆς θαλάττης ἀρχὴν ἡ μὲν πόλις ἐξ ὧν τοὺς βαρβάρους τοὺς φύσει πολεμίους ἐνίκησεν ἐκτήσατο, οἱ δʼ ἐξ ὧν ἡ πόλις ἠτύχησε. κτησάμενοι τοίνυν τὴν ἀρχὴν οἱ μὲν οὕτως ἕκαστα διεῖλον ὥστε τὸν διοικήσαντα παρʼ <pb xml:id="v.1.p.280"/>  αὐτοῖς τοῖς Ἕλλησι δίκαιον κληθῆναι μόνον Ἑλλήνων ἀπὸ τούτου καὶ μηδὲν δεῖν περιττότερον σύμβολον εἰπεῖν τῆς ἐπωνυμίας, ἣν διʼ ἐκείνου τότε ἡ πόλις ἐκτήσατο, οἱ δʼ οὕτω τοὺς παραδόντας αὑτοὺς διέθηκαν ὥστε κάλλιστʼ ἀνθρώπων ἀπελογήσαντο ὑπὲρ τῶν κατὰ καιρούς τινας αἰτιῶν γενομένων παρʼ ἐνίων τῇ πόλει· αἴτιον δʼ οὐκ ὠμότης οὐδʼ ἅ τις ἂν φαίη τῶν ῥᾳδίως εἰωθότων ἐπιτιμᾶν, ἀλλὰ τὸ μὴ ἐξικνεῖσθαι τὰς φύσεις ἄχρι τοῦ ἴσου. καὶ μὴν οἱ μὲν πλέον ἢ ἑβδομήκοντα ἔτη κατέσχον, οἱ δʼ οὐδʼ εἰς τρεῖς Ὀλυμπιάδας διεφύλαξαν τὴν ἀρχήν· οὔκουν ὡς ἀληθῶς ἄλλως γʼ ἂν εἴη, εἰ μὴ τὸ πρῶτον Ὀλυμπίων προσαγόντων παρέλαβον.</p></div></div></body></text></TEI>