<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="160"><p> νικᾶν συνήθειαν καὶ τὸ δεδόσθαι τῇ πόλει καθάπερ γέρας τὴν τῶν κρειττόνων μοῖραν ἐν τοῖς πλείστοις· τὸ δὲ μηδʼ ὡς ἀντέπεσε τὰ πράγματα μηδὲν μᾶλλον ἀποστῆναι, <pb xml:id="v.1.p.262"/>  ἀλλʼ ἀπόντων μὲν ὁπλιτῶν, ἀπόντων δʼ ἱππέων, οἷς οὔτε πλῆθος οὔτʼ ἀρετὴν ἴσους εὑρεῖν ἦν· ἔτι δὲ νεῶν τοσούτων καὶ βελῶν καὶ σκευῶν καὶ τεχνῶν καὶ συμμάχων καὶ πάσης ὡς ἔπος εἰπεῖν τῆς κατασκευῆς μεθεστηκυίας, ὥσπερ ἄρτι τῆς πάσης Σικελίας οἰκιζομένης, κεκενωμένης μὲν τῆς ἀκροπόλεως ταλάντων ὀλίγου δεῖν μυρίων, Λακεδαιμονίων δὲ καὶ Βοιωτῶν καὶ τῶν ἄλλων οὐκέτʼ ἐκ Πελοποννήσου τὰς εἰσβολὰς ποιουμένων, ἀλλʼ ἐκ μέσης τῆς Ἀττικῆς, ἐκ Δεκελείας, μεθεστηκότων δὲ καὶ τῶν οἰκετῶν οὐκ ἔλαττον ἢ πλήρωμα ἔθνους εἶναι δοκεῖν, ἀδείας δʼ ὑπαρχούσης αὐτομολεῖν τοῖς βουλομένοις, τοσούτου δὲ ὄντος πολέμου περὶ τὴν πόλιν, τοσαύτην περιουσίαν καρτερίας ἅμα καὶ ῥώμης καὶ φιλοτιμίας ἐπιδείξασθαι ὥσθʼ ἕτερον στόλον πέμπειν ἀντίρροπον τῷ προτέρῳ καὶ στρατηγοὺς ἐφαμίλλους, καὶ Λακεδαιμονίους ἀξιοῦν ἐκεῖ πολιορκεῖν μετὰ τῆς συμμαχίας, ποίᾳ ταῦτʼ ἔνεστι ψυχῇ παραβαλεῖν ἀνθρωπίνῃ, καὶ τίνος οὐκ εὐτυχίας μᾶλλον θαυμάσαι; γενομένου δὲ τοῦ μεγάλου πάθους—οὐ γὰρ οὖν σιωπήσομαι, ἀλλὰ καὶ τοῦτο ἔτι μείζω μοι δοκεῖ δεικνύναι τὴν πόλιν—οὕτω τοῖς ὑπολοίποις προσηνέχθη πράγμασιν ὥσπερ ἂν εἰ πᾶσαν εἰλήφει τὴν Σικελίαν. οὐ γὰρ ἐστερημένῃ δυνάμεως ἐῴκει, ἀλλʼ ἄρτι προσκεκτημένῃ. καὶ τὴν μὲν τῶν τρόπων εὐκολίαν καὶ σωφροσύνην καὶ <pb xml:id="v.1.p.263"/>  τάξιν διαίτης, ἣν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν συγχωρῆσαι προείλοντο, οὐδʼ ἂν εἷς ἀξίως εἴποι. περιστάντων δὲ αὐτοὺς τῶν Ἑλλήνων ἁπάντων, καὶ τῶν μὲν ὑπαρχόντων πολεμίων τότε πρῶτον λαβόντων ἐλπίδας καὶ παροξυνθέντων ὑπὸ τῆς τύχης, ἐπελθόντων δὲ τῶν ἐκ Σικελίας, μεταστάσης δὲ τῆς συμμαχίας ὀλίγου δεῖν ἁπάσης, καὶ νήσων καὶ ἠπείρου καὶ πάντων ὡς εἰπεῖν πολεμίων καταστάντων καὶ πανταχόθεν κεκυκλωμένων, ἔτι δʼ ἀγνωμοσύνης ἀπροσδοκήτου συμβάσης ὥστε καὶ βασιλέα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="161"><p>κληθῆναι κατὰ τῆς πόλεως ὑπὸ τῶν ἀπʼ ἐκείνου σωθέντων ταῖς ἀπὸ τῆς πόλεως πράξεσι, προσγενομένου δὲ κἀκείνου μάλα ἀσμένως, καὶ συμπολεμοῦντος καὶ σώμασι καὶ ναυσὶ καὶ χρυσῷ καὶ τίνα γῆς ἢ θαλάττης οὐ παρέχοντος ἀφορμὴν τῷ πολέμῳ; ἦν μὲν οὐδεὶς ὅστις οὐκ ἂν ἤλπισεν, ἔξωθεν οὑτωσὶ σκοπῶν, ἀναρπασθήσεσθαι νῦν ἤδη τὴν πόλιν, οὕτω κοινῷ πολέμῳ βαρβάρων τε καὶ Ἑλλήνων συνεχομένην· οἱ δʼ οὕτω μετέστησαν τὰ πράγματα ὥσπερ ἁπάντων τούτων ὑπὲρ αὐτῶν, ἀλλʼ οὐ κατʼ αὐτῶν γιγνομένων, ἢ στρατηγούντων σφίσι τῶν πολεμίων. τὸ δὲ <pb xml:id="v.1.p.264"/>  πάντων μέγιστον ὅτι καὶ τῆς πολιτείας κινηθείσης καί τινων ἀλλοτριωθέντων σφίσι τῶν οἴκοι, τόπον οὐδένα ἔχοντες οὗ χρὴ στῆναι πλὴν Σάμου, καθάπερ ἐν τῷ Μηδικῷ κινδύνῳ τῆς Σαλαμῖνος, ἀλλʼ ἕτερον δή τινα καὶ οὗτοι τρόπον εἰς ταυτὸν ἐλθόντες τοῖς τότε, καὶ τὴν πόλιν ἐκλιπόντες μέρει τῷ πλείστῳ, κατεστήσαντο μὲν τὰ οἴκοι, ἐκράτησαν δὲ τοὺς ἔξω, διέλαβον δὲ τροπαίοις τὸν Ἑλλήσποντον, ἄλλους ἄλλοσε καταδιώκοντες, ὥσπερ μελέτας μᾶλλον ἐν σφίσιν αὐτοῖς ἢ ναυμαχίας πρὸς τοὺς ἐντυγχάνοντας ἀεὶ ποιούμενοι· εἴρηταί τε καὶ ἐνεθυμήθην ὡς ἑτέρῳ προείρηται. τέλος δʼ ἐπὶ Κυζίκῳ συμπεσόντες <pb xml:id="v.1.p.265"/>  ὁμοῦ Λακεδαιμονίοις καὶ τοῖς ἀπὸ τῆς Ἑλλάδος καὶ τοῖς ἀπὸ τῆς Ἀσίας βαρβάροις καὶ Φαρναβάζῳ λαμβάνουσι τὰς ναῦς παρὰ τοσοῦτον οὐ πάσας παρʼ ὅσας διέφθειραν· καὶ Φαρναβάζου κακῶς τὸ συμβὰν ἰωμένου καὶ τὴν ἵππον ἐπεισάγοντος οἱ μὲν ἐκ ποδὸς ἱππομαχήσαντες, οἱ δʼ ἀπὸ τῶν νεῶν πάντα ὁμοῦ χειροῦνται, ναυτικὸν, ἱππικὸν, τοξότας τοὺς ἀπὸ Σικελίας, τοὺς ἐκ Πελοποννήσου, τὴν βασιλέως χορηγίαν, τὰς Λακεδαιμονίων ἐλπίδας, καὶ κενὸς ἤδη τοῖς ἐναντίοις ὁ πόλεμος ἦν καὶ πάντα φροῦδα ὥσπερ ἐκ ναυαγίας τινὸς ὡς ἀληθῶς. ὥσθʼ ἡ μὲν τοσοῦτον ὑπερβληθεῖσα ὑπὸ τῆς στάσεως πόλις οὐδʼ ὄνομα </p></div></div></body></text></TEI>