ἐν δράματι. εἰ μὲν γὰρ ὡς ἅπαξ ἐπλήγησαν, ἀπῆλθον, τάχʼ ἄν τις ἦν αὐτοῖς ὕστερον ἀντιλαβὴ, τὸ δʼ ὀνειδίζεσθαι μὲν ὑπὸ τῶν οἰκείων, ὀνειδιζομένους δὲ αὖθις ἐξελθεῖν, ἀνθιστάντας δὲ τρόπαιον μείζω τῶν πρότερον προσπαθεῖν, αὐτοὺς ἐποίησεν ἐπισφραγίζεσθαι τὴν νίκην, ὡς μὴ δοκεῖν τύχῃ μᾶλλον ἢ τῷ τοῦ κρείττονος λόγῳ τὸ ἔργον κριθῆναι καὶ νῦν καὶ πρότερον. οὔκουν τοῦ τρίτου γε ἐπειράθησαν, καίτοι τοὺς ἀγωνιστὰς αὐτοὶ προσαναγκάζοντες ἐν Ἰσθμῷ. ἆρʼ οὖν ταῦτα καὶ μόνα τῶν ἀνδρῶν ἐκείνων ἔχομεν λέγειν; πολλῶν μέντἂν καὶ μεγάλων ἀποστεροίημεν αὐτούς· οἳ περιέπλευσαν μὲν τὴν Πελοπόννησον, οὐχ ὡς ἁπλῶς εἰπεῖν περίπλοις ναυτικοῖς, ἀλλʼ ὥστε κρατεῖν μὲν τῶν ἐπικαίρων τῆς χώρας, νικᾶν δὲ τοὺς ἀντιστάντας ἐν φαύλῳ, στρατηγὸς ἐπὶ στρατηγῷ. διέβησαν δὲ εἰς τὴν ἀντιπέρας ἤπειρον, παντὸς τοῦ προστυχόντος εἴκοντος. αὖθις δʼ ἐπὶ Φωκέας Λακεδαιμονίων παρελθόντων ἐκέκλειστο μὲν ὁ Κρισαῖος κόλπος, ἀπήντων δʼ ἐπὶ τοὺς ὅρους. χωρὶς δʼ ὑπὲρ Μεγάρων ἦσαν ἐν Γερανείᾳ· ὥστε μὴ ἔχειν Λακεδαιμονίους ὅ τι χρήσονται, ἀλλʼ ἀπορεῖν ἑστῶτας ἐν Βοιωτοῖς ὅποι σωθήσονται· οὕτω περιέπτυξεν αὐτοὺς ἡ πόλις. τέλος δὲ συμβάλλουσιν ἐν Τανάγρᾳ τῆς Βοιωτίας, καὶ γενομένων ἀμφοτέρων ἀνδρῶν τοῦ τολμήματος ἀξίων ἔδοξαν καθʼ ἓν τοῦτο Λακεδαιμόνιοι πλέον ἐσχηκέναι, πῶς ἂν εἴποιμι εὐπρεπῶς; ὀκνῶ γὰρ εἰπεῖν ὅτι οὐκ ἀπώλοντο. καὶ γὰρ ἦν ὅρος οὗτος Ἀθηναίοις μὲν κλεῖσαι τὴν πάροδον, Λακεδαιμονίοις δὲ σωθῆναι οἴκαδε. καὶ κινδυνεύει μόνον τοῦτο τὸ ἔργον τὴν φυγὴν σύμβολον τῆς νίκης ἐσχηκέναι, ἐπεὶ τούς γε καὶ παρὰ τὴν μάχην κρείττους καὶ τοῖς ὅλοις ἄνευ πολλῶν τῶν καὶ πρότερον κρινάντων τὰ ἐφεξῆς εὐθὺς ἔδειξε. τρεῖς γάρ εἰσιν οἱ μαρτυρήσαντες παραχρῆμα Ἀθηναίων εἶναι τὴν νίκην, Ἀθηναῖοι, Λακεδαιμόνιοι, Βοιωτοί. Λακεδαιμόνιοι μὲν γὰρ ἠγάπησαν ἀναχωρήσαντες, Ἀθηναῖοι δὲ προῆλθον κατὰ πόδας τῆς μάχης, Βοιωτοὶ δὲ οὐκ ἀντέσχον, ἀλλʼ ἡττηθέντες ἐν Οἰνοφύτοις ὑπέκυψαν, καὶ μετʼ αὐτῶν Φωκεῖς καὶ Λοκροὶ νίκῃ μιᾷ. καὶ παρὰ μὲν τούτων ταύτην ἔλαβε δίκην ἡ πόλις ἀνθʼ ὧν τῷ βαρβάρῳ συνέστησαν ἐν τοῖς κοινοῖς τῆς Ἑλλάδος κινδύνοις. ἕτερον δʼ ἔργον αὐτῆς ἄξιον εἰπεῖν καὶ σφόδρα μέντοι καὶ τοῦτο βοῶν καὶ δηλοῦν ἔτι πόρρωθεν ὅτων εἴη· γενομένου γὰρ τοῦ περὶ τὴν Λακωνικὴν σεισμοῦ καὶ Λακεδαιμονίους τῶν περιοίκων περιστάντων καὶ πάντων ὡς ἀληθῶς ὥσπερ ἐν σεισμῷ ταραχθέντων τῶν ἐν Πελοποννήσῳ πραγμάτων, οὐκ ἔφθησαν Λακεδαιμόνιοι καλέσαντες, καὶ παρῆν ὁ δῆμος ἐν τοῖς ὅπλοις, τῇ μὲν ἀνδρείᾳ θαρρῶν, ὑπὲρ δὲ ἐκείνων ὡς ὑπὲρ τῆς αὑτοῦ σωτηρίας περιδεής· ὃ καὶ τοὺς παρόντας ἔλυσε φόβους τῇ Λακεδαιμονίᾳ καὶ δίκην λαβεῖν εἰσαῦθις παρεσκεύασεν αὐτῶν. οὕτως ἄρα οὐδαμοῦ τὰς πράξεις οὐδὲ τὰ τολμήματα τῆς πόλεως ἀσπάσασθαι μᾶλλον ἔστιν ἢ τὸ τῶν ἔργων ἦθος, ἀκριβέστερον τροπαίου σημαῖνον τοὺς εἰργασμένους. τὸν δʼ ὑπὲρ Μιλησίων ἔκπλουν καὶ τὰς ἐν Σάμῳ ναυμαχίας καὶ τὴν Εὐβοέων σωφρονισθεῖσαν ἀπόστασιν καὶ πολλὰ ἕτερα ἔξεστι δὴ καὶ παραλιπεῖν. τέλος δὲ κρατήσασα πάντας εἰρήνην ποιεῖται, ἧς ἄξιον μνησθῆναι. οὐ γὰρ τὸν αὐτὸν τρόπον ὅνπερ πρὸς τοὺς βαρβάρους καὶ πρὸς τοὺς Ἕλληνας ἐσπείσατο, ἀλλʼ ἐνήλλαξεν. ἐκείνων μὲν γὰρ ἀφεῖλε πᾶσαν τὴν κάτω χώραν καὶ τὴν ἐντὸς ὧν εἶπον θάλατταν, τοῖς δὲ Ἕλλησιν ὧν ἐπὶ τοῦ πολέμου κατέστη κυρία, ταῦτʼ ἀπέδωκε, Μέγαρα, Τροιζῆνα, Πηγὰς, πᾶν τὸ Ἀχαϊκόν. ᾧ καὶ δῆλον ὡς κρατοῦσα τὴν εἰρήνην συνέθετο· οὐ γὰρ ἦν ὅ τι ἀνταπέλαβεν, ἀλλὰ δυοῖν ἓν τὸ αὐτὸ σύμβολον ἐξήνεγκε, καὶ τοῦ περιεῖναι τῷ πολέμῳ καὶ τῆς ἐμφύτου χρηστότητος, ἡγουμένη πρὸς μὲν τοὺς βαρβάρους δεῖν πολεμεῖν ἄχρι παντὸς τοῦ δυνατοῦ, πρὸς δὲ τοὺς Ἕλληνας ἁπλῶς μέχρι τοῦ κρείττονος. οὕτω μὲν τὸν πρὸς τοὺς βαρβάρους ἀγῶνα, οὕτω δʼ αὖ τὸν πρὸς τοὺς Ἕλληνας διενεγκοῦσα, τοιαύτην μὲν τὴν πρὸς ἐκείνους, τοιαύτην δὲ καὶ τὴν πρὸς τούτους εἰρήνην ἐποιήσατο, ἀμφοτέρων ὁμοῦ καὶ χωρὶς κρείττων γενομένη. ἀλλὰ μὴν μόνη μὲν ἁπασῶν πόλεων ἰδίοις κινδύνοις κοινὴν ἅπαντι τῷ γένει τὴν ὠφέλειαν ἐπορίσατο, μόνη δʼ ἐκ τῶν κοινῶν εὐεργεσιῶν τὴν ἡγεμονίαν ἐκτήσατο καὶ μετέθηκε τὸν θεσμόν· οὐ γὰρ ἐξ ὧν κατεδουλώσατο τὰς πόλεις ἔσχε τὴν ἀρχὴν, ἀλλʼ ἐξ ὧν ἐποίησεν ἐλευθέρας· ὥστε συμβῆναι τοὺς αὐτοὺς χρόνους τοῖς μὲν Ἕλλησι τὸ τῆς ἐλευθερίας, τῇ δὲ πόλει τὸ τῆς ἀρχῆς κέρδος ἐνεγκεῖν· μόνοι γὰρ ἑκόντων ἦρξαν, καὶ μόνος οὗτος δήμων ὥσπερ εἷς ἄρχων αἱρετὸς ἐξ ἁπάντων ἐνίκησε, τοὺς μὲν βαρβάρους τοῖς ὅπλοις βιασάμενος, τοὺς δʼ ὁμοφύλους οὐ πείσας, ἀλλʼ ὑπʼ αὐτῶν ἄρχειν πεισθεὶς, σύμβολον δικαιοσύνης ἔχων τὴν ἀρχὴν, οὐκ ἀδικίας. εἰ δὲ δεῖ διελόντα εἰπεῖν, μόνη πόλεων τῶν μὲν βαρβάρων ἀκόντων, τῶν δʼ Ἑλλήνων δεηθέντων ἔσχε τὴν ἀρχήν. οὕτω δὲ τούτων προκεχωρηκότων μέχρι μέν τινος ἦν ἡσυχία καὶ τῆς ὑπαρχούσης εὐδαιμονίας αἱ πόλεις ἀπέλαυον, τῆς δὲ κοινῆς τύχης ἀνθρώπων, ἣ πάντα κινεῖ, μετέσχον ἄρα καὶ οἱ Ἕλληνες καὶ ἡ πόλις· οἱ μὲν γὰρ οὐχ ὧν εὖ ἔπαθον χάριν ἔσχον διὰ τέλους, ἀλλʼ ἐφθόνησαν τῶν ἔργων ταῖς ὑπερβολαῖς, ἡ δʼ ὑπὲρ ὧν ἅπαντα ὑπέστη, τούτοις συνέρραξε, δυοῖν δείξασα ὡς ἄκουσα, τῷ τε κατʼ ἀρχὰς ἔτι κινουμένους κατασχεῖν καὶ δεῖσθαι λόγῳ κρίνεσθαι περὶ τῶν διαφόρων καὶ τῷ πολεμεῖν ἀναγκασθεῖσα, ὅτε ἐνίκησε, μηδὲν πλέον ζητῆσαι, ἀλλʼ ἀφεῖναι τοὺς ἐρίσαντας αὐτῇ περὶ τῆς ἡγεμονίας καὶ μηδὲν ἀηδέστερον ἐξαγαγεῖν ἐκ τοῦ δεσμωτηρίου ἢ κρατήσασαν τὸ ἐξ ἀρχῆς ἐμβαλεῖν. τουτοισὶ δὲ ἤδη τί τις ἂν χρήσαιτο; αἰσχύνομαι μὲν γὰρ καὶ τὰς ἐν Ναυπάκτῳ ναυμαχίας παραλείπων, ἃς οὔτε παρὰ μικρὸν ἐνίκων οὔτε ὀλίγῳ πλείονας, ἀλλʼ ὡς ἐφʼ ἕρμαιον πλεύσαντες, καὶ νίκας ἑτέρας ἐπὶ Θρᾴκης καὶ ὡς Κέρκυραν ἐξείλοντο καὶ τὰ κατʼ Ἀμπρακίαν ἔργα μέγιστα τῶν κατʼ ἐκεῖνον τὸν χρόνον Ἑλληνικῶν, καὶ ταῦτʼ ἀρετῇ πραχθέντα, οὐ χρείᾳ, καὶ τὰ κατʼ αὐτὴν δὴ τὴν Πύλον, ναυμαχίας τε ἀπὸ γῆς καὶ μάχας πεζὰς ὕστερον ἐν τῇ νήσῳ γενομένας, καὶ πρὶν ταῦτʼ ἐξήκειν, ἑτέρους Λακεδαιμονίους ἐκ Κυθήρων ἀγομένους καὶ τρόπαια Κορινθίων καὶ πολλὰ ἕτερα ἐφάμιλλα καὶ εἰπεῖν καὶ θαυμάσαι. ὁ δὲ καιρὸς οὐ φέρει, ἀλλὰ μείζονος εὐτυχίας εἶναί μοι δοκεῖ κατασχεῖν αὐτόν. ἔτι δʼ, ὥσπερ εἴπομεν, οὐ συγγραφῆς ἔργον ψιλῆς προειλόμεθα ἀφηγεῖσθαι τὰ πεπραγμένα τῇ πόλει, καὶ γὰρ ἂν εἰς τὴν ἐπιοῦσαν πεντετηρίδα ἐκτείνοιτο ὁ λόγος, ἀλλὰ τῶν μὲν κατὰ τοὺς πολέμους πράξεων τὰς γνωριμωτάτας εἰπεῖν, τῶν δʼ ὑπαρχόντων ἀγαθῶν τῇ πόλει καθʼ ὅσον δυνατὸν μηδὲν παραλιπεῖν. ταῦτα δʼ ἐστὶν οὐκ ἂν διὰ πάντων ἕκαστα λέγωμεν, ἀλλʼ ἂν μηδὲν εἶδος εὐφημίας παραλείπωμεν. ὡς δὲ ἐδόκει τῷ δαίμονι μήπω ταῦτα ἀποχρῆν τῇ Ἑλλάδι, ἀλλʼ ἔτι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κλυσθῆναι τὰς πόλεις, καὶ τοὺς μὲν ἐκ τῆς ὑπερορίας ἐπελθεῖν πολεμίους, τοὺς δʼ εἰς τὴν ὑπερορίαν ἐκπλεῦσαι κατὰ συμφορὰς, τίς Ἑλλήνων ἢ τίς βαρβάρων ἐστὶν ὅστις τὸ ἐξ ἴσου τοῖς ἀπὸ τῆσδε τῆς πόλεως ἑτέρους ἂν ἔχοι λέγειν; οἷς ἐπῄει μὲν πλεῖν ὑπὲρ τῆς Λεοντίνων ἐλευθερίας, ἐδόκει δὲ κινδυνεύειν ὑπὲρ τῆς Ἐγεσταίων, διενοοῦντο δὲ διαβαίνειν ἐπὶ Καρχηδονίους ἀνθʼ ὧν ἐκεῖνοι πρότερον ἐπὶ τοὺς Ἕλληνας τοὺς ἐν Σικελίᾳ, τριήρεις δὲ ἐπλήρουν καὶ ὁλκάδας, ὥσπερ ἀπὸ πάσης τῆς Ἑλλάδος ἐκπέμποντες. καὶ τὰς μὲν πεζομαχίας καὶ ἱππομαχίας ἧττον ἴσως ἄξιον ἐκπλαγῆναι διὰ τὴν ἀεὶ τοῦ νικᾶν συνήθειαν καὶ τὸ δεδόσθαι τῇ πόλει καθάπερ γέρας τὴν τῶν κρειττόνων μοῖραν ἐν τοῖς πλείστοις· τὸ δὲ μηδʼ ὡς ἀντέπεσε τὰ πράγματα μηδὲν μᾶλλον ἀποστῆναι, ἀλλʼ ἀπόντων μὲν ὁπλιτῶν, ἀπόντων δʼ ἱππέων, οἷς οὔτε πλῆθος οὔτʼ ἀρετὴν ἴσους εὑρεῖν ἦν· ἔτι δὲ νεῶν τοσούτων καὶ βελῶν καὶ σκευῶν καὶ τεχνῶν καὶ συμμάχων καὶ πάσης ὡς ἔπος εἰπεῖν τῆς κατασκευῆς μεθεστηκυίας, ὥσπερ ἄρτι τῆς πάσης Σικελίας οἰκιζομένης, κεκενωμένης μὲν τῆς ἀκροπόλεως ταλάντων ὀλίγου δεῖν μυρίων, Λακεδαιμονίων δὲ καὶ Βοιωτῶν καὶ τῶν ἄλλων οὐκέτʼ ἐκ Πελοποννήσου τὰς εἰσβολὰς ποιουμένων, ἀλλʼ ἐκ μέσης τῆς Ἀττικῆς, ἐκ Δεκελείας, μεθεστηκότων δὲ καὶ τῶν οἰκετῶν οὐκ ἔλαττον ἢ πλήρωμα ἔθνους εἶναι δοκεῖν, ἀδείας δʼ ὑπαρχούσης αὐτομολεῖν τοῖς βουλομένοις, τοσούτου δὲ ὄντος πολέμου περὶ τὴν πόλιν, τοσαύτην περιουσίαν καρτερίας ἅμα καὶ ῥώμης καὶ φιλοτιμίας ἐπιδείξασθαι ὥσθʼ ἕτερον στόλον πέμπειν ἀντίρροπον τῷ προτέρῳ καὶ στρατηγοὺς ἐφαμίλλους, καὶ Λακεδαιμονίους ἀξιοῦν ἐκεῖ πολιορκεῖν μετὰ τῆς συμμαχίας, ποίᾳ ταῦτʼ ἔνεστι ψυχῇ παραβαλεῖν ἀνθρωπίνῃ, καὶ τίνος οὐκ εὐτυχίας μᾶλλον θαυμάσαι; γενομένου δὲ τοῦ μεγάλου πάθους—οὐ γὰρ οὖν σιωπήσομαι, ἀλλὰ καὶ τοῦτο ἔτι μείζω μοι δοκεῖ δεικνύναι τὴν πόλιν—οὕτω τοῖς ὑπολοίποις προσηνέχθη πράγμασιν ὥσπερ ἂν εἰ πᾶσαν εἰλήφει τὴν Σικελίαν. οὐ γὰρ ἐστερημένῃ δυνάμεως ἐῴκει, ἀλλʼ ἄρτι προσκεκτημένῃ. καὶ τὴν μὲν τῶν τρόπων εὐκολίαν καὶ σωφροσύνην καὶ τάξιν διαίτης, ἣν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν συγχωρῆσαι προείλοντο, οὐδʼ ἂν εἷς ἀξίως εἴποι. περιστάντων δὲ αὐτοὺς τῶν Ἑλλήνων ἁπάντων, καὶ τῶν μὲν ὑπαρχόντων πολεμίων τότε πρῶτον λαβόντων ἐλπίδας καὶ παροξυνθέντων ὑπὸ τῆς τύχης, ἐπελθόντων δὲ τῶν ἐκ Σικελίας, μεταστάσης δὲ τῆς συμμαχίας ὀλίγου δεῖν ἁπάσης, καὶ νήσων καὶ ἠπείρου καὶ πάντων ὡς εἰπεῖν πολεμίων καταστάντων καὶ πανταχόθεν κεκυκλωμένων, ἔτι δʼ ἀγνωμοσύνης ἀπροσδοκήτου συμβάσης ὥστε καὶ βασιλέα