ἀρχὴν διακινδυνεύοντες ἐν τῇ γῇ ἀντʼ ἀριθμοῦ σωμάτων ἐθνῶν ἀριθμοὺς διαφθείροντές τε καὶ λαμβάνοντες. ἤδη δὲ καὶ δύο τρόπαια εἰς μίαν ἡμέραν ἦλθε καὶ ναυμαχία πεζομαχίᾳ παρισώθη. τοσοῦτον δὲ τῷ βασιλεῖ περιεγένετο ὥστε ἐνδοξοτέραν αὐτοῦ τὴν ἀρχὴν καὶ τοὺς τόπους ταῖς νίκαις ἐποίησαν. ὁ δʼ οὖν Εὐρυμέδων οὐχ ἥκιστα διὰ τούτους ᾁδεται. ἔδειξαν δʼ ὅτι οὐ λινοδέσμῳ σχεδίᾳ τοὺς πορθμοὺς ζευγνύντα δεῖ διαβαίνειν οὐδὲ τοῖς ὑψηλοτάτοις τῶν ὀρῶν προσπαλαίειν, ὥσπερ τι κάλλιον, ἀλλʼ ἀνδρείᾳ καὶ γνώμῃ προέχοντας κρατεῖν πανταχοῦ καλλίστοις ἁπάντων ἐφοδίοις οἶμαι καὶ καθαρῶς οἴκοθεν· μόνα γὰρ τῶν ἐχόντων διὰ τέλους ἐστὶ, τὰ δʼ ἄλλα κοινὰ πρόκειται πᾶσιν ὡς εἰπεῖν τύχης δῶρα, εἰ δὲ βούλει, ἀρετῆς. ὑπάρχει μὲν γὰρ καὶ τοῖς χείροσιν ἐξ ἀρχῆς, σώζεται δὲ ἐπιεικῶς τοῖς κρείττοσιν. οὕτω δʼ ἅπασαν τὴν ἀρχὴν ἐξήλεγξαν, καὶ διέσεισαν καὶ πρὸς τοσοῦτον ἀφίκοντο οἱ μὲν εἰς τὸ Περσικὸν τελοῦντες τοῦ καταφρονηθῆναι, ἡ πόλις δὲ τοῦ πάντας αὐτῇ θαρρεῖν, ὥστʼ ἐκινήθησαν μὲν οἱ πρὸς Φάρῳ Λίβυες, συναπέστησαν δὲ Αἰγύπτιοι, βασιλεὺς δὲ καίτοι τἄλλα κατὰ νοῦν περὶ αὐτοὺς πρᾶξαι δοκῶν ἀπόλλυσιν Αἰγύπτου μοῖραν οὐκ ὀλίγην τὸ ἕλος. πρότερον δʼ ᾑρήκει πᾶσαν δὶς ἤδη. ἦν δὲ τὸ τῶν Ἀθήνηθεν τριήρων οἷόν τι τῶν ἐξ οὐρανοῦ βελῶν. μόνοι γὰρ ἀνθρώπων τῶν εἰς κοινὸν πολιτευσαμένων τὴν μὲν οἰκείαν ὥσπερ ἀλλοτρίαν ἐνόμισαν, τὴν δὲ ἀλλοτρίαν οὐχ αὑτῶν ἀλλοτρίαν, ἀλλὰ τῶν σὺν κακίᾳ νεμομένων. φυλάκων δʼ ἐβίωσαν βίον, οὐδὲ τούτων ἱδρυμένων, οὐδέ γε ἑνὸς τόπου τινὸς περιπόλων, ἀλλὰ τοῦ διὰ πάσης γῆς Ἑλληνικοῦ περιπόλους ἐκείνους χρὴ καλεῖν· πολεμίους δὲ οὐ τοὺς ἀσθενεστάτους εἵλοντο, ἀλλὰ τοὺς πλεῖστα ἀνασχέσθαι δυνατωτάτους, δυοῖν ἐναγόντοιν, ἑνὸς μὲν τοῦ μηδὲν τῶν ἐσχάτων, ὅσον εἰς γνώμην καὶ παρασκευὴν ἧκε τῶν βαρβάρων, ἐλλελεῖφθαι τοῖς Ἕλλησι τὸ μὴ οὐ πεπονθότας εἶναι, ἀνθʼ ὧν δεῖν ἀμύνεσθαι καὶ μηδαμῶς μικρῶς, ἑτέρου δὲ τοῦ πρὸς τὸν λοιπὸν χρόνον ἀσφαλοῦς τῇ Ἑλλάδι, ἕως ἔγνω βασιλεὺς παραπλήσιον ποιῶν ἀνταίρων τῇ πόλει ὥσπερ ἂν εἰ πρὸς φλόγα πολλὴν ἐπιοῦσαν ὕλην ἐπηρμένος ἠγωνίζετο. οὐδὲν γὰρ ἦν ὅ τι οὐκ ἔπασχεν, ἀλλʼ ἀνηλίσκετο αὐτὸς ἐξ αὑτοῦ καὶ τὴν χώραν ἐπιτείχισμα τῆς ἑαυτοῦ σωτηρίας ἔχων ᾔσθετο, καὶ προῆλθεν ὁδῷ τὸ τρίτον κάλλιον τοῦ πρώτου νομίσας, μᾶλλον δὲ ἀναγκαιότερον. ἐπεθύμησε μὲν γὰρ τὸ ἐξ ἀρχῆς τὴν Ἑλλάδα προσλαβεῖν καὶ τῆς Εὐρώπης τὸ λοιπὸν, ᾔσθετο δὲ οὐ δυνατῶν ἐρῶν. δεύτερον ἦν αὐτῷ τὴν ὑπάρχουσαν ἀρχὴν διασώσασθαι, οὐδὲ τοῦθʼ ἡ πόλις ἠνέσχετο. τὴν σωτηρίαν καὶ δὴ πλείονος ἀξίαν ἐποιήσατο, καὶ ὑποχωρεῖ τῇ πόλει τοσοῦτον ἐκ γῆς καὶ θαλάττης, οὐχ ὅσον, φασὶ, πρύμναν κρούσασθαι οὐδʼ ὡς ἐπὶ πόδα ἀναχωρῆσαι, ἀλλʼ ἀφῆκε πάντα μὲν τὸν κάτω τόπον, μυριάδας σταδίων τῆς Ἀσίας οὐκ ἔλαττον ἢ μεγάλης ἀρχῆς εἶναι τὸ σύμπαν· ὥστε μὴ μόνον τὰς νήσους καὶ τοὺς ἐν ταύταις παντοδαποὺς Ἕλληνας ἐλευθέρους εἶναι, ἀλλὰ καὶ τοὺς τὴν ἐκείνου χώραν κατοικοῦντας πλέον τῆς ἐκείνου δυναστείας καὶ ἀρχῆς ἀπέχειν ἢ πρότερον τοὺς τὴν ἀρχαίαν Ἑλλάδα. εἶχε μέν γε πρὸ τοῦ τὸν μέχρι Πηνειοῦ τόπον· καίτοι τὸ θαυμαστὸν ἀφεῖλον, ὡς δή τι θαυμαστὸν λέγων· εἶχε δὲ πάντα τὸν μέχρι τῆς Ἀττικῆς, ἕως ἐνέτυχε τοῖς ἐκ τῆς Ἀττικῆς ἐν τῇ θαλάττῃ· τοσοῦτον παρελήλυθε τὸν ὀμφαλὸν τῆς γῆς τε καὶ τῆς Ἑλλάδος, τοὺς Δελφούς. ἐκ δὲ τῶν τῆς πόλεως ἀγώνων καὶ ἀποστόλων εἰς τοῦτο κατῆλθεν ὥσθʼ ὡμολόγησε δυοῖν μὲν ὅροιν εἴσω μηκέτι πλευσεῖσθαι, πρὸς μεσημβρίαν μὲν Χελιδονέας, πρὸς δὲ ἄρκτον Κυανέας θέμενος, θαλάττης δʼ ἀφέξειν ἴσον πανταχῆ σταδίους πεντακοσίους· ὥστʼ εἶναι τὸν κύκλον τοῦτον ἀντʼ ἄλλου τινος στεφάνου τοῖς Ἕλλησιν ὑπὲρ κεφαλῆς καὶ τὴν φρουρὰν ἐξ αὐτῆς τῆς χώρας τοῦ βασιλέως.