<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="151"><p rend="align(indent)">ὁ μὲν λογισμὸς οὗτος ὁ τῆς πόλεως, ἅπαντα ἔχων ὅσα ἄν τις εἴποι κάλλιστα ἐν ἀνθρώπου φύσει. διανοηθέντες δὲ οὕτω τί χρὴ πρῶτον, ἢ τί τελευταῖον εἰπεῖν, ἐνίκων <pb xml:id="v.1.p.245"/>  μὲν τὴν ἐν Μυκάλῃ μάχην οὐκ ἐν ὀλίγῳ τῷ μέσῳ, διηρευνήσαντο δὲ τῆς Εὐρώπης τὰς ἀκτὰς, εἴ πού τις ἔτι κρύπτοιτο τῶν ἐπελθόντων, καὶ τοὺς μὲν ἀπὸ Στρυμόνος ἤλασαν, τοὺς δʼ ἀπὸ Σηστοῦ, τοὺς δʼ ἀπὸ Βυζαντίου. πάντα δὲ ὥσπερ ἄγος καθαίροντες ἐπῆλθον, οὐκ ἐλάττω δὲ τῶν κατʼ ἐμπορίαν πλεόντων ἐπʼ ἀγκυρῶν ὡρμίσαντο. τὴν δὲ Τριπτολέμου διὰ τοῦ ἀέρος λεχθεῖσαν πορείαν, ἐν ᾧ παρῆκεν ἐκεῖνος, ἐμιμήσαντο. ὁ μὲν γὰρ εὖ ποιῶν εἰς τὸ κοινὸν ἅπαντας, οἱ δὲ παρʼ ὧν ἔδει δίκην λαβεῖν κολάζοντες ἐπῄεσαν, ἡγούμενοι καὶ τοῦτο τῷ κοινῷ γένει τῶν ἀνθρώπων λυσιτελεῖν, τοὺς ὑβριστὰς καὶ μεῖζον τῆς <pb xml:id="v.1.p.246"/>  φύσεως φρονοῦντας ταῖς πρεπούσαις ὑπάγειν ζημίαις. γνόντες δὲ οὕτως ἅμα μὲν περιέπλεον τὴν Ἀσίαν, ἅμα δὲ ἀνέπλεον διὰ τῶν δεχομένων ποταμῶν, ἅμα δʼ ἠκούοντο, ἅμα δʼ ἑωρῶντο· θαυμαστὴν δʼ ἐπεδείξαντο καὶ ὡς ἀληθῶς ἐνόπλιόν τινα καὶ πολέμου χορείαν. οὕτω δὲ πυκνὸν καὶ σύντονον ἐξήλαντο ἐν τοῖς πράγμασιν ὥστε καὶ Λακεδαιμόνιοι τοῖς μὲν πρώτοις τῶν ἔργων παρεγένοντο, ἔπειτʼ ἀπῆραν, ὥσπερ πτηνοῖς ἀκολουθεῖν οὐ δυνάμενοι. τὸ δʼ αὐτὸ τοῦτο καὶ τῶν ἄλλων Ἑλλήνων οἱ καὶ τὰ πρῶτα συνεκπλεύσαντες ἰλιγγιάσαντες ἀπῆραν, οἱ δὲ τοὺς ἀπὸ τῆς Ἀσίας ἔχοντες, οὓς βασιλεὺς πρότερον ἐπʼ ἐκείνους καὶ τὴν Ἑλλάδα ἧκεν ἄγων, τούτοις ἐχρῶντο ἀποχρῶσι. καὶ ἦν αὐτοῖς ἀφορμὴ κατὰ τοῦ βασιλέως τὰ τοῦ βασιλέως πράγματα. καὶ γὰρ ὅρμοι καὶ τείχη καὶ χαρακώματα καὶ πάντα ἐκείνους ἐδέχετο, καὶ ὅπλα καὶ νῆες ἐκείνων ἐγίγνοντο. παρεῖσαν δʼ οὐδὲν ἀπείρατον τῆς ἑαυτῶν ἀρετῆς, ὁμοῦ μὲν Φοίνιξι καὶ Κίλιξι καὶ Κυπρίοις ναυμαχοῦντες ἐν μέσῳ τῷ Αἰγυπτίων πελάγει καὶ ναυτικὰ ἀθρόα λαμβάνοντες, ὁμοῦ δὲ πρὸς πᾶσαν τὴν Περσῶν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="152"><p> ἀρχὴν διακινδυνεύοντες ἐν τῇ γῇ ἀντʼ ἀριθμοῦ σωμάτων ἐθνῶν ἀριθμοὺς διαφθείροντές τε καὶ λαμβάνοντες. ἤδη δὲ καὶ δύο τρόπαια εἰς μίαν ἡμέραν ἦλθε καὶ ναυμαχία <pb xml:id="v.1.p.247"/>  πεζομαχίᾳ παρισώθη. τοσοῦτον δὲ τῷ βασιλεῖ περιεγένετο ὥστε ἐνδοξοτέραν αὐτοῦ τὴν ἀρχὴν καὶ τοὺς τόπους ταῖς νίκαις ἐποίησαν. ὁ δʼ οὖν Εὐρυμέδων οὐχ ἥκιστα διὰ τούτους ᾁδεται. ἔδειξαν δʼ ὅτι οὐ λινοδέσμῳ σχεδίᾳ τοὺς πορθμοὺς ζευγνύντα δεῖ διαβαίνειν οὐδὲ τοῖς ὑψηλοτάτοις τῶν ὀρῶν προσπαλαίειν, ὥσπερ τι κάλλιον, ἀλλʼ ἀνδρείᾳ καὶ γνώμῃ προέχοντας κρατεῖν πανταχοῦ καλλίστοις ἁπάντων ἐφοδίοις οἶμαι καὶ καθαρῶς οἴκοθεν· μόνα γὰρ τῶν ἐχόντων διὰ τέλους ἐστὶ, τὰ δʼ ἄλλα κοινὰ πρόκειται πᾶσιν ὡς εἰπεῖν τύχης δῶρα, εἰ δὲ βούλει, ἀρετῆς. ὑπάρχει μὲν γὰρ καὶ τοῖς χείροσιν ἐξ ἀρχῆς, σώζεται δὲ ἐπιεικῶς τοῖς κρείττοσιν. οὕτω δʼ ἅπασαν τὴν ἀρχὴν ἐξήλεγξαν, καὶ διέσεισαν καὶ πρὸς τοσοῦτον ἀφίκοντο οἱ μὲν εἰς τὸ Περσικὸν τελοῦντες τοῦ καταφρονηθῆναι, ἡ πόλις δὲ τοῦ πάντας αὐτῇ θαρρεῖν, ὥστʼ ἐκινήθησαν μὲν οἱ πρὸς Φάρῳ Λίβυες, συναπέστησαν δὲ Αἰγύπτιοι, βασιλεὺς δὲ <pb xml:id="v.1.p.248"/>  καίτοι τἄλλα κατὰ νοῦν περὶ αὐτοὺς πρᾶξαι δοκῶν ἀπόλλυσιν Αἰγύπτου μοῖραν οὐκ ὀλίγην τὸ ἕλος. πρότερον δʼ ᾑρήκει πᾶσαν δὶς ἤδη. ἦν δὲ τὸ τῶν Ἀθήνηθεν τριήρων οἷόν τι τῶν ἐξ οὐρανοῦ βελῶν. μόνοι γὰρ ἀνθρώπων τῶν εἰς κοινὸν πολιτευσαμένων τὴν μὲν οἰκείαν ὥσπερ ἀλλοτρίαν ἐνόμισαν, τὴν δὲ ἀλλοτρίαν οὐχ αὑτῶν ἀλλοτρίαν, ἀλλὰ τῶν σὺν κακίᾳ νεμομένων. φυλάκων δʼ ἐβίωσαν βίον, οὐδὲ τούτων ἱδρυμένων, οὐδέ γε ἑνὸς τόπου τινὸς περιπόλων, ἀλλὰ τοῦ διὰ πάσης γῆς Ἑλληνικοῦ περιπόλους ἐκείνους χρὴ καλεῖν· πολεμίους δὲ οὐ τοὺς ἀσθενεστάτους εἵλοντο, ἀλλὰ τοὺς πλεῖστα ἀνασχέσθαι δυνατωτάτους, δυοῖν ἐναγόντοιν, ἑνὸς μὲν τοῦ μηδὲν τῶν ἐσχάτων, ὅσον εἰς γνώμην καὶ παρασκευὴν ἧκε τῶν βαρβάρων, </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="153"><p>ἐλλελεῖφθαι τοῖς Ἕλλησι τὸ μὴ οὐ πεπονθότας εἶναι, ἀνθʼ ὧν δεῖν ἀμύνεσθαι καὶ μηδαμῶς μικρῶς, ἑτέρου δὲ τοῦ πρὸς τὸν λοιπὸν χρόνον ἀσφαλοῦς τῇ Ἑλλάδι, ἕως ἔγνω βασιλεὺς παραπλήσιον ποιῶν ἀνταίρων τῇ πόλει ὥσπερ ἂν εἰ πρὸς φλόγα πολλὴν ἐπιοῦσαν ὕλην ἐπηρμένος ἠγωνίζετο. οὐδὲν γὰρ ἦν ὅ τι οὐκ ἔπασχεν, ἀλλʼ ἀνηλίσκετο αὐτὸς ἐξ αὑτοῦ καὶ τὴν χώραν ἐπιτείχισμα τῆς ἑαυτοῦ σωτηρίας ἔχων ᾔσθετο, καὶ προῆλθεν ὁδῷ τὸ τρίτον κάλλιον τοῦ πρώτου νομίσας, μᾶλλον δὲ ἀναγκαιότερον. ἐπεθύμησε μὲν γὰρ τὸ ἐξ ἀρχῆς τὴν Ἑλλάδα προσλαβεῖν καὶ τῆς Εὐρώπης τὸ λοιπὸν, ᾔσθετο δὲ οὐ δυνατῶν ἐρῶν. δεύτερον ἦν αὐτῷ τὴν ὑπάρχουσαν ἀρχὴν διασώσασθαι, οὐδὲ <pb xml:id="v.1.p.249"/>  τοῦθʼ ἡ πόλις ἠνέσχετο. τὴν σωτηρίαν καὶ δὴ πλείονος ἀξίαν ἐποιήσατο, καὶ ὑποχωρεῖ τῇ πόλει τοσοῦτον ἐκ γῆς καὶ θαλάττης, οὐχ ὅσον, φασὶ, πρύμναν κρούσασθαι οὐδʼ ὡς ἐπὶ πόδα ἀναχωρῆσαι, ἀλλʼ ἀφῆκε πάντα μὲν τὸν κάτω τόπον, μυριάδας σταδίων τῆς Ἀσίας οὐκ ἔλαττον ἢ μεγάλης ἀρχῆς εἶναι τὸ σύμπαν· ὥστε μὴ μόνον τὰς νήσους καὶ τοὺς ἐν ταύταις παντοδαποὺς Ἕλληνας ἐλευθέρους εἶναι, ἀλλὰ καὶ τοὺς τὴν ἐκείνου χώραν κατοικοῦντας πλέον τῆς ἐκείνου δυναστείας καὶ ἀρχῆς ἀπέχειν ἢ πρότερον τοὺς τὴν ἀρχαίαν Ἑλλάδα. εἶχε μέν γε πρὸ τοῦ τὸν μέχρι Πηνειοῦ τόπον· καίτοι τὸ θαυμαστὸν ἀφεῖλον, ὡς δή τι θαυμαστὸν λέγων· εἶχε δὲ πάντα τὸν μέχρι τῆς Ἀττικῆς, ἕως ἐνέτυχε τοῖς ἐκ τῆς Ἀττικῆς ἐν τῇ θαλάττῃ· τοσοῦτον παρελήλυθε τὸν ὀμφαλὸν τῆς γῆς τε καὶ τῆς Ἑλλάδος, τοὺς Δελφούς. ἐκ δὲ τῶν τῆς πόλεως ἀγώνων καὶ ἀποστόλων εἰς τοῦτο κατῆλθεν ὥσθʼ ὡμολόγησε δυοῖν μὲν ὅροιν εἴσω μηκέτι πλευσεῖσθαι, πρὸς μεσημβρίαν μὲν Χελιδονέας, πρὸς δὲ ἄρκτον Κυανέας <pb xml:id="v.1.p.250"/>  θέμενος, θαλάττης δʼ ἀφέξειν ἴσον πανταχῆ σταδίους πεντακοσίους· ὥστʼ εἶναι τὸν κύκλον τοῦτον ἀντʼ ἄλλου τινος στεφάνου τοῖς Ἕλλησιν ὑπὲρ κεφαλῆς καὶ τὴν φρουρὰν ἐξ αὐτῆς τῆς χώρας τοῦ βασιλέως.</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="154"><p rend="align(indent)">τοιοῦτον μὲν τὸν πόλεμον τὸν πρὸς τοὺς βαρβάρους ἡ πόλις, τόν τʼ ἐπὶ τῆς οἰκείας καὶ τὸν ἐν τῇ ἐκείνων, τοιαύτην δʼ αὖ καὶ τὴν εἰρήνην ἐποιήσατο, ἐξ ἀμφοτέρων δείξασα ὅτι οὐ πλοῦτον διώκουσα οὐδʼ ἡδονῇ κέρδους ἐπεξῆλθεν, ἀλλʼ ἓν τοῦτο θηρωμένη, βεβαίαν τοῖς Ἕλλησιν ἐλευθερίαν ἀπὸ τῶν βαρβάρων. καίτοι τί κάλλιον ἂν εἴποι τις εἰρήνης ἢ πολέμου κεφάλαιον ἢ πρὸς Ἕλληνας ἢ πρὸς βαρβάρους, ᾧ κατέκλεισε τότε τὰς πράξεις ἡ πόλις; καὶ ταῦτα μέντοι τὰ τοσαῦτα καὶ τοιαῦτα διῆλθε σὺν πολλοῖς ὅμως ἐναντιώμασι τῶν Ἑλλήνων καὶ πάντων ὥσπερ ἀνθελκόντων, ἀφεστηκότων μὲν τῇ <pb xml:id="v.1.p.251"/>  γνώμῃ Λακεδαιμονίων, Βοιωτῶν δʼ ἐναντία πολεμούντων, Αἰγινητῶν δʼ ἐναντία ναυμαχούντων, οὓς εἶναι τὰ ναυτικὰ πρώτους ἓν ἐκώλυσεν, ἡ πόλις πολὺ νικῶσα· πρὸς δὲ τούτοις Κορινθίων διὰ Μεγαρέας παρωξυμμένων καὶ πολεμούντων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, Ἐπιδαυρίων δὲ καὶ Σικυωνίων σὺν Κορινθίοις ἐξεταζομένων, Ναξίων δὲ καὶ Θασίων καὶ Καρυστίων κακῶς περὶ τῆς συμμαχίας βουλευομένων, καλούντων δὲ Φωκέων, καλούντων δʼ αὖ Λακεδαιμονίων, θαυμαστοῦ δὲ κύκλου πραγμάτων ὄντος κατὰ τὴν Ἑλλάδα· ὥστʼ, εἰ καὶ μόνοις τούτοις ἐξήρκεσε καὶ μόνας τὰς Ἑλληνικὰς πράξεις εἴχομεν αὐτῆς εἰπεῖν ἐν τῷ τότε συμβάσας, Μηδικαὶ δὲ μηδαμοῦ προσῆσαν λαμπρότητες, ἐξαρκεῖν ἂν τοῖς χρόνοις εἰς ἀφήγησιν. ᾗ καὶ διαφερόντως ἄξιον συνησθῆναι τῇ πόλει οὐ μόνον τῆς ῥώμης χάριν, ἀλλὰ καὶ τῆς μεγαλοψυχίας· τὸ γὰρ ἐν πολέμῳ καὶ φιλονεικίᾳ τῶν Ἑλλήνων πρὸς αὐτὴν καθεστηκότων τῆς ὑπὲρ τῶν Ἑλλήνων προνοίας μηδὲν μᾶλλον ἀφεῖσθαι, ἀλλʼ ὑπὲρ τῶν κοινῇ συμφερόντων βασιλεῖ πολεμεῖν διὰ γῆς ἁπάσης καὶ θαλάττης πόσῃ τινὶ χρὴ τῇ μεγαλοψυχίᾳ προσθεῖναι, χωρὶς <pb xml:id="v.1.p.252"/>  τοῦ τοσαῦτα μερισθῆναι καὶ πάντων ὡς μόνων ἑκάστων ἐφικέσθαι, τῆς μὲν γνώμης τὴν ἀνδρείαν, τῆς δὲ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="155"><p>παρασκευῆς τὴν ὑπερβολὴν παρέχειν θαυμάσαι; τά τε γὰρ πρὸς τοὺς βαρβάρους ὡς πᾶσαν ἄγουσα ἀπὸ πάντων σχολὴν οὕτω διῳκήσατο, καὶ τοῖς ἐνοχλοῦσι τῶν Ἑλλήνων οὐδὲν μᾶλλον ὑπῆρχε χρήσασθαι τῷ καιρῷ, ἀλλὰ καὶ τούτοις οὕτως ἀπήντησεν ὥστε σύμπεντε καὶ συμπλείω ταῦτʼ ἔχειν ἀπαριθμεῖν ὥσπερ ἄλλʼ ἄττα συλλήβδην ἀριθμούμενα. ἐνίκων μέν γε ναυμαχίᾳ Πελοποννησίους <pb xml:id="v.1.p.253"/>  ἐπὶ Κεκρυφαλίᾳ, ἐνίκων δʼ Αἰγινήτας πρὸς Αἰγίνῃ, καὶ Πελοποννησίους αὖθις. Μεγαρεῦσι δʼ ἔστησαν τείχη μέχρι θαλάττης, καὶ τὴν ἐλευθερίαν ἅμα καὶ χώραν διεφύλαξαν· ἐνίκων δὲ Κορινθίους πρὸ Μεγαρέων, καὶ πρὶν δώδεκα ἐξήκειν ἡμέρας ἐνίκων αὖθις ἑτέραν, οὐ καλῶς τὸ τρόπαιον ὑφαρπάζοντας. καὶ οὔπω ταῦτα μεγάλα· ἀλλʼ εἰρήσεται γὰρ, κἂν ἐπείγωμαι· ἡ γὰρ προσθήκη δείξει τὸ πᾶν. ἀπῆσαν μὲν γὰρ αἱ δυνάμεις τῇ πόλει, ἡ μὲν κατὰ τὴν τῶν Αἰγυπτίων χρείαν, νῆες πλείους ἢ τότʼ ἦσαν ἐν τοῖς Ἕλλησιν αἱ σύμπασαι σχεδόν· ἡ δʼ Αἰγίνῃ προσεκάθητο, ὅπερ καὶ τοὺς ἐναντίους μᾶλλον ἐπῆρεν ὁρμῆσαι πρὸς τὰ Μέγαρα. ᾤοντο γὰρ εἶναι σχολὴν Ἀθηναίων εἰς τὸ ἔργον αὑτοῖς. εἰ δʼ ἄρα καὶ τὰ δεύτερα νικῴη, ἀλλʼ ἑτέραν λύσειν πολιορκίαν, τὴν Αἰγίνης· οὐ γὰρ ἄλλοθέν γε λοιπὸν ἥξειν αὐτούς. οἱ δὲ τοσοῦτον κατεγέλασαν τοῦ σοφίσματος ὥστʼ οὐδὲν μᾶλλον οἱ πρὸς Αἰγίνῃ τότʼ <pb xml:id="v.1.p.254"/>  ἐκινήθησαν τῶν ἐν Αἰγύπτῳ καὶ μηδὲν πεπυσμένων, ἀλλὰ τὸ λοιπὸν τῆς ἡλικίας οἱ πρεσβύτατοι καὶ νεώτατοι βοηθοῦσιν εἰς τὰ Μέγαρα, καὶ δυοῖν μάχαιν ἑξῆς κρείττους τῆς τῶν Κορινθίων καὶ Πελοποννησίων ἀκμῆς ἐφάνησαν· ὥστʼ ἐκείνους ἀκριβῶς ἤδη συγχωρῆσαι καὶ μηδὲν ἔχειν εἰπεῖν ἔτι, μηδʼ ὡς οὐ δικαίως τά γε νῦν ταῦτα προσανιμήκεσαν. καί μοι δοκεῖ θεῶν τινος εὐνοίᾳ καὶ σπουδῇ πρὸς τὴν πόλιν συσκευασθῆναι τοῦτο τὸ δεύτερον, ὥσπερ </p></div></div></body></text></TEI>