εἰ οἱ μὲν νομοθέται τούτου χάριν ἐξέτειναν τὰς συνόδους, καὶ νὴ Δία γε αὐτὸ τοὔνομα τῆς ἱερομηνίας παρέβησαν, πλείω τὸν χρόνον προσθέντες, ὅπως ἐπὶ πλεῖστον ἀλλήλοις ὁμιλοῖμεν, ἡμεῖς δʼ ἀντὶ τοῦ χρήσασθαι τούτῳ μεμφοίμεθα. ὥσπερ οὖν τοῖς τῶν ἄθλων γυμνασίοις οὐκ ἀχθόμεθα ἐντυγχάνοντες ἐφʼ ἡμέρᾳ, ἀλλʼ ἐν κέρδους μέρει τῆς ἀεὶ παρούσης θέας ἀπολαύομεν, οὕτω καὶ περὶ τῶν λόγων ἔχειν εἰκὸς, καὶ ταῦτά γε τῶν τῇ πανηγύρει συγκεκληρωμένων, πάντως οὐχ ἑώλοις ἀεὶ τοῖς ὑπολειφθεῖσιν ἐντεύξεσθε, οὐδʼ ἀτιμοτέροις ἐκείνων συνεῖναι. ἀλλʼ ἵνα μὴ πλείω τῶν ἀναγκαίων παραιτούμενος αὐτῷ τούτῳ μηκύνω, πρὸς τοὺς ἐφεξῆς τῶν λόγων καὶ συνεχεῖς καὶ δὴ τρέψομαι. ἐπειδὴ γὰρ ἡ Ἑλλὰς ἑαυτῆς ἐγένετο καὶ πάντα ἐξεκεχωρήκει, νῆες, ἵπποι, τὸ πεζὸν, ὕπαρχοι, βασιλεὺς, πρῶτον μὲν πανηγύρεις καὶ πρόσοδοι τοῖς θεοῖς ἦσαν οἵας οὔτε πρότερον οὔθʼ ὕστερον οὐδεὶς μέμνηται γεγονυίας ἐν ἐλευθέρᾳ τῇ Ἑλλάδι. οὐ γὰρ νόμος ἦν ὁ συνάγων οὐδὲ χρόνου τακτὴ περίοδος, ἀλλʼ ἐκ τῶν πραγμάτων ἦν καὶ κατʼ ἄνδρα καὶ πόλεις εὐθυμεῖσθαι καὶ στεφανηφορεῖν καὶ τοὺς θεοὺς μαρτύρεσθαι τῆς παρούσης εὐδαιμονίας. καὶ τοῦτο μὲν βωμὸς ἐλευθερίου Διὸς, αὐτῷ τε τῷ θεῷ χαριστήριον καὶ τοῖς κατορθώσασι μνημεῖον ἐπʼ αὐτοῦ τοῦ τόπου τῶν ἔργων ἐστάθη, κοινὴν ἔχον παράκλησιν τοῖς Ἕλλησιν εἴς τε ὁμόνοιαν καὶ τὸ τῶν βαρβάρων καταφρονεῖν· τοῦτο δὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἱερὸν τὸ ἐν Δελφοῖς ἐξεκοσμήθη σὺν καλοῖς καὶ πρέπουσι τοῖς ἐπιγράμμασιν, αἵ τε πόλεις οὐ τὸν ἐξ ἀρετῆς μόνον, ἀλλὰ καὶ τὸν ἐκ τῆς κατασκευῆς κόσμον προσέλαβον, καὶ ὁ τῶν βαρβάρων πλοῦτος εἰς τοὺς κρείττους ἐμερίσθη. καὶ μέντοι κἀν τούτοις αὖ πάλιν ἡ πόλις τοσοῦτον ὅσονπερ ἐν αὐταῖς ταῖς πράξεσι διενεγκοῦσα φανήσεται· τοῦτο μὲν γὰρ τὴν ἀκρόπολιν κατεκόσμησε τοῖς τῶν ἔργων ὑπομνήμασι, καὶ τῷ τῆς φύσεως κάλλει τὸ παρὰ τοῦ πλούτου καὶ τῆς τέχνης ἐφάμιλλον προσέθηκεν, ὥστʼ εἶναι πᾶσαν ἀντʼ ἀναθήματος, μᾶλλον δὲ ἀντʼ ἀγάλματος· τοῦτο δὲ τὰς ἄλλας τιμὰς τοῖς θεοῖς ἀνῆψε, κρεῖττον ἁπάσης Ἑλληνικῆς δυνάμεως, τὰ μὲν οἴκοι, τὰ δʼ ἐν τῇ ὑπερορίᾳ· αὐτή τε παρῆλθε τοὺς ἀρχαίους ὅρους πανταχῆ κατʼ ἀξίαν τῶν ἔργων καὶ τὴν τοῦ κύκλου προσθήκην ποιουμένη· ὡς δʼ εἰπεῖν συνελόντι, μόνη μὲν διʼ ἀρετὴν ἀοίκητος ἐγένετο, μόνη δʼ ἐξ ἀρετῆς ᾠκίσθη τε αὖθις καὶ τῶν πρόσθεν ἀοικήτων ἐπέλαβεν ἅμα τοῖς ἔργοις καὶ τῇ δόξῃ καὶ τῷ κόσμῳ καλλίων τε καὶ μείζων γενομένη. ἀλλὰ γὰρ ἐνταῦθα μὲν ὥσπερ ἄκων ἐνέπεσον καὶ καθʼ ὁδὸν τοῦ λόγου μᾶλλον ἢ προειδόμενος· οὐ γὰρ εἰς ταῦτα ὁρῶν ἠπειγόμην, ἀλλʼ ἐκεῖνο ἐπιδεῖξαι βουλόμενος, ὅτι εἰ κάλλιστον ἀνθρώποις καὶ τὸ αὐτὸ λυσιτελέστατόν τε καὶ νικῶν ἡδονῇ, θεῶν πρόσοδοι καὶ ὁμιλίαι, καὶ τοῦτʼ εἰς τοσοῦτον τότʼ ἐπανθῆσαν τοῖς Ἕλλησι μιᾷ δὴ πόλει ταύτῃ μάλιστʼ ἄν τις προσθείη δικαίως, πρῶτον μὲν κατʼ αὐτὴν ὡς ἀληθῶς τὴν τῶν θεῶν τιμήν· τούς τε γὰρ θεοὺς ὡς αἰτίους δή που τῶν ἀγαθῶν ἅπαντες ἀμειβόμεθα, ἥ τε πόλις τό γʼ εἰς ἀνθρώπους ἐλθὸν τότʼ ἐπὶ πλεῖστον αἰτία τῶν ἀποβάντων φαίνεται· ἔπειτα τῷ καὶ τοῖς ἀναθήμασιν αὐτοῖς καὶ τοῖς χαριστηρίοις τοσοῦτον ὑπερσχεῖν. τὰ γὰρ σύμβολα τῆς εὐσεβείας αὐτῆς ταῦτα τοῦ κάλλους καὶ μεγέθους ἐστὶ τεκμήρια. οὐ μὴν ἐξαρκεῖν τοῦτʼ ἐνόμισε, χάριν τοῖς θεοῖς ἔχειν τῶν γεγενημένων καὶ μηδὲν πλέον ζητεῖν οὐδʼ ἐπὶ τοῖς τροπαίοις καθῆσθαι, ὥσπερ ἀπιστοῦσαν ἑαυτῇ, ἀλλʼ ὥσπερ ἐπίβασιν τῶν μελλόντων τὰ ὑπάρχοντα κρίνασα αὐτὴ πρὸς ἑαυτὴν ἡμιλλήσατο, καλῶς καὶ τῷ καιρῷ προσήκοντα βουλευσαμένη· ἐν γὰρ τοῖς δευτέροις χρόνοις τὰ δεύτερα πράττειν ἠξίου. ταῦτα δʼ ἦν