Λακεδαιμονίων δεόμενοι· τὸ γὰρ ἀνθέλκειν καὶ καλεῖν ὡς αὑτοὺς ἑκατέρους ψῆφος ἦν φανερὰ καὶ πίστις ἐναργὴς παρʼ ἀμφοῖν ὅτι καὶ σφῶν αὐτῶν καὶ τῶν ἐναντίων συνίσασι κρείττους ὄντας οὐ μικρῷ τινι. οὕτω δʼ ἐλπίσαντες ἐξ ἀρχῆς ἔτι μᾶλλον θαυμάσαντες ἀπῆλθον· τῶν μὲν γὰρ οὐκ ἠνέσχοντο, τοὺς δὲ ἀπὸ πολλοῦ τοῦ κρείττονος προσεδέξαντο. ὥστε καὶ τὸ εἰκὸς προσγενέσθαι, τὸ καὶ αὐτοὺς ὑπὲρ σφῶν αὐτῶν τὴν ἀξίαν προσθέσθαι ψῆφον καὶ τρεῖς εἶναι τοὺς μάρτυρας ἑξῆς, τοὺς πολεμίους, τοὺς συμμάχους, αὐτοὺς ἑαυτοῖς ἔργῳ διὰ πάντων ὁμοίους γεγενημένους. συναγαγόντες δὲ τοὺς Ἕλληνας ἤδη μᾶλλον αὐτοῖς ἀκολουθεῖν δυναμένους Πλαταιᾶσι γίγνονται. καὶ τὸ μὲν ἀξίωμα τῶν στρατοπέδων, ἢ τὴν παράταξιν τῶν βαρβάρων, ὡς ἐτάχθη διὰ τῆς Βοιωτίας, ἢ τὰ πρὸ τῆς μάχης διηγεῖσθαι διατριβή ἐστι τῆς σπουδῆς οὐκ ἐφικνουμένη. μαρτυρία δʼ αὖθις γίγνεται τῇ πόλει θαυμαστὴ παρʼ ἀμφοτέρων ἐπὶ τῆς μάχης. Λακεδαιμόνιοι μὲν γὰρ Ἀθηναίοις ἐξέστησαν τῆς ἐπὶ Πέρσας τάξεως, ὥσπερ ἀνάγκῃ τινὶ καὶ φύσει συγκεκληρωμένον Πέρσας Ἀθηναίων ἡττᾶσθαι. αὖθις δὲ ἀνθυπῆγε Μαρδόνιος τοὺς Λακεδαιμονίους ἀνθαιρούμενος, ἡγούμενος λυσιτελεῖν αὑτῷ Λακεδαιμονίους καλῶς ἀποθνήσκοντας μᾶλλον ἢ Ἀθηναίους καλῶς νικῶντας. ταῦτα γὰρ ἐκ τῶν πρὸς αὐτοὺς παραδειγμάτων εὕρισκεν. ὥσπερ οὖν οἱ πύκται περὶ τῆς στάσεως πρῶτον ἠγωνίσαντο, οἱ δὲ ἐδέχοντο μὲν Πέρσας, ἐδέχοντο δὲ πάντας ἀνθρώπους, ὑπῆρχον δὲ εἰς ἅπαντα νικῶντες, τοὺς μὲν βαρβάρους ἀρετῇ, τοὺς δʼ Ἕλληνας ἀρετῇ τε καὶ πλήθει. καὶ τήν τε μάχην κρίνουσι διὰ πάντων ἐξελθόντες καὶ τοὺς ἡγουμένους τῆς ἵππου διαφθείραντες. καὶ δεῆσαν τειχομαχίας, ὅσον αἰσχυνθείη τις ἂν εἰπεῖν οἱ ἄλλοι πρὸς αὐτοὺς ἦσαν, ἕως τῶν βαρβάρων οἱ μὲν οὐχ ὁμοίως καὶ πρόσθεν κατεῖχον τὴν Βοιωτίαν κείμενοι, οἱ δʼ ὥσπερ ἐκ ναυαγίας ἄοπλοι καὶ ἀσύντακτοι νύκτα ἡμέρας τιμιωτέραν ἄγοντες, ἐκ πολλῶν ὀλίγοι καὶ πολλοὶ κατʼ ὀλίγους ἐξεχώρησαν, πολλὰ τῆς ὑπερηφάνου στρατιᾶς καὶ τῶν Ἀθηναίων μεμνημένοι. τούτων δʼ οὕτω καταστάντων οἱ μὲν ἄλλοι πάντες Ἕλληνες ἀσμένως ἀναπεπνεύκεσαν, οὐχ ὅσον ἂν καὶ προσεδόκησαν διαπεφευγότες χειμῶνα, καὶ τὴν πόλιν ἐστεφάνουν, ἐθαύμαζον, πᾶν ὅ τι εἴποιεν αὐτὴν μικρὸν ἡγοῦντο. οὕτω πολλοῦ τινος αὐτοῖς ἔδει ποιῆσαι ὅ τί γε δοκεῖν ἔχειν ἄξιον αὐτῆς· ἡ δὲ ἐνταῦθα δὴ καὶ μάλιστα τὴν περιουσίαν τῆς ἀρετῆς ἐπεδείξατο. τοσοῦτον γὰρ ἐπεξῆλθεν ἐν τοῖς πράγμασιν ὥστʼ ἔτι μᾶλλον ἔξω δεῖξαι τοῖς βαρβάροις τίνες ἦσαν οἱ καὶ τὰ ἐν τῇ Ἑλλάδι ταῦτα δράσαντες αὐτοὺς καὶ τίνας φεύγειν κρίναντες ἀγαπητὸν ἀπῆλθον. ὁρῶ μὲν οὖν καὶ τὸν λόγον ἐκτεινόμενον καὶ ἐπὶ τοιούτοις τοῖς προειρημένοις οὐ ῥᾴδιον ὂν πρὸς ἡδονὴν οὔτε αὐτὸν ἔτι εἰπεῖν οὔτε τυχεῖν ἀκουόντων, ὥσπερ μετʼ ἀγωνιστὴν εὐδοκιμηκότα εἰσιόντα ἕτερον. οὐ μὴν ψυχαγωγίας χάριν μᾶλλον ὑπέστην τοὺς λόγους ἢ τοῦ δεῖξαι μετʼ ἀληθείας τὴν τῆς πόλεως ἀξίαν· ὥστʼ ἀδικήσω καθυφεὶς μᾶλλον ἢ διοχλήσω λέγων. ἔπειτα ἐνθυμητέον καὶ ἀπʼ αὐτοῦ τοῦ συμβόλου τῶν λόγων ὅτι οὐδὲ τὴν τῶν Παναθηναίων αὐτῶν ἑορτὴν ἡμῖν ἡμέρας μιᾶς ἀνάγκη μετρεῖν, ἀλλʼ, εἴ γε καὶ τοῦτο δεῖ προσθεῖναι, καὶ τὸ πλῆθος τῶν ἡμερῶν κόσμου χάριν καὶ σεμνότητος ἀνεῖται· ὥστε οὐδὲ τὸ τῶν λόγων πλῆθος ἄκαιρον ἐν τοιούτῳ τῶν ἔργων καιρῷ. σύνισμεν δὲ δή που καὶ τὸν ἀγῶνα τὸν γυμνικὸν καὶ ἔτι μᾶλλον τὸν τῆς μουσικῆς οὐκ εἰσάπαξ ὁριζόμενον, ἀλλʼ ἐφʼ ἑκάστῃ τελευτῶντα ὡς εἰπεῖν τῇ ἡμέρᾳ καὶ πάλιν ἐξ ἀρχῆς καθιστάμενον, καὶ οὐδὲ τοῖς εἴδεσι τῶν θεαμάτων ἐκπληρούμενον αὐθημερόν. ὥσθʼ ὅσα καὶ τὸν νῦν καιρὸν ἐκφεύγει τὸν ὅλον γε δή που τῆς πανηγύρεως οὐ παρελήλυθεν. ἢ κομιδῆ γʼ ἂν εἴη τῶν ἀτόπων, εἰ οἱ μὲν νομοθέται τούτου χάριν ἐξέτειναν τὰς συνόδους, καὶ νὴ Δία γε αὐτὸ τοὔνομα τῆς ἱερομηνίας παρέβησαν, πλείω τὸν χρόνον προσθέντες, ὅπως ἐπὶ πλεῖστον ἀλλήλοις ὁμιλοῖμεν, ἡμεῖς δʼ ἀντὶ τοῦ χρήσασθαι τούτῳ μεμφοίμεθα. ὥσπερ οὖν τοῖς τῶν ἄθλων γυμνασίοις οὐκ ἀχθόμεθα ἐντυγχάνοντες ἐφʼ ἡμέρᾳ, ἀλλʼ ἐν κέρδους μέρει τῆς ἀεὶ παρούσης θέας ἀπολαύομεν, οὕτω καὶ περὶ τῶν λόγων ἔχειν εἰκὸς, καὶ ταῦτά γε τῶν τῇ πανηγύρει συγκεκληρωμένων, πάντως οὐχ ἑώλοις ἀεὶ τοῖς ὑπολειφθεῖσιν ἐντεύξεσθε, οὐδʼ ἀτιμοτέροις ἐκείνων συνεῖναι. ἀλλʼ ἵνα μὴ πλείω τῶν ἀναγκαίων παραιτούμενος αὐτῷ τούτῳ μηκύνω, πρὸς τοὺς ἐφεξῆς τῶν λόγων καὶ συνεχεῖς καὶ δὴ τρέψομαι. ἐπειδὴ γὰρ ἡ Ἑλλὰς ἑαυτῆς ἐγένετο καὶ πάντα ἐξεκεχωρήκει, νῆες, ἵπποι, τὸ πεζὸν, ὕπαρχοι, βασιλεὺς, πρῶτον μὲν πανηγύρεις καὶ πρόσοδοι τοῖς θεοῖς ἦσαν οἵας οὔτε πρότερον οὔθʼ ὕστερον οὐδεὶς μέμνηται γεγονυίας ἐν ἐλευθέρᾳ τῇ Ἑλλάδι. οὐ γὰρ νόμος ἦν ὁ συνάγων οὐδὲ χρόνου τακτὴ περίοδος, ἀλλʼ ἐκ τῶν πραγμάτων ἦν καὶ κατʼ ἄνδρα καὶ πόλεις εὐθυμεῖσθαι καὶ στεφανηφορεῖν καὶ τοὺς θεοὺς μαρτύρεσθαι τῆς παρούσης εὐδαιμονίας. καὶ τοῦτο μὲν βωμὸς ἐλευθερίου Διὸς, αὐτῷ τε τῷ θεῷ χαριστήριον καὶ τοῖς κατορθώσασι μνημεῖον ἐπʼ αὐτοῦ τοῦ τόπου τῶν ἔργων ἐστάθη, κοινὴν ἔχον παράκλησιν τοῖς Ἕλλησιν εἴς τε ὁμόνοιαν καὶ τὸ τῶν βαρβάρων καταφρονεῖν· τοῦτο δὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἱερὸν τὸ ἐν Δελφοῖς ἐξεκοσμήθη σὺν καλοῖς καὶ πρέπουσι τοῖς ἐπιγράμμασιν, αἵ τε πόλεις οὐ τὸν ἐξ ἀρετῆς μόνον, ἀλλὰ καὶ τὸν ἐκ τῆς κατασκευῆς κόσμον προσέλαβον, καὶ ὁ τῶν βαρβάρων πλοῦτος εἰς τοὺς κρείττους ἐμερίσθη. καὶ μέντοι κἀν τούτοις αὖ πάλιν ἡ πόλις τοσοῦτον ὅσονπερ ἐν αὐταῖς ταῖς πράξεσι διενεγκοῦσα φανήσεται· τοῦτο μὲν γὰρ τὴν ἀκρόπολιν κατεκόσμησε τοῖς τῶν ἔργων ὑπομνήμασι, καὶ τῷ τῆς φύσεως κάλλει τὸ παρὰ τοῦ πλούτου καὶ τῆς τέχνης ἐφάμιλλον προσέθηκεν, ὥστʼ εἶναι πᾶσαν ἀντʼ ἀναθήματος, μᾶλλον δὲ ἀντʼ ἀγάλματος· τοῦτο δὲ τὰς ἄλλας τιμὰς τοῖς θεοῖς ἀνῆψε, κρεῖττον ἁπάσης Ἑλληνικῆς δυνάμεως, τὰ μὲν οἴκοι, τὰ δʼ ἐν τῇ ὑπερορίᾳ· αὐτή τε παρῆλθε τοὺς ἀρχαίους ὅρους πανταχῆ κατʼ ἀξίαν τῶν ἔργων καὶ τὴν τοῦ κύκλου προσθήκην ποιουμένη· ὡς δʼ εἰπεῖν συνελόντι, μόνη μὲν διʼ ἀρετὴν ἀοίκητος ἐγένετο, μόνη δʼ ἐξ ἀρετῆς ᾠκίσθη τε αὖθις καὶ τῶν πρόσθεν ἀοικήτων ἐπέλαβεν ἅμα τοῖς ἔργοις καὶ τῇ δόξῃ καὶ τῷ κόσμῳ καλλίων τε καὶ μείζων γενομένη. ἀλλὰ γὰρ ἐνταῦθα μὲν ὥσπερ ἄκων ἐνέπεσον καὶ καθʼ ὁδὸν τοῦ λόγου μᾶλλον ἢ προειδόμενος· οὐ γὰρ εἰς ταῦτα ὁρῶν ἠπειγόμην, ἀλλʼ ἐκεῖνο ἐπιδεῖξαι βουλόμενος, ὅτι εἰ κάλλιστον ἀνθρώποις καὶ τὸ αὐτὸ λυσιτελέστατόν τε καὶ νικῶν ἡδονῇ, θεῶν πρόσοδοι καὶ ὁμιλίαι, καὶ τοῦτʼ εἰς τοσοῦτον τότʼ ἐπανθῆσαν τοῖς Ἕλλησι μιᾷ δὴ πόλει ταύτῃ μάλιστʼ ἄν τις προσθείη δικαίως, πρῶτον μὲν κατʼ αὐτὴν ὡς ἀληθῶς τὴν τῶν θεῶν τιμήν· τούς τε γὰρ θεοὺς ὡς αἰτίους δή που τῶν ἀγαθῶν ἅπαντες ἀμειβόμεθα, ἥ τε πόλις τό γʼ εἰς ἀνθρώπους ἐλθὸν τότʼ ἐπὶ πλεῖστον αἰτία τῶν ἀποβάντων φαίνεται· ἔπειτα τῷ καὶ τοῖς ἀναθήμασιν αὐτοῖς καὶ τοῖς χαριστηρίοις τοσοῦτον ὑπερσχεῖν. τὰ γὰρ σύμβολα τῆς εὐσεβείας αὐτῆς ταῦτα τοῦ κάλλους καὶ μεγέθους ἐστὶ τεκμήρια. οὐ μὴν ἐξαρκεῖν τοῦτʼ ἐνόμισε, χάριν τοῖς θεοῖς ἔχειν τῶν γεγενημένων καὶ μηδὲν πλέον ζητεῖν οὐδʼ ἐπὶ τοῖς τροπαίοις καθῆσθαι, ὥσπερ ἀπιστοῦσαν ἑαυτῇ, ἀλλʼ ὥσπερ ἐπίβασιν τῶν μελλόντων τὰ ὑπάρχοντα κρίνασα αὐτὴ πρὸς ἑαυτὴν ἡμιλλήσατο, καλῶς καὶ τῷ καιρῷ προσήκοντα βουλευσαμένη· ἐν γὰρ τοῖς δευτέροις χρόνοις τὰ δεύτερα πράττειν ἠξίου. ταῦτα δʼ ἦν ἀντεπεξελθεῖν τοῖς προτέροις ἐπιστρατεύσασι καὶ τοὺς φόβους καὶ τοὺς κινδύνους εἰς τὴν ἐκείνων μεταστῆσαι. ὃ καὶ μάλιστʼ ἄξιον τῶν ἐν τοῖς ἔργοις ἐκείνοις ἀγασθῆναι τὸ σχῆμα τοῦ πολέμου καὶ τὴν σύστασιν. δυοῖν γὰρ ὄντοιν ἑτέροιν πολέμοιν, τοῦ μὲν, ἂν ἄρχῃ τις ἐξ ἀρχῆς, τοῦ δὲ, ἂν ἀμύνηται, τῷ μὲν οὐχ ἕπεται τὸ δίκαιον, τοῦ δʼ ἀφαιρεῖ τὴν φιλοτιμίαν ἡ τῆς ἀνάγκης προσθήκη, διὰ τὸ φύσει γνώμην ἀνάγκης κεχωρίσθαι. ἀλλʼ ἀμείνων μὲν ὁ ποιῶν οἶμαι τὰ δίκαια ἀναγκαίως τοῦ παραβαίνοντος ἑκόντος, οὐ μὴν αὐτοῦ γε τὸ πᾶν ὡς εἰπεῖν γίγνεται. καὶ δὴ καὶ τότε τοῦ προτέρου πολέμου τὸ μὲν αἰσχρὸν εἰς τοὺς βαρβάρους ἦλθε, τὸ δʼ ὀφειλόμενον παρὰ τῶν Ἑλλήνων ἀπήντησεν· ὥστʼ ἐνενικήκεσαν μὲν, τὸ δʼ ἐκ περιουσίας οὐ προσῆν. ὃ δὲ τρίτον ἄν τις φαίη τοῦ πολέμου σχῆμα, τὸ τοῖς προτέροις ἐπιβουλεύσασιν ἀντεπελθεῖν αὐτοὺς, ἐλευθερίᾳ μὲν τῇ τῶν ἀρχόντων, δικαιοσύνῃ δὲ τῇ τῶν ἀμυνομένων χρωμένους, τοῦτʼ οὖν ἡ πόλις ἐσκέψατο καὶ ὑπὲρ αὑτῆς καὶ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων ἐπιδεῖξαι τοῖς βαρβάροις, ὅτι οὐκ ἐπʼ ἐκείνοις ἐστὶν, ὅταν ἥκωσι, ποιεῖν ἀγαθοὺς τοὺς Ἕλληνας, οὐδʼ ἀνάγκης τύχῃ ταῦτα πέπρακται σφίσιν, ἀλλὰ τῷ προτέρους ἄρχειν μὴ καλῶς ἔχειν ἡγεῖσθαι· νῦν δʼ ὅτε ἡ ἀρχὴ περιέστηκεν εἰς δικαίου τάξιν, εὖ καὶ καλῶς εἴσεσθε τίνας κεκινήκατε. οὕτως ἐγώ φημι καὶ πρὸς δικαιοσύνης καὶ πρὸς ἀνδρείας ἐπίδειξιν ἀληθινῆς τὰ δεύτερα, ἵνα μηδὲν ἐπαχθὲς εἴπω, τῶν πρότερον οὐχ ἧττον ἐναργῆ πεπρᾶχθαι τῇ πόλει. πρὸς δὲ τούτοις καὶ τῶν Ἑλλήνων ἀσφάλειαν εἶναι καὶ σωτηρίαν ὑπελάμβανεν οὐκ εἰ καθείρξασα αὐτοὺς ἐπὶ τῆς ἑστίας τηροίη, οὐδʼ εἰ μηδὲν μήτʼ αὐτὴ διʼ αὐτῶν μήτʼ αὐτοὶ πράττοιεν ὑπὲρ σφῶν αὐτῶν, ἀλλʼ εἰ τοὺς βαρβάρους ὡς ἐπὶ πλεῖστον ὤσαιντο ἀπὸ τῆς Ἑλλάδος, οὕτως ᾤετο ἀρίστην καὶ καθαρὰν ἡσυχίαν ἅπασιν ἔσεσθαι, ὀρθῶς λογιζομένη καὶ τὰ πράγματα ὡς πέφυκεν ὁρῶσα. μόνοι γὰρ σχεδὸν οὗτοι καθαρῶς ἡσυχάζουσιν οἵτινες ἂν δείξωσι μὴ πάντως ἡσυχίαν ἄγειν δεόμενοι.