<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="141"><p> πάντων ἀποκνούντων, μόνοι δὲ τὸ πᾶν ἐξειργάσαντο, ὅσα μὲν στρατηγοῦ προνοίᾳ κακῶσαι τὸν βασιλέα ἔδει πρότερον παρασκευάσαντες, ὥστʼ ἐν τοῖς πολεμίοις φιλίων καὶ τῶν συνευξομένων εὐπορῆσαι—λέγω δὲ τὴν περὶ τοὺς Ἴωνας πρᾶξιν—ἃ δὲ χειρῶν νόμῳ καὶ μετὰ κοινῆς τῆς εὐψυχίας ἔδει πραχθῆναι, κάλλιστα δὴ τῶν ὑφʼ ἡλίῳ μάρτυρι καὶ τολμήσαντες καὶ τελεσάμενοι, τάξαντες μὲν αὑτοὺς ἐναντία ἐκείνοις, οἵπερ ἦσαν κεφάλαιον τοῦ ναυτικοῦ τῶν πολεμίων, τρεψάμενοι δὲ πρῶτοι καὶ διαφθείραντες ἄλλας ἀλλαχοῦ τῶν νεῶν ἐν παντοδαποῖς τῶν ἔργων εἴδεσι, παρασχόντες δὲ τοῖς λοιποῖς διώκειν ἀντὶ τοῦ ναυμαχεῖν. ὥστʼ ἐμοὶ μὲν παραπλησίως οἱ Ἕλληνες δοκοῦσι νικῆσαι τὴν ναυμαχίαν ἐκείνην ὥσπερ ἂν εἰ καὶ Μαραθῶνι παρόντες μετέσχον τῆς νίκης. ἐκεῖ τε γὰρ ἤρκεσεν ἡ πόλις αὑτῇ καὶ ἐν Σαλαμῖνι τῶν γιγνομένων ἀπέλαυσαν οἱ λοιποί. καὶ τότε μὲν ἡμέρᾳ μιᾷ τῆς μάχης ὑστέρησαν Λακεδαιμόνιοι, ἐκείνῃ δὲ τῇ ἡμέρᾳ αὐτῆς <pb xml:id="v.1.p.229"/> ὑστέρησαν τῆς τροπῆς οἱ συντελεῖς. καὶ τοσοῦτον διενήνοχεν ὥστʼ εἰκότως ἄν τινα φῆσαι μὴ μόνον τῆς ἐλευθερίας μηδὲ τῶν ἄθλων τῶν ἐκ τῆς ναυμαχίας χάριν ἂν τῇ πόλει τοὺς Ἕλληνας ἔχειν δικαίως, ἀλλὰ καὶ τῆς νίκης αὐτῆς. καὶ γὰρ ταύτην ὥσπερ ἄλλο τι κέρδος προσλαβόντες φαίνονται καὶ τῆς φιλοτιμίας κοινῇ μετασχόντες. ἐνταῦθα δὴ πᾶσα μὲν ἀκτὴ ναυαγίων ἐπέπληστο, πάντες δὲ οἱ πορθμοὶ συνεκέχυντο, ἔφερε δὲ ὁ πόρος πρὸς τὴν ἤπειρον ἔξω τῷ βασιλεῖ δεινὰ θεάματα καὶ μάλα ἀπᾴδοντα τῆς ἐκείνου περινοίας καὶ τρυφῆς. ἄξιον δὲ καὶ τῆς ἐπιθήκης τῶν κακῶν τῶν γενομένων τοῖς βαρβάροις μνησθῆναι. τὸ γὰρ δὴ πάρεργον τῶν ἔργων οὐκ ἀτιμότερον προσεξείργασται. τί οὖν ἦν τοῦτο; τρεῖς τόπους οἱ βάρβαροι κατέλαβον τὸ κατʼ ἀρχὰς, τὴν ἤπειρον, τὴν θάλατταν, τὴν πρὸ τῆς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="142"><p> Σαλαμῖνος νῆσον, ὅπως ἀκριβέστερον ἢ δικτύῳ συγκλείοιντο οἱ Ἕλληνες. δοκεῖ γὰρ εἶναι μεγάλη συμφορὰ καὶ παρὰ τὸν νόμον τὸν Μηδικὸν, εἴ τις τῶν ἀνταίρειν τῷ βασιλεῖ τολμησάντων διαφεύξεται. κατὰ οὖν τοὺς ἐκπίπτοντας ἐκ τῆς ναυμαχίας ἐτάχθη τὰ κύρια τῆς στρατιᾶς, ἄνδρες Περσῶν οἱ πρῶτοι, καὶ κατέσχον τὴν νῆσον ἐφεστηκότες ὡς ἐφʼ ἑτοίμοις. ὡς δὲ τῶν πρώτων ἀπέτυχον καὶ μετὰ τῶν Ἑλλήνων ἦν ἡ τύχη καὶ περιέστραπτο ἡ πεῖρα, ἀνὴρ Ἀθηναίων εἷς ἐθελοντὴς τὸν κίνδυνον ὑφίστατο καὶ λαβὼν τοὺς ὄντας αὐτῶν ἐν Σαλαμῖνι τοὺς <pb xml:id="v.1.p.230"/>  πρεσβύτας ἀποβιβάσας εἰς τὴν νῆσον κτείνει πᾶν τοῦτο τὸ Περσικόν. Ξέρξης δὲ καθῆστο μὲν ἐπὶ τῆς ἠπείρου κεκοσμημένος, ὥσπερ ἄλλον τινὰ ἀγῶνα ποιῶν, ἤ τις τῶν ἐξ οὐρανοῦ κριτὴς τῶν γιγνομένων, οἰόμενος τοῖς ἑαυτοῦ τὸν παρʼ αὑτοῦ φόβον ἀρκέσειν. καὶ τοσοῦτον ἦν ἄρα τὸ ἔργον αὐτῷ ὅσον τοῖς μὲν ὀργισθῆναι, τοὺς δὲ τιμῆσαι τῶν στρατιωτῶν. ὡς δʼ ἑώρα τὴν θάλατταν αἵματι καὶ ῥοθίῳ ζέουσαν καὶ πάντα νεκρῶν καὶ ναυαγίων μεστὰ καὶ κυριωτέρους ἑτέρους φοβεῖν καὶ τοὺς ἐκείνου καὶ αὐτὸν, ἐκπλαγεὶς καὶ νομίσας θαυματοποιὸν εἶναι τὴν πόλιν παλινῳδίαν ᾖδε, καὶ μεταστρέψας ᾔει τὴν αὐτὴν, οὐ μετὰ τοῦ αὐτοῦ σχήματος, ἓν ἤδη τοῦτʼ ἀγώνισμα ποιούμενος τὴν σχεδίαν καταλαβεῖν.</p><p rend="align(indent)">οὕτω διὰ πάντων ἡ πόλις πᾶν ἔσωσε τὸ Ἑλληνικὸν, καὶ τοῖς πᾶσιν ἐδείχθη μόνον φυλακτήριον οὖσα τοῖς Ἕλλησιν, οἶμαι δὲ καὶ τῷ λοιπῷ μέρει τῆς οἰκουμένης. τίσι δὲ λέγω τοῖς πᾶσιν; οἷς ἐνίκα πρότερον μόνη Μαραθῶνι, οἷς ὕστερον τοσοῦτον παρῆλθε τοὺς συστάντας, οἷς αὐτὴ κεφάλαιον τοῦ πολέμου τοῖς στόλοις ἀμφοτέροις ἦν, τοῖς ἐν Πύλαις ἀτυχοῦσιν ἄνευ τῆς πόλεως, τοῖς ἐπʼ Ἀρτεμισίῳ νικῶσι διὰ τῆς πόλεως, ταῖς τοῦ θεοῦ <pb xml:id="v.1.p.231"/> μαντείαις, ὧν αἱ μὲν τῆς Ἀθηνᾶς εἶναι τὴν δωρεὰν, αἱ δὲ ἀπολέσθαι τοὺς Ἕλληνας ἔφραζον, εἰ συσταῖεν Ἀθηναῖοι </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="143"><p> μετὰ τῶν βαρβάρων. ὥστε καὶ ἐξ ὧν οὐκ ἔπαθον οἱ Ἕλληνες καὶ ἐξ ὧν ἔμελλον πείσεσθαι καὶ οἷς ἐποίησεν ἡ πόλις καὶ οἷς οὐκ ἐποίησε μόνη φέρεται τὴν τοῦ παντὸς κρίσιν· ἔτι πρὸς τούτοις τῇ τοῦ στρατηγοῦ συντελείᾳ, τῷ πλήθει τῶν τριήρων, τῷ κατάρξαι τῶν ναυμαχιῶν, τῷ τοὺς τόπους εὑρεῖν, τῷ τοὺς Ἕλληνας κατασχεῖν, τῷ πρώτην νικῆσαι καὶ τὴν μεγίστην τοῦ ναυτικοῦ μοῖραν, τῷ πλεῖστον διαφθεῖραι, τοῖς ἀπʼ Ἐλευσῖνος φάσμασι, τοῖς ἐν Ψυτταλίᾳ περιττοῖς, τῇ παρὰ τῶν ἐχθρῶν· οἱ μὲν γὰρ τὰ ἀριστεῖα ἔδοσαν τῇ πόλει καὶ ταῦτα ἡγεῖσθαι ἐφʼ ὧν ἦν, ὁ δὲ ἐκείνων βασιλεὺς φεύγων ᾤχετο· ὥστε καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων καὶ φίλων καὶ πολεμίων τῇ πόλει δεδόσθαι τὰς ψήφους. καὶ ταύτῃ αὖ διχόθεν ταῦτα <pb xml:id="v.1.p.232"/>  συμβαίνει, τὰ μὲν ἐξ ὧν κοινῇ προὐκρίθη καὶ κατέπραξε, τὰ δʼ ἐξ ὧν διὰ τοῦ στρατηγοῦ. καὶ τὰ μὲν αὖ τοῦ βασιλέως οὕτως εἶχε· Μαρδόνιος δὲ ὑπελείπετο μὲν θανατῶν, συνειδὼς ἑαυτῷ μέρος τι τῆς στρατείας αἴτιος γεγονὼς, τῆς δʼ αὐτῆς μονῆς καὶ τύχης ἔγνω τι καὶ τολμήσας καὶ λαβὼν παρὰ τοῦ βασιλέως τὰ κράτιστα τοῦ πεζοῦ προσεκάθητο. οὐ μὴν οὐδὲ πρὸς ταῦτα ἑτέρων ἐδέησε τοῖς Ἕλλησιν, ἀλλʼ ὥσπερ ἄλλο τι λοιπὸν καὶ τοῦτο προσεξειργάσατο ἡ πόλις καὶ διεξῆλθε μέχρι τῆς τελευτῆς, ὥσπερ οἱ τοὺς στεφάνους συνειρόντες. οἱ μὲν οὖν ἄλλοι τῇ μετουσίᾳ τῆς μάχης σεμνύνονται, ὅσοι δὴ καὶ παρεγένοντο, καὶ ταῦτα οὐδένες αὐτῶν ἐγγὺς τῆς πόλεως οὔτε πλήθει στρατοπέδου οὔτε προθυμίᾳ γενόμενοι, ἡ δὲ ὑμετέρα πόλις πολλῷ πρότερον τῆς μάχης ἐνίκησεν αὖθις καὶ Μαρδόνιον καὶ βασιλέα ὡς ἀληθῶς ἰδίαν νίκην ἑαυτῆς καὶ μόνοις τοῖς Ἀθηναίοις προσήκουσαν. ὡς γὰρ πρὸς αὐτὴν ἑώρα πᾶν τὸ Ἑλληνικὸν καὶ παρʼ ἀμφοτέρων ἔγνωστο καλῶς οὗ τῶν πραγμάτων ἐστὶ τὰ κύρια, καὶ παρὰ τῶν Ἑλλήνων <pb xml:id="v.1.p.233"/>  λέγω καὶ παρὰ τῶν βαρβάρων, ἐνθύμιον βασιλεῖ καὶ Μαρδονίῳ γίγνεται· ὃ καὶ φρόνιμον καὶ εὔηθες ἔξεστι </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="144"><p>προσεπεῖν. ἦν μέν γε τὸ πάντων κράτιστον περιφανῶς, εἰ προὐχώρησε. τοῦτο δὲ ἦν παντὸς μᾶλλον ἀδύνατον. τί δὲ τοῦτο ἦν; ἐσκέψαντο μεταστῆσαι πρὸς αὑτοὺς τὴν πόλιν καὶ ψιλῶσαι τὸ Ἑλληνικὸν αὐτῆς, οὐ μόνον τὰ παρελθόντα συνειδότες, ἀλλὰ καὶ τὰ παρόντα ὁρῶντες ὡς διʼ ἐκείνων ἤγετο· πρὸς δὲ τούτοις καὶ τῶν ἐκ Δελφῶν λογίων, ὡς λέγεται, διαρρήδην μαρτυρούντων, εἰ γένοιντο Ἀθηναῖοι μετὰ τούτων, οἰχήσεσθαι τοῖς Ἕλλησι τὰ πράγματα. ἐδόκει δὴ τῷ βασιλεῖ καὶ τὸν φόβον ὠνουμένῳ καὶ τὸ κέρδος ἐνθυμουμένῳ πειρᾶσθαι τῆς πόλεως· καὶ πέμπει δὴ κήρυκας τἀναντία τοῖς πρόσθεν λέγοντας. ἀντὶ γὰρ ὧν ᾔτει πρότερον γῆς καὶ ὕδατος, ταῦτα ἐδίδου τότε, οὐκ ἀπὸ ἴσου τοῦ μέτρου, ἀλλὰ τοῦτο μὲν τὴν πόλιν καὶ τὴν χώραν αὐτοῖς ἀπεδίδου πᾶσαν, τοῦτο δὲ τὴν λοιπὴν Ἑλλάδα δωρεὰν προσετίθει. χωρὶς δὲ τούτων ἐπῆν χρήματα ὑπὲρ πάνθʼ ὅσʼ ἐν Ἕλλησι καὶ φίλους καὶ συμμάχους εἶναι βεβαίως· ἐξ ὧν ὅτι καὶ μόνους ἐδεδίει καὶ μόνοις ἐθάρρει μᾶλλον ἢ πᾶσιν οἷς εἶχεν, εἰ πείσειεν, ἐμαρτύρει. καὶ τὸ μὲν κεφάλαιον τῆς πρεσβείας τοιοῦτον ἦν. ἐκηρύκευε δὲ Ἀλέξανδρος βασιλεὺς Μακεδονίας. οἱ δὲ τοσοῦτον ἀπέσχον τοῦ θαυμάσαι τὰς ἐπαγγελίας, ἢ καὶ σύμπαντα ἃ κέκτηται διδόντα ἄξια σφῶν εἶναι νομίσαι, ὥστε ἔσωσε τὸν πρεσβευτὴν τὸ σχῆμα τῆς προξενίας. οὐ μὴν οὐδὲ <pb xml:id="v.1.p.234"/> οὕτως ἀδεᾶ καθάπαξ ἀπέστειλαν, ἀλλʼ εἰ μὴ πρὸ ἡλίου δύνοντος ἐκτὸς ὅρων εἴη, καὶ τοῦ λοιποῦ προειπόντες ἄλλο τι τοῖς Ἀθηναίοις μᾶλλον προξενεῖν, ὡς οὐκ ἄνευ θανάτου τοιαῦτα πρεσβεύσοντα· καὶ ἅμα ἀγωγοὶ διὰ τῆς χώρας αὐτὸν ἦγον, ὅπως μήτε τις ἅψηται μήτε τῳ διαλέξηται. ταύτην ἐγὼ τὴν ἀπόκρισιν τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῶν τροπαίων οὐχ ἧττον ἀξίαν ἡγοῦμαι θαυμάσαι οὐδὲ ἐλάττω φιλοτιμίαν παρέχειν οὔτε τοῖς δοῦσιν οὔτε τῷ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="145"><p>πείσαντι. εἰς μὲν γὰρ ἐκεῖνα ὅπλοις καὶ τριήρεσι καὶ ὀργάνοις ἔδει προσχρήσασθαι, ἐνταῦθα δὲ τοῖς σφετέροις αὐτῶν καθαρῶς ἐχρήσαντο, γνώμῃ καὶ λόγῳ.</p><p rend="align(indent)">τίνες οὖν ἀρετῆς ἀγωνισταὶ καλλίους, ἢ τίνες τῶν πώποτε διαρκέστερον τὴν ἐπίδειξιν αὐτῆς ἐποιήσαντο; οἳ καὶ χρυσῷ καὶ ἀργύρῳ καὶ σιδήρῳ καὶ τοῖς πᾶσιν ἀήττητοι διεγένοντο καὶ πάντα ἀπέφηναν ὁμοίως ἄχρηστα τῷ βασιλεῖ ὥσπερ ἂν εἰ ἐκρύπτετο ὑπὸ γῆς ἔτι, πενίαν μὲν ἀντὶ πλούτου τιμήσαντες, κινδύνους δʼ ἀντʼ ἀσφαλείας ἑλόμενοι, δικαιοσύνην δʼ ἀντὶ τῆς βασιλέως τοσαύτης φιλανθρωπίας. καὶ οὐ πρὸς μὲν τὰς βαρβαρικὰς ὑποσχέσεις οὕτως ἐχθρῶς καὶ παρατεταγμένως εἶχον, πρὸς δὲ τὰς Ἑλληνικὰς, εἰ προσείη σχῆμα χρείας, ὑποπεπτωκότως, ἢ <pb xml:id="v.1.p.235"/>  ὡς ἐπὶ πλεῖον ἀκοῦσαι λόγου. ἀλλὰ ἐλθόντων Λακεδαιμονίων περιφόβων καὶ δεομένων ἐναντία τῇ τοῦ βασιλέως πρεσβείᾳ καὶ τοὺς παῖδας καὶ πρεσβύτας καὶ γυναῖκας αὐτοῖς θρέψειν ὑπισχνουμένων, ἕως ἂν ὁ πόλεμος ᾖ, συνέγνωσαν μᾶλλον ἢ ἀπεδέξαντο, τῷ μὲν φόβῳ χρηστοὺς νομίζοντες, οἷς δʼ ἐπηγγέλλοντο ἀπείρους ἔτι τῶν Ἀθηναίων· καὶ τὴν μεγαλοψυχίαν οὐχ ἧττον ἔδειξαν τῷ τὴν ὀργὴν κατασχεῖν ἢ τῷ τὰς ἐπαγγελίας διώσασθαι· εὖ γὰρ ποιεῖν, οὐκ εὖ πάσχειν πεφυκότες ᾔδεσαν καὶ μισθὸν ὀφείλειν αὐτοὺς τοῖς εὖ ποιοῦσι τὸ Ἑλληνικὸν, ἀλλʼ οὐχ αὑτοὺς δεῖν παρʼ ἑτέρων μισθὸν τῆς ἀρετῆς λαμβάνειν, οὐδʼ ἐπὶ κέρδει φιλεῖν τοὺς δόντας αὑτοὺς, οὐδέν γε μᾶλλον ἢ τοὺς παῖδας καὶ γονέας ἐπὶ κέρδει φιλεῖν, ἀλλὰ καὶ μετὰ τῶν ἀναλωμάτων σώζειν, ὥσπερ εἰκὸς τοὺς ὡς ὑπὲρ οἰκείων ταῖς γνώμαις διακειμένους. καὶ τοῦτο μὲν τοσοῦτον καὶ τηλικοῦτον ἔργον εἰς ἀρετῆς λόγον ἐν τοῖς τοῦ πολέμου καιροῖς ἐξέλαμψε, μέσον τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῆς <pb xml:id="v.1.p.236"/>  Πλαταιᾶσι μάχης. ἔδειξαν δʼ αὖ κἀκ τούτων χωρὶς ὧν καὶ πρόσθεν διεξῄειν καὶ βασιλεὺς καὶ οἱ Ἕλληνες ἐξ ἁπάντων τοῖς Ἀθηναίοις τιθέμενοι ὁ μὲν διὰ Μαρδονίου καλῶν ἐπὶ τούτοις, οἱ δὲ μὴ ποιεῖν ταῦτα διὰ </p></div></div></body></text></TEI>