εἰς ἄπορον καὶ ὑπερφυὲς αἴνιγμα συνηλάθη. ἀλλʼ ὥσπερ τῶν ποιητῶν φασί τινες τὸν Ἀλέξανδρον τῆς Ἑλένης τὸ εἴδωλον λαβεῖν, αὐτὴν δὲ οὐ δυνηθῆναι, οὕτω καὶ Ξέρξης τῆς πόλεως τοὔδαφος εἶχεν, αὐτὴν δὲ οὐχ εὗρε, πλήν γε δὴ καλῶς εὗρεν ἐπʼ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι, καὶ τὴν θέαν οὐκ ἤνεγκεν, ὥσπερ τινὸς ἐν μύθῳ Γοργόνος, ἀλλʼ ἐκπλαγεὶς ἔδεισεν οὐ μόνον περὶ τῶν λοιπῶν, ἀλλὰ καὶ περὶ τοῦ σώματος, πάντα τὸν ἔμπροσθεν χρόνον ἀήθης ὢν τούτου καὶ τῷ φοβεῖν συνεζηκώς. ὅπερ δὲ καὶ πρὶν ἅπτεσθαι τῶν λόγων τούτων προειρήκειν, ὅτι ἄμφω τὼ γένη τῆς πόλεως ἡττᾶτο λαμπρῶς, τό τε Ἑλληνικὸν καὶ τὸ βαρβαρικὸν, τὸ μὲν ἁπάντων ἀποτυχὸν, τὸ δὲ οὐδʼ ἐγγὺς γενόμενον, καὶ πάλιν ὃ μικρῷ πρόσθεν ἔφην, ὅτι μᾶλλον αἰσχυνομένη συνῆγε τοὺς Ἕλληνας ἢ δεομένη, νῦν τοῦτο ἄξιον εἰπεῖν καὶ πάρεστι διὰ τῶν πραγμάτων καταμαθεῖν. φανεῖται γὰρ πανταχῆ σκοπουμένῳ τοσοῦτον ὑπερβαλλομένη ὥστε μὴ πρώτη τῶν Ἑλληνίδων μηδὲ μάλιστα αἰτία τῆς ἐλευθερίας μᾶλλον ἢ μόνη δικαίως ἂν ἀκοῦσαι πάντα κατειργασμένη. πρῶτον μὲν γὰρ ἐκεῖνο πάντες ἂν συμφαῖεν ὅτι τοῖς τοσοῦτον λειπομένοις καὶ ναυσὶ καὶ ὅπλοις καὶ σώμασι καὶ χρήμασι καὶ πάσῃ τῇ τοῦ πολέμου παρασκευῇ ἓν μόνον ἀντίρροπον κατελείπετο καὶ ὡς ἀληθῶς Ἑλληνικὸν, τὸ βουλεύεσθαι καλῶς, ἢ χρῆναι ἀτίμως συμπατηθῆναι, καθάπερ τὰ μικρὸν τῆς γῆς ὑπερέχοντα. μὴ γὰρ ὅτι εἰς ἀντιπάλων μέρος ἐξήρκουν, ἀλλʼ ἐν προσθήκῃ τῷ βασιλεῖ γενομένων οὐκ ἂν ἦν τὸ ἐπίδηλον. τούτου δʼ οὕτω κειμένου καὶ πάντων ἂν ταύτῃ [κατὰ ταὐτὸ ψηφιζομένων ἢ] θεμένων καὶ σοφῶν καὶ πολλῶν οὐκ ἔστιν ἀντειπεῖν ὡς οὐχ ἥδʼ ἐστὶν ἡ παρασχομένη τὸν βουλευσάμενον καὶ περὶ αὐτῶν καὶ περὶ τῶν ἄλλων ἃ σώσειν ἔμελλεν. ὃ δὲ τούτου τʼ ἐξήρτηται καὶ καθʼ αὑτὸ διαρκῆ τὴν ἐπίδειξιν ἔχει πάλιν σκεψώμεθα. οὐδεὶς γὰρ οὕτω σκαιός ἐστιν οὐδὲ τἀναντία τοῖς φανεροῖς φρονῶν ὅστις οὐ συμφήσει ὡς εἰς τὰς ναῦς ἧκε τότε τοῖς Ἕλλησι τὰ πράγματα, οὐδʼ ὡς τοῦτο ἄριστον ἦν τῆς γνώμης· οἱ μὲν γὰρ εἰς Πύλας ἐξελθόντες καὶ τάξαντες ἑαυτοὺς ἐπὶ τὰς παρόδους οἱ μὲν ὥσπερ νεφέλην προσιοῦσαν οὐκ ἤνεγκαν, ἀλλʼ αἰσχρῶς τὴν ἐπίνοιαν διέφθειραν, δραπετεύειν ἀναγκασθέντες καὶ σώζειν ἑαυτοὺς χωρὶς ἕκαστοι μελλόντων ἔτι τῶν δεινῶν· οὕτως ἀνομοίως τὴν Μαραθῶνι μάχην ἐμιμήσαντο· οἱ δὲ ὑπολειφθέντες οὐκ ἠδυνήθησαν ταυτὸν τοῖς Μαραθῶνι διαπράξασθαι, ἀλλʼ εὐθύς τʼ ἔμειναν ὡς πεισόμενοι μᾶλλον ἢ δράσοντες καὶ καταχωσθέντες ἀπώλοντο, ἑνὶ τούτῳ κοσμήσαντες τὴν Ἑλλάδα, τῷ καλῶς ἀποθανεῖν, καὶ τοσοῦτον ἐπιδειξάμενοι μόνον· οἱ δʼ ὥσπερ χειμάρρους ἐχώρουν διὰ πάντων ἤδη δεχομένων. καίτοι τοῦτο δυοῖν ἐστι σημεῖον, τοῦ μήτʼ ἐν τῇ γῇ φανῆναί τινας τῶν Ἑλλήνων ὁμοίους τῇ πόλει καὶ οἷς ἐκεῖνοι πρότερον κατέπραξαν, μᾶλλον δὲ τοῦ μηδὲ σύμπαντας ὁμοίους καὶ τοῦ τὰ ἐν τῇ θαλάττῃ μόνα τότε τοῖς Ἕλλησι λειφθῆναι· οὕτω δʼ αὖ τούτου σαφοῦς ὄντος καὶ διπλῆν γενέσθαι τὴν γνώμην οὐδενὶ λείποντος τοσοῦτον διήνεγκεν ἡ πόλις ἐν τούτοις ὥστε κἂν αἰσχυνθῆναί τινα ὑπὲρ τῆς λοιπῆς Ἑλλάδος. πρῶτον μέν γε τῷ πλήθει τῶν τριήρων οὕτω λαμπρῶς ὑπερῆρεν ὥστε, εἴ τις χωρὶς ἀφέλοι τὸ τῆς πόλεως ἀξίωμα καὶ τὴν δύναμιν πρός γε τὸν συλλεχθέντα τοῦ ναυτικοῦ ἀριθμὸν, ἐξεῖναι τὰς μὲν τῆς πόλεως ναῦς νομίσαι τὰς ἁπάντων εἶναι, τὰς δὲ κοινὰς ἁπάντων μιᾶς τινος τῶν ἐν τοῖς Ἕλλησι πόλεως. ὥστʼ εἴ τις θεῶν ἤρετο τοὺς Ἕλληνας τότʼ εἰ μὴ δέοι πάσας ἀγωνίσασθαι μηδʼ ἐξείη, πότερον τὰς ἁπάντων τῶν ἄλλων παρούσας δέξαιντο ἂν μᾶλλον ἢ τὰς Ἀθήνηθεν μόνας, οὐχ αἵρεσιν εἶναι πάντες ἂν εἶπον, ἀλλʼ Ἀθηναίους ὑπὲρ σφῶν ἀγωνίζεσθαι λείπεσθαι. κἂν εἰ πάλιν αὐτὸς ὁ θεὸς αὐτοὺς ἐπανήρετο, οὐκοῦν ὁμολογεῖτʼ Ἀθηναίοις γε θαρρεῖν ὑπὲρ αὑτῶν μᾶλλον ἢ ὑμῖν αὐτοῖς, ἄρνησις οὐκ ἦν δήπουθεν. οὐ γὰρ μέρος εἰς τὸ κοινὸν εἰσήνεγκαν, ἀλλʼ ἡ παρὰ πάντων συντέλεια μέρος τῶν ἰδίων τῆς πόλεως ἐγένετο. ἀλλὰ μὴν τήν γε εὐψυχίαν καὶ τόλμαν τοσαύτην συνεισήνεγκαν ὥστε μικρὸν εἶναι τὸ ταῖς ναυσὶ τοσοῦτον ὑπερέχειν. μόνοι μὲν γὰρ ἁπάντων ἀνθρώπων ὑπέμειναν τὴν ἑαυτῶν ἐκλιπεῖν ὑπὲρ τοῦ μὴ τὴν τῶν ἄλλων ἁπάντων ἀνάστατον γενομένην ἐπιδεῖν, μόνοι δὲ οὐχ ὑπὸ πολεμίων τοῦτο παθόντες, ὑπὸ σφῶν αὐτῶν ἐξῳκίσθησαν ὑπὲρ νίκης, οὐ κατὰ συμφορὰν ὑφʼ ἑτέρων, ἀλλʼ ἃ τοῖς ἄλλοις πέρας εἶναι δοκεῖ τῶν ἐν τοῖς πολέμοις ἀτυχημάτων, ταῦτʼ εἰς ἀρετὴν ἔτρεψαν καὶ παρείλοντο Ξέρξην τὰς ἐλπίδας τὸ καθʼ αὑτοὺς, ἐνδειξάμενοι τοῦθʼ, ὅτι κἂν μυριάκις κατάσχῃ τὴν χώραν, κἂν τὰς ἑστίας διερευνήσηται, κἂν ἐκ βάθρων ἅπαντα ἀνασπάσῃ, οὐδὲν μᾶλλον τὸ τῶν Ἀθηναίων ἀξίωμα καθαιρήσει οὐδὲ ἀφαιρήσεται σφᾶς τό γʼ Ἀθηναίους εἶναι, ἀλλʼ ἀπέραντα πονεῖ καὶ τοῖς ἐν Ἅιδου καταδίκοις προσόμοια. καίτοι τίς προθυμία λαμπροτέρα, τίς εὐψυχία φανερωτέρα τίνων Ἑλλήνων ἢ καθάπαξ εἰπεῖν ἀνθρώπων ἐξετάζοντι φανήσεται; οἳ τῆς γῆς ἐξέστησαν ὑπὲρ τοῦ μήτʼ ἐν γῇ μήτʼ ἐν θαλάττῃ δουλεῦσαι, τὸ μὲν τηρεῖν τὰ ὑπάρχοντα δουλείας ἀρχὴν νομίσαντες εἶναι, τὴν δὲ τῶν ὄντων στέρησιν ἀφορμὴν τῶν μελλόντων ἀγαθῶν ποιησάμενοι, καὶ τοὺς ἔχοντας τὰ ἑαυτῶν ἔσωζον ἀφʼ ὧν αὐτοὶ προεῖντο τὴν αὑτῶν. ἡ μὲν δὴ πρὸ τῶν κινδύνων τε καὶ πρὸς τοὺς κινδύνους προθυμία τοσαύτη καὶ οὕτως ἄλογος ὡς εἰπεῖν, ἢ τό γε ἀληθέστερον εἰπεῖν, οὕτως εὔλογος· ἡ δὲ παρʼ αὐτὸν τὸν ἀγῶνα καὶ κίνδυνον οὕτω περιφανὴς ὥστε μόνους ἔξεστιν εἰπεῖν ἐπὶ σφῶν αὐτῶν νικῆσαι· πρῶτοι γὰρ ἐποίησαν τὴν τροπήν. βούλομαι δὲ ἐπαναχωρήσας ἔτι μικρὰ πρὸ τῆς ναυμαχίας προειπεῖν. οἱ μὲν γὰρ ἄλλοι πάντες τὸ τῶν νεῶν πλῆθος καὶ τὴν προθυμίαν τῆς πόλεως καὶ τὰς πράξεις ἐγκωμιάζουσιν, ἐγὼ δὲ, εἰ καὶ παράδοξον εἰπεῖν, ἕν τι φημὶ πάντας αὐτοὺς παραλιπεῖν, οὐδενὸς ἧττον τούτων ἄξιον ἰδεῖν καὶ θαυμάσαι, ὃ νῦν αὐτὸς εἰς μέσον θήσω, τἀληθὲς οὐκ αἰσχυνθείς· ὡς ὅστις αἰσχύνῃ τοῦτο παρέρχεται καὶ διʼ εὔνοιαν τὴν πρὸς τὴν πόλιν παραπλήσιον ποιεῖ ὥσπερ ἂν εἰ τὴν ναυμαχίαν παρέρχοιτο διʼ εὔνοιαν τὴν πρὸς τὴν πόλιν. ἀμφοτέρας γὰρ τὰς νίκας ἀνείλοντο σαφέστατα ἀνθρώπων οἱ τότε, πάλαι τε δὴ τὰς Ἀθήνας οἰκοῦντες καὶ ἔτι κάλλιον κομισάμενοι· τοὺς μὲν γὰρ ἐχθροὺς τοῖς ὅπλοις, τῇ δʼ ἐπιεικείᾳ τοὺς φίλους ἐνίκησαν. τὸ γὰρ τοσαύτην μὲν προθυμίαν παρεχομένους ὑπὲρ τῆς ἁπάντων σωτηρίας, τοσαύτην δὲ εἰσφορὰν εἰσενεγκόντας τῇ κοινῇ χρείᾳ, πάντα δὲ αὐτοὺς ὄντας, καὶ τῶν μὲν πραγμάτων εἰς τὴν θάλατταν καὶ τὰς ναῦς, τῶν δʼ ἐν ταῖς ναυσὶν εἰς τὴν πόλιν ἀνακειμένων, τῶν δʼ ἄλλων, ὥσπερ χειμῶνος ὥρᾳ, καταφευγόντων πρὸς τὴν ἐκείνων δύναμιν καὶ ἐπὶ τῆς ἐκείνων ἀρετῆς τε καὶ τύχης ὁρμούντων, καὶ μηδʼ ἂν αὐτῶν, ὅπερ εἶπον, ἐξάρνων γιγνομένων ὡς οὐχ οὕτως ταῦτʼ ἔχει, τοσοῦτον πραότητος καὶ μεγαλοψυχίας προσθεῖναι ὥσθʼ ἑτέροις ἡγεῖσθαι συγχωρῆσαι τὴν ἐπὶ σχήματος ἡγεμονίαν, καὶ μὴ φιλονεικῆσαι, μηδὲ ἃ κἂν οἱ νωθρότατοι τὴν φύσιν εἶπον, κἂν ὑπὲρ αὐτῶν ἕτεροι μηδὲν μήτε φθέγξασθαι μήτε μελλῆσαι μήθʼ ὅλως φωνὴν ἔχουσιν ἐοικότας ὀφθῆναι τούτων ἕνεκα, πῶς οὐ πᾶσαν ἤδη σοφίαν παρʼ ἐκείνοις οὖσαν ὡς ἀληθῶς ἀποφαίνει καὶ πάντων ἄνδρας ἀρίστους ἐκείνους καὶ κατὰ ἔθνη καὶ καθʼ ἕνα καὶ ὁπωσοῦν ἐξετάζοντι; εἰ γὰρ τότʼ ἐκεῖνοι δυσχεράναντες τὴν τοιαύτην ἀγνωμοσύνην ἐκποδὼν ἔστησαν, ἢ πρὸς φιλονεικίαν ἐχώρησαν, τίς μηχανὴ σωτηρίας, ἢ ποῖον ὄναρ χρηστὸν κατελείπετο τοῖς ἄλλοις, ἢ τίς τῶν εἴτε πλεόνων εἴτε ἐλαττόνων νεῶν ὑπῆρξεν ἂν εἰς τὸ δέον τοῖς Ἕλλησιν ἔτι; φέρε γὰρ πρὸς θεῶν, ἵνα μικρὸν προσδιατρίψωμεν τῷ λόγῳ καὶ τὸ ἦθος αὐτῶν καὶ πᾶν ὃ λέγω σαφέστερον κατίδῃ τις, εἰ τὴν ἡγεμονίαν αὐτοὶ τότε τοὺς Ἕλληνας ᾔτησαν, λέγοντες ὡς, ἂν μὲν κρατηθῶσι τῇ ναυμαχίᾳ, οὐκ ἔσονται κύριοι σφίσιν αἱρεῖσθαι τοὺς ἡγεμόνας οὐδὲ ὑπὲρ τῶν ἐν αὐτοῖς ἡγησομένων ὁ βάρβαρος αὐτοῖς εἶναι ποιήσει τὸν λόγον, ἀλλʼ ἀκολουθεῖν αἰσχρῶς ἐκείνῳ δεήσει καὶ δούλους καὶ ἀναρπάστους γενέσθαι, ἴσως δὲ οὐδʼ ἀκολουθεῖν, ἀλλʼ ἀφανισθέντας τρόπον ὅντινα ἐκείνῳ δόξειεν ἀπελθεῖν ἐξ ἀνθρώπων αὐτοῖς ἱεροῖς καὶ ὅπλοις καὶ νόμοις· λέγοντες δʼ ὅτι ταῦθʼ ἡμεῖς προορώμενοι τὴν πόλιν εἰς τὰς τριήρεις πᾶσαν μετεσκευάσαμεν, καὶ εἴτε δεῖ τὰ μέγιστα τετολμηκέναι, ἐκλέλειπται τὰ κοινὰ τῆς ἀνθρωπείας φύσεως ἡμῖν ὑπὲρ ὑμῶν, εἴτε παρασκευῆς οὕτως ἔχειν, ὡς ἀβίωτον ὂν ἡττηθεῖσιν, ἡμεῖς τοῦτο διανενοήμεθα· καὶ μόνοις ἡμῖν ἀναγκαῖόν ἐστι τὸ νικᾶν· ὥστʼ εἴτε τι νίκης δεῖσθε, τοσοῦτον ἡμῖν προκέκοπται, εἴτε καὶ τὴν συντέλειαν δεῖ σκοπεῖν, δύο τοῦ παντὸς μέρη μόνοι πληροῦμεν, οὗτοι δʼ εἰκοστὸν τοῦ παρʼ ἡμῶν· εἰ ταῦτʼ ἔλεγον καὶ κεφάλαια προσετίθεσαν, ὅτι εἰ μὲν δέχεσθε ἐπὶ τούτοις· εἰ δὲ μὴ, σκοπεῖτε μὴ οὐχ ἡμᾶς μειζόνων ἢ ὑμᾶς αὐτοὺς ἀποστερήσετε· εἰ δὲ δὴ καὶ προσέθηκαν, ἐῶ γὰρ τὸν ἡγούμενον, ὃς τοσοῦτον ἁπάντων ὑπερεῖχεν ὥσθʼ εἷς ἀντὶ πάντων ἦν, ὃς μόνος καὶ τόπους καὶ καιροὺς καὶ τὰ τῶν βαρβάρων ἀπόρρητα καὶ τὰ μέλλοντα ὥσπερ μάντις ἐξηγεῖτο· ἀλλʼ εἰ προσέθηκαν ἐκεῖνο μόνον τῇ προκλήσει, ὅτι, εἰ δʼ ἄρʼ ἄλλως ἐγνώκατε ὑμεῖς, ἡμῖν δʼ ἕτερος δώσει τὴν ὑμετέραν ἡγεμονίαν ἄσμενος καὶ προσθήσει χρήματα Μηδικὰ καὶ δωρεὰς, πρὸς ταῦθʼ αἱρεῖσθε ὁπότερα βούλεσθε, ἆρʼ ἢ τῷ δικαίῳ λόγους οὐχὶ συμβαίνοντας, ἢ ταῖς παρούσαις ἀνάγκαις οἵους ἐγχωρεῖ παριδεῖν, εἶπον ἂν, εἰ τούτοις