ἄλλοις Ἕλλησι τὴν πόλιν, καὶ νομίζειν τὸν Ἀθηναίων δῆμον ὥσπερ ἐλευθέριον τοῖς Ἕλλησιν εἶναι. δοκεῖ δέ μοι συγκληρωθῆναι τῇ τύχῃ τῆς πόλεως ἡ μάχη καὶ μηδένων ἄλλων εἶναι κατὰ γένος ἢ τῶν Ἀθηναίων. ἐκείνη γὰρ, εἰ καὶ νεανικώτερον εἰπεῖν, ὥσπερ μητρόπολις καὶ ἀφορμὴ τῶν ὕστερον πάντων ἐγένετο τοῖς Ἕλλησιν, οὐ μόνον τῶν ἐν τοῖς πολέμοις ἀγώνων ἀντὶ κρηπῖδος ἢ παραδείγματος προτελεσθεῖσα, ἀλλὰ καὶ πάντων ἐπιτηδευμάτων καὶ βίου καὶ προαιρέσεως καὶ, τὸ σύμπαν εἰπεῖν, τοῦ τῶν Ἑλλήνων σπέρματος. καὶ εἰ μὴ τότε ἡ πόλις οὕτω διήνεγκεν, ἅπαντʼ ἂν ἔρρει καὶ σώματα καὶ πράξεις καὶ λόγοι καὶ τὰ κοινὰ τῆς φύσεως. οἱ μὲν οὖν πολλοὶ θαυμάζουσιν ὅσας μυριάδας τῶν βαρβάρων ἐνίκων, ἐμοὶ δὲ δοκοῦσιν ἅπαντας ἀνθρώπους, οὐ μόνον πρὸς οὓς ἠγωνίσαντο, ἐκεῖνοι νενικηκέναι, εἰ δεῖ παραιτησάμενον τὸν φθόνον εἰπεῖν, οὐ μόνον τῷ πᾶσι τοιούτων ἀγαθῶν αἴτιοι καταστῆναι, ἀλλὰ καὶ τῷ μηδένας ἐγγὺς εἶναι τοῖς ὑπάρχουσιν. ὥστʼ εἰ τὸ μὴ ἔχειν ἐξ ἴσου γενέσθαι τῶν ἡττόνων ἐστὶν, ἅπαντας νενικήκασιν. οἶμαι μὲν οὖν εἰ καὶ μόνα ταῦτα ἐκλέξας ἐπεπαύμην, ἔχειν ἂν πέρας ἀρκοῦν τὸν λόγον καὶ μηδὲν ἂν προσδεῖν τῇ πόλει φιλοτιμίας μηδʼ ἀρετῆς εἰς τὸ ὁμόφυλον. τὴν γὰρ πρώτην μὲν ἀνεῖσαν ἀνθρώπους, πρώτην δὲ βίου χρῆσιν εὑροῦσαν, θρέψασαν δʼ οὐ μόνον τοὺς ἐξ αὑτῆς, ἀλλὰ καὶ πάντας, δεξαμένην δὲ τοὺς ἐκπίπτοντας πρώτην τε καὶ πλείστους, ἑκάστους τε καὶ σύμπαντας, πλείστους δὲ αὖθις ἀποστείλασαν πανταχοῖ, πάλιν δʼ ἐν τοῖς ὑπὲρ σωτηρίας ἀγῶσιν ἀμφοτέρων προστᾶσαν, τῶν τʼ ἐν τῇ ὑπερορίᾳ καὶ τῶν ἐπὶ τῆς ἀρχαίας Ἑλλάδος, πῶς οὐ διὰ παντὸς ἂν εἴποι τις ἀφῖχθαι καὶ καθάπερ τοὺς δρομέας τὸ γιγνόμενον πεπληρωκέναι; ὥστε μηδεμίαν πρὸ ταύτης ἐγχωρεῖν ἐν τοῖς Ἕλλησι κηρύττεσθαι. πρὶν γὰρ ἄρχεσθαι τῶν ὁμοίων ἑτέρους, τοσοῦτον ἡ πόλις προεληλύθει. οὐ μὴν ἐῶσί γε ἀπελθεῖν αἱ πράξεις, ἀλλὰ καλοῦσι καὶ προσάγουσιν εἰς τὸ πρόσω τοῦ λόγου, καὶ τοσούτῳ μᾶλλον ὅσῳ ταῦτα ἀκριβέστερον ἐξήτασται. τοσαύτην γὰρ ὑπερβολὴν τοῖς ἐφεξῆς ἐποιήσατο ἡ πόλις ὥσθʼ ὑπερῆρεν αὑτὴν τοσοῦτον ὅσονπερ πρὸ τοῦ τοὺς ἄλλους. καὶ πρὶν τὰ πρῶτα ἀξίως τινὰ θαυμάσαι, ἐπέθηκε τὰ δεύτερα, ὥσπερ αὐτὴ πρὸς αὑτὴν ἁμιλλωμένη. γενομένου γὰρ τοῦ Μαραθῶνι τολμήματος καὶ τῶν βαρβάρων ἐλαθέντων ἐκ τῆς Ἑλλάδος ὥσπερ κονιορτοῦ, Δαρεῖος μὲν οὐκ εἶχεν ὅ τι χρήσεται, ἀλλʼ ὥσπερ ἐκ θεοῦ πληγεὶς ὑποπεπτώκει τῇ πόλει καὶ τοὺς αἰτίους τῆς διαβάσεως κατεμέμφετο, ὡς κακῶς προξενήσαντας αὐτῷ τοὺς Ἀθηναίους, καὶ τελευτᾷ δὴ, πρίν τι δεύτερον κακὸν αὑτὸν ἐξεργάσασθαι. ὁ δὲ πάντας βασιλέας παρενεγκὼν ταῖς ἐπινοίαις καὶ μηδὲν καταλιπὼν ἄτοπον νομίσαι, Ξέρξης ὁ Δαρείου, καταγνοὺς μὲν τοῦ πατρὸς ὡς ἐνδεῶς ἐπιχειρήσαντος, ὑπεριδὼν δὲ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ὡς οὐδαμοῦ φανησομένων, ἀγῶνα διπλοῦν ἀγωνίζεται, τὸν μὲν ὑπερβαλέσθαι, τὴν δὲ τιμωρήσασθαι, μετὰ πολλοῦ τοῦ κρείττονος. καὶ τοσοῦτον ὕβρισε τῇ ὑπερβολῇ ὥστʼ ἔγνω τὸν πρότερον στόλον ὡσπερεὶ παιδιὰν ἀποφῆναι. δοκεῖ δέ μοι καὶ πρὸς τὰς διοσημίας τότε Ξέρξης οὐ μόνον πρὸς τὸν πατέρα ἁμιλλήσασθαι καὶ πρὸς ἅπασαν ὄψιν τε καὶ ἀκοὴν ἀνθρώποις ἀνέλπιστον ὥσπερ ἐνδείξασθαι βουλόμενος ὅτι αὑτοῦ βεβαίως ἐστὶν ἡ γῆ. ποίαν γὰρ κυμάτων ἐπιρροὴν, ἢ τίνας σκηπτοὺς, ἢ τίνας σεισμοὺς, ἢ ποίαν νεφῶν ἢ χαλάζης ἐμβολὴν, ἢ ποίους ἀήθεις ἀστέρας οὐκ ἐλαφροτέρους ἐκεῖνός γε ἀπέδειξεν; ἢ ποίους φόβους ἐγγείους ἢ θαλαττίους οὐχὶ συνέστειλε τοῖς παρʼ αὑτοῦ; οὗ τὰς ἀπειλὰς πρῶτον οὐκ ἦν ἑστῶσι τοῖς ὠσὶν ἀκοῦσαι, ἀλλʼ ἀπῆγον εἰς ἔσχατα γῆς, καὶ προὔλεγον ἃ μηδενὸς ἦν εὑρεῖν πλὴν ἐκείνου μόνου. αἰτεῖν μὲν γὰρ ἔφασκεν οὐδὲν τῶν ἀλλοτρίων, ἀλλʼ ἀπαρχὰς γῆς καὶ ὕδατος· πάντων δʼ εἶναι τούτων κύριος. τῆς δʼ ἀγνωμοσύνης τῆς Μαραθῶνι λύσιν μίαν εἶναι καὶ παραίτησιν, εἰ ταῦτα συγχωρήσαιεν καὶ μετὰ τῶν ἄλλων ἀνθρώπων γένοιντο καὶ τὸν κοινὸν δεσπότην γνοῖεν· εἰ δὲ μὴ, διδάξειν αὐτοὺς καλῶς μετὰ τῶν προπατόρων θεῶν· οὕτω γὰρ θεοῖς τε καὶ Ξέρξῃ δοκεῖν ὑπὲρ τῶν Ξέρξου πραγμάτων· ἥξειν γὰρ ἄγων ἅπαντα, ναῦς μὲν ὅσας ἡ Ἑλληνικὴ θάλαττα οὐχ ὑποδέξεται, ἵππῳ δὲ καὶ πεζοῖς ἀποκρύψειν τὴν Ἀττικὴν, καὶ τὴν πόλιν ἱππόκροτον καταστήσειν, ἱερά τε συμφλέξειν καὶ θήκας ἀναρρήξειν καὶ μετασκευάσειν ἅπαντα. ἔτι δὲ Ἀτλαντικοῦ πελάγους κληρουχίας ἀτίμους ἠπείλει καὶ γῆς ποίησιν ἔξω τῆς οἰκουμένης, ἣν ἀναγκάσειν ἠκρωτηριασμένους προχοῦν εἰς τὸ πέλαγος, ὕδωρ μὲν ἀντλοῦντας, πέτρας δὲ ὀρύττοντας, τοσαῦτʼ ἔχοντας τοῦ σώματος ὅσα τοῖς ἔργοις ἀρκέσει. καὶ οὐκ ἠπείλει μὲν οὕτως ἀήθη καὶ ὑπερόρια καὶ φόβου μείζω, ἐτελεύτησε δʼ ἐνταῦθα, ἀλλʼ ἀπέκρυψε τοῖς ἔργοις τὰς ἀπειλὰς, ἄνευ γε τοῦ τι δυνηθῆναι, λέγω δὴ χρήσασθαι τῇ πόλει. τίνα γὰρ μεσόγειαν ἢ ποίαν Ἀτλαντικὴν ῥαχίαν οὐκ ἔσεισεν; ἢ ποῖον κόλπον ὧν ἴσασιν ἄνθρωποι, λέγω τῶν εἰσεχόντων ἀπὸ τῆς ἔξω θαλάττης, παρῆκεν ἀσύμβολον; οὐ τὸν εἰς Φᾶσιν, οὐ τὸν ἄνω τὸν Περσικὸν, οὐκ ἐρυθρὰν θάλατταν, οὐχ Ὑρκανίαν, οὐ πάντας συνήγαγεν; οὐ διηρευνήσατο πάντας τῆς γῆς τοὺς μυχοὺς ἀκριβέστερον ἢ Δᾶτις τὴν Ἐρετρικήν; οὐκ ἐσχατιαῖς γῆς καὶ θαλάττης τὸν στόλον ὡρίσατο, ὥσπερ σαγηνεύων τὴν ἀρχὴν τὴν αὐτὸς αὑτοῦ; ποῖον δὲ τότε φάσμα οὐκ ἐκινήθη; ἢ τί τῶν ὄντων οὐχ ὑπερώφθη; ἢ τί τῶν οὐκ ὄντων οὐκ ἐγένετο; οὐχ οἱ πορθμοὶ τοσοῦτον αὐτῷ τῶν ποταμῶν διαφέρειν ἐδόκουν ὅσον οὐ παρέχειν πιεῖν ἐξ αὐτῶν; οἱ δʼ ἀέναοι ποταμοὶ τῶν χειμάρρων οὐδὲν ἀλλοιότερον διετέθησαν, μᾶλλον δὲ τοῖς χειμάρροις εἰς τοὐναντίον περιέστησαν· ὥσπερ γὰρ τὰ ἐκείνων ῥεύματα ἐκ Διὸς αὔξεται, οὕτως ὑπὸ Ξέρξῃ πάντα ἐπέλιπεν. ἐδέχετο δʼ αὐτὸν οὔτε γῆ οὔτε θάλαττα ἱκανῶς, καὶ ταῦτα εἶπε πρὸς τὴν ἐκείνου χρείαν καὶ μετέβαλλεν εἰς ἄλληλα. γῆ τε γὰρ ἡ μὲν ἐγίγνετο, ἡ δʼ ἀπώλλυτο, καὶ θάλαττα ὑπεχώρει καὶ πάλιν συνῄει τῷ βασιλεῖ· —καὶ νῦν ἐστι τῆς νέας θαλάττης ὅσος τῆς ἐκείνου διαβάσεως χρόνος καὶ ὁ Ἄθως ἀντὶ στήλης τῷ ἔργῳ λέλειπται· —ὡς δʼ εἰπεῖν πάντα κινουμένοις ἐῴκει καὶ μεθισταμένοις ὡς ἐκείνῳ δοκοίη. κάμηλοι δὲ χρυσοῦ καὶ ἀργύρου κατέλαμπον, ὅσον μήκιστόν ἐστιν ἀνύσαι, τοσοῦτον ἐπέχουσαι. εἰ δʼ ἐπιθυμήσειε σκιᾶς, δένδρον ἦν αὐτῷ χρυσοῦν ἡ σκιά. ὥστε νύκτωρ μὲν ἤστραπτεν ἀργύρῳ καὶ χρυσῷ, μεθʼ ἡμέραν δὲ νύκτα ἐπῆγεν ὁσαχοῦ τοξεῦσαι κελεύσειε. πολλοῖς δʼ ἦν ἀφανὴς ὧν ἦγεν οὗ γῆς εἴη τὰ νῦν. οὐδὲν δʼ ἦν ἔθνος τῶν κατὰ τὴν πορείαν μεῖζον ἢ κρύπτεσθαι. φιλονεικήσας δὲ μαθεῖν ὁ πάντα ἄτοπος βασιλεὺς ὁπόσους ἄγει, χρῆν γὰρ καὶ τοῦτο ἐκείνῳ γενέσθαι δυνατὸν, ἠναγκάσθη μετρῆσαι τρόπον δή τινα μᾶλλον ἢ ἀριθμῆσαι τὴν στρατιὰν, καὶ κατασκευασάμενος τεῖχος μυρίανδρον πρὸς μέτρον ἠρίθμει. καὶ ὁ μὲν οὕτω πάντα κινῶν ᾔει, τοσαῦτα προσλαμβάνων ὁπόσοις ἐντύχοι, καὶ κατεπτήχει καὶ ἔθνη καὶ πόλεις καὶ πάντα γένη καὶ Εὐρωπαῖα καὶ τὰ ἐπὶ τῆς Ἀσίας πάντα, καὶ πρὸς τὴν κίνησιν εἶκεν ὥσπερ τὰ κοῦφα σὺν πολλῷ τῷ φόβῳ. ἡ πόλις δʼ ἕτερα ἀντεπεδείκνυτο, οὐδʼ ἦν Ξέρξην μᾶλλον θαυμάσαι τῆς ὑπερηφανίας ἢ τὴν πόλιν τοῦ μηδὲν τῶν ἐκείνου θαυμάσαι· ἣ θορύβου τοσούτου διὰ γῆς ἁπάσης καταρραγέντος καὶ τῶν ἠπείρων ἀμφοτέρων κρινομένων ἐπὶ τῆς Ἑλλάδος ἀντέσχεν, ὥσπερ ἔρυμα καὶ πρόβολος, ἀπʼ ἀρχῆς ἀρξαμένη καὶ αὐτὴ τὰ αὑτῆς ἐπιδεικνύναι. πρῶτον μὲν τοῖς περὶ τὰς ἐπιστολὰς ἀκροβολισμοῖς καὶ πείραις τοσοῦτον ὑπερέσχε φρονήματι καὶ τοσοῦτον ἀπέσχε τοῦ πτοηθῆναι πρὸς τὰς τῶν ἀτόπων ἐκείνων φόβων ἐπαγωγὰς, ὥστʼ οὐκ ἐδεήθη ψηφίσματος πρὸς ταῦτα ἔτι, ἀλλʼ ὥσπερ ἑνὸς κοινοῦ νενικηκότος τοῦ κατὰ Δαρεῖον, μηδένα ἀκούειν βαρβάρων, πρὶν ἐκκλησίαν ἀποδοῦναι, ἀφανίζει τοὺς ἀγγέλους αὐτῇ σκευῇ καὶ ποικίλμασι, καὶ τοῖς εὖ φρονοῦσι τῶν Ἑλλήνων ἡγεμὼν τῆς ἀποκρίσεως ἐγένετο. ἔπειτα πάντων ἀγγελλόντων τὰ δεινὰ δὴ ταῦτα, ὅτι πάντα χρήματα μίγνυται καὶ τῶν Ἑλλήνων κερδανοῦσιν οἱ τελευταῖοι, πάντες δὲ ὥσπερ ὑπὸ κύματος τοῦ πολέμου καλυφθήσονται, καὶ τοσαύτης κατεχούσης ἐκπλήξεως τοῦ βαρβάρου ὥστʼ εἰκάζειν θεῶν τινος εἶναι πορείαν μετὰ τῶν λοιπῶν ἀνθρώπων ἐπὶ τὴν Ἑλλάδα ἐλαύνοντος, οὐδὲν μᾶλλον ὑφεῖτο οὐδὲ μετέγνω περὶ ὧν ἐβουλεύσατο, οὐδὲ ἐμέμψατο αὐτῇ τῆς ἀποκρίσεως, ἀλλὰ τούς τε Ἕλληνας συνεκάλει πρὸς τὸν ἀγῶνα τὸν κοινὸν, αἰσχυνομένη μοι δοκεῖν μόνη φανῆναι τῷ βαρβάρῳ, καθάπερ πρότερον Μαραθῶνι. οὐ γὰρ αὐτή γε ἐν ἄλλοις εἶχε τὰς ἐλπίδας τῆς σωτηρίας, ἀλλὰ πάντες εἶχον ἐν αὐτῇ τὰς ὑπὲρ αὑτῶν, οἵ γε ὁμοίως τε σωτηρίας δεόμενοι καὶ ἐλευθερίας, καὶ τὸ παράδειγμα ὑπῆρχεν ἀμφοῖν ἐγγύθεν ἡ προτέρα κρίσις, ἐσκόπει τε ὅ τι βουλευσαμένη πρῶτον ἀντεκπλήξει τὸν βάρβαρον· καὶ παρῆλθέ γε αὐτὸν τοῖς θαύμασι. μετοικίζεται γὰρ ἐξαναστᾶσα, καὶ τὸ μέγιστον ἁπάντων, γῆς μὲν οὐδαμοῦ, πᾶσα γὰρ εἴχετο, ἡ δὲ εἰς τὴν θάλατταν ἀπεχώρει, καὶ τῆς περὶ τὸν Ἄθω διωρυχῆς καὶ τοῦ πορθμοῦ τῆς γεφύρας οὔτε εἰς ἀκοὴν ἀηδέστερον οὔτε γνώμῃ φαυλότερον τοῦτο τὸ τόλμημα ἀντεπεδείξατο ἐπὶ τῆς θαλάττης φανεῖσα, καὶ Ξέρξῃ καταλιποῦσα τὸ ἴχνος μόνον προσιδεῖν· ὥστʼ ἐλθὼν οὐχ εὗρε τὴν πόλιν οὐδὲ εἶχε λαβεῖν ἔχων ὡς ᾤετο· οὕτως