<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="111"><p> ἀνάγκαις ὑπεδέξατο. ἔστι δʼ ἃ καὶ παντάπασιν ἐκκεχωρηκότα νῦν γένη τῶν Ἑλλήνων καταφεύγοντα εἰς αὐτὴν ἀνέλαβεν, ὥσπερ Δρύοπας καὶ Πελασγούς· ὧν ἔτι καὶ νῦν σημεῖα τῆς σωτηρίας λείπεται. αἱ γὰρ ἀπʼ αὐτῶν ἐπωνυμίαι σύμβολον οὖσαι τῆς οἰκήσεως αὐτῶν ἅμα καὶ <pb xml:id="v.1.p.178"/>  τῆς σωτηρίας εἰσίν. οὕτω δʼ ἐκ παλαιοῦ πᾶσιν ἑαυτὴν δοῦσα διετήρησεν ὥσπερ νόμον εἰς τέλος τὴν γνώμην, καὶ διεξῆλθε διὰ πάντων τῶν Ἑλληνικῶν καιρῶν, ἅπασι τὰς πύλας ὑπανοίγουσα τοῖς ἐκ τῶν πολέμων, ἢ κατὰ στάσιν, ἢ κατʼ ἄλλην τινὰ φεύγουσι τύχην πόρρωθεν προκηρύττουσα θαρρεῖν, ὡς οὐδεὶς ἔσται τῶν Ἑλλήνων ἄπολις, ἕως ἂν ἡ τῶν Ἀθηναίων ᾖ πόλις, ἀλλʼ ἢ πατρίδα μεταλλάξουσιν οἷς συμβαίνει. μιᾶς μέν γε τῶν τριῶν ἐν Πελοποννήσῳ μοιρῶν διαφθαρείσης τῆς Μεσσηνίων μόνη διετήρησε τοὺς λοιποὺς αὐτῶν, δεξαμένη τε καὶ σκεψαμένη τόπους ἐν οἷς ἔμελλον ἱδρύσεσθαι. καὶ νῦν εἰσὶ Μεσσήνιοι διὰ τὴν πόλιν. αὖθις δὲ τοῦ περὶ Βοιωτίαν πάθους <pb xml:id="v.1.p.179"/>  συμβάντος καὶ τῆς παρασχούσης ποθʼ αὑτὴν ἐνευτυχῆσαι τοῖς Ἕλλησι πόλεως ἀπροσδοκήτως καὶ παρʼ ἀξίαν ἀναιρεθείσης, οὐδένες εἰς τὴν χρείαν ἀπεμνημόνευσαν οὐδʼ ἐπεκούφισαν, ἀλλὰ τὸ μὲν τῶν ἄλλων μέρος ἐξήκει τὸ Πλαταιέων γένος, ἡ δὲ πόλις μετὰ καλοῦ τοῦ σχήματος τὴν δυστυχίαν ἐπηνώρθωσεν αὐτοῖς, Ἀθηναίους ἀντὶ Πλαταιέων ἀποφήνασα καὶ φυλάξασα τῷ τόπῳ τὸ μνημεῖον, ὥσπερ εἰκὸς ἦν τὴν κοινῇ τότε πάντων προστᾶσαν· τοὺς δὲ πταίσαντας τῶν ἐκεῖ φανερῶν ἀνώρθωσε. πάλιν τοίνυν Θηβαίων κακῶς ὑπὸ τῆς φρουρᾶς τῆς Λακωνικῆς διακειμένων ἐδέξατο τὸν δῆμον καὶ διέτριβον οἱ φεύγοντες ὡς Ἀθηναῖοι τὸν χρόνον τοῦτον, ἕως ἔμελλον <pb xml:id="v.1.p.180"/>  διὰ τῆς πόλεως αὖθις κομιεῖσθαι τὴν ἑαυτῶν. αὖθις αὖ Πλαταιέας δεύτερον ἐξοικισθέντας καὶ Θεσπιέας ἅμα ἐκείνοις δέχεται πανοικησίᾳ. καὶ πάλιν Θηβαίους ἐπὶ τοῖς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="112"><p> ἐσχάτοις ἀτυχήμασι καὶ πρὸ τούτων τοὺς ἐπὶ Θρᾴκης κακῶς πράξαντας δύο καὶ τριάκοντα πόλεων ὅσον λοιπὸν, τοὺς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου καὶ πανταχόθεν τίς ἂν ἐξαριθμήσειεν; οἶμαι μὲν οὐδὲ τοὺς ἐκ τῶν νήσων μόνον εἶναι ῥᾴδιον. μόνη γὰρ ὡς εἰπεῖν διαγέγονε πρὸς τὴν ἁπάντων τύχην ἁμιλλωμένη καὶ πειρωμένη πᾶσι περιτρέπειν τὰς συμφορὰς ἐπὶ θάτερα, καὶ τὴν παροιμίαν ἐνήλλαξεν· οὐ γὰρ ἐκποδὼν εἶναι κατέδειξε φίλου κακῶς πράξαντος, ἀλλὰ πολλοὺς καὶ τῶν πρόσθεν διαφόρων ἐπὶ τοῖς ἀτυχήμασι φίλους πεποίηται. οὐδʼ εὖ μὲν πράττουσι κέχρηται, κακῶς δʼ ἀπαλλάξαντας ἠτίμακε, τῇ τύχῃ μετροῦσα τὴν φιλανθρωπίαν, ἀλλὰ τοὺς τοῦ δυστυχεῖν καιροὺς τοῦ πράττειν εὖ πεποίηκε, τοῖς πολλοῖς τὰ παρʼ αὑτῆς ἀγαθὰ προσθεῖσα καὶ ποιησαμένη κοινωνοὺς, ὧν ὅτε κάλλιστα ἔπραττον οὐδʼ ἐλπὶς ἦν αὐτοῖς. καὶ γάρ τοι <pb xml:id="v.1.p.181"/>  πάντες ἐν ἅπασι τοῖς τῆς χρείας καιροῖς μίαν ταύτην ὁδὸν εἶδον τὴν δεῦρο φέρουσαν. καὶ πρεσβυτάτη τῶν Ἑλληνίδων οὖσα τῷ δέχεσθαι τοὺς πανταχόθεν μᾶλλον ἢ τῷ προειληφέναι τῷ χρόνῳ τοῦ γένους ὡσπερεὶ πατρίς ἐστι καὶ ἑστία κοινή. καὶ τὴν ἐπιτηδειότητα τὴν πρὸς ἅπαντας οὐ μόνον οἷς αὐτὴ παρʼ αὑτῆς ἀπέστειλεν ἐδήλωσεν, ἀλλὰ καὶ τῷ τοὔδαφος παρέχειν τοῖς ἔξωθεν καταφεύγουσιν εἰς αὐτὴν καὶ προσίεσθαι πάντας ὡς μέρος αὐτῆς.</p><p rend="align(indent)">ἓν μὲν οὖν τοῦτο τοιοῦτον καὶ τοσοῦτον εἶδος εὐεργεσίας τοῖς προϋπηργμένοις ἀκόλουθον· ἕτερον δʼ, ὃ καὶ τοῖς πράγμασίν ἐστιν ἐφεξῆς καὶ μεγέθους χάριν οὐ λείπεται, προσλαβοῦσα γὰρ τὸν κοινὸν τῶν Ἑλλήνων ἐξηγητὴν, ἑαυτῇ δὲ πατρῷον, τὸν Ἀπόλλω τὸν Πύθιον, ἐξήγαγε πανταχῆ γῆς τὸ Ἑλληνικὸν, τὴν αὐτὴν φυλακὴν ἅμα καὶ προσθήκην τῷ γένει ποιουμένη. καὶ πρῶτον μὲν τὴν ἐπικειμένην ἐκάθηρε θάλατταν, ἔοικα δὲ οὐ τὸ πρῶτον λέγειν τῶν ἔργων, καὶ τῆς Ἑλλάδος ὥσπερ λήμην </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="113"><p> ἀφεῖλε, τοὺς ἐπὶ τῶν προθύρων ὀχληροὺς ἀναστήσασα, λέγω τὸ λῃστικὸν ἅπαν καὶ βαρβαρικὸν, καὶ καταναγκάσασα ὡς πορρωτάτω τῆς Ἑλληνικῆς παραλίας καὶ τῶν <pb xml:id="v.1.p.182"/>  εἴσπλων ἀποχωρῆσαι. ἐξ ὧν ὁ τῶν νήσων κύκλος ᾠκίσθη βεβαίως καὶ διὰ τῶν ἡμερωτάτων τὸν Αἰγαῖον ὑπῆρξε πλεῖν σύνδυο καὶ σύντρεις πόλεις, ὥσπερ ἐν ἠπείρῳ νήσου μιᾶς ἀμείβοντας ἔστιν οὗ· οὕτως εὖ κατεσκεύασε τὴν θάλατταν. πρὸς δὲ τούτοις τὰς ἐπικειμένας τῇ Πελοποννήσῳ νήσους ᾤκισε, τοὺς ἑσπερίους τόπους οἰκειουμένη καὶ πανταχόθεν τοὺς βαρβάρους ὥσπερ προβόλοις ἀνείργουσα· ὡς δʼ αὐτῇ διχόθεν κατεσκεύαστο ἡ τῆς Ἑλλάδος φρουρὰ καὶ συνεκέκλειστο ὥσπερ λιμέσι κλειστοῖς, οὕτως ἤδη καὶ μέχρι τῆς ὑπερορίας ᾔει διὰ τῆς θαλάττης, καὶ διεβίβαζεν εἰς τὴν Ἀσίαν τὰς πολλὰς καὶ μεγάλας ἀποικίας, συνάπτουσα τὴν γῆν ὡς μίαν οὖσαν τῇ φύσει, καὶ τὰ πέραν τῆς Ἑλλάδος οὐ κεχωρισμένα, ἕως κατεσκεύασε τὸ ἐπὶ τῆς Ἀσίας ἀντίπρῳρον, εἰ οἷόν τʼ εἰπεῖν, Ἑλλάδι τῇ παλαιᾷ, μεγάλῃ μὲν αὔξουσα μοίρᾳ τὰ ὑπάρχοντα τοῖς Ἕλλησι, μέγα δʼ εἰς ἀσφάλειαν προϊδοῦσα τὴν κοινὴν, ὡς ἔδειξεν ὁ μέλλων χρόνος. κάλλιστον δὲ κόσμον ἀμφοτέρῳ τῷ γένει περιθεῖσα οὐ μόνον τῷ πλήθει καὶ ἅμα καιρίῳ τῆς χώρας, ἀλλὰ καὶ τῷ δεῖξαι τὴν ὁμόνοιαν ὅσων καὶ οἵων ἀγαθῶν αἰτία γίγνεται. ταύτης δὲ τοιαύτης ὥσπερ κρηπῖδος ἢ ῥίζης ὑποκειμένης ἐξεφοίτησαν καὶ διὰ πάσης ἤδη γῆς αἱ τῶν Ἑλλήνων ἀποικίαι. τοῖς γὰρ πεμφθεῖσι καὶ κρατήσασιν ἔρως ἐμπίπτει μιμήσασθαι τὴν μητρόπολιν. καὶ διαλαβόντες ᾤκιζον τὴν γῆν, ἐκτείνοντες <pb xml:id="v.1.p.183"/>  ὥσπερ ἄλλο τι μέτρον τὸ τῆς Ἑλλάδος, ἕως ἐξεπλήρωσαν ἅπαν τὸ δεχόμενον. καὶ νῦν ἐπʼ ἀμφοτέροις τοῖς πέρασι τῆς γῆς ὑμετέρων παίδων παῖδες οἰκοῦσιν, οἱ μὲν ἄχρι Γαδείρων ἀπὸ Μασσαλίας παρήκοντες, οἱ δʼ ἐπὶ τῷ Τανάϊδι καὶ τῇ λίμνῃ μεμερισμένοι. ὥστʼ ἐμοὶ μὲν γέλως ἐπέρχεται ἀκούοντι τῶν νῦν πόλεων τοῖς σφετέροις κόσμοις φιλοτιμουμένων καὶ φρονουσῶν ὡς ἐπὶ λαμπροῖς, ὅταν εὑρίσκω θεωρῶν ὑπὸ τῆς ὑμετέρας πόλεως γῆν καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="114"><p>θάλατταν κεκοσμημένην ἄνευ τῶν ἄλλων πολλῶν καὶ πολλῷ μειζόνων. τοῦτο δὴ βούλομαι διὰ βραχέων ἐπανελθὼν ἐξετάσαι καὶ δεῖξαι τὴν συνέχειαν τῆς πολιτείας, ᾗ κέχρηται πρὸς τὸ Ἑλληνικὸν ἡ πόλις, καὶ ὅτι οὐκ ἔστι πρόσρημα βέλτιον ἐπενεγκεῖν οὗ νῦν ἐφθεγξάμην. ὅτε μὲν γὰρ τοῖς Ἡρακλέους παισὶν ἔδει βοηθείας, παρέσχε μόνη καὶ μετέδωκεν ἁπάντων, παρελθοῦσα τὴν χρείαν τῇ μεγαλοψυχίᾳ. ἐπεὶ δὲ ἔδει τὴν Πελοπόννησον Δωριέων γενέσθαι, συγκατήγαγε πάλιν αὐτοὺς μετὰ τοῦ θεοῦ. γενομένης δὲ τῆς Ἡρακλειδῶν καθόδου καὶ νεωτέρων συμβάντων ἐν τῇ Πελοποννήσῳ, πάλιν τὸ κινηθὲν ἐδέξατο. ἐν ᾧ τὰ μὲν <pb xml:id="v.1.p.184"/>  τῶν προτέρων ἱκετῶν ἀσφαλῶς εἶχεν, ἕτεροι δὲ αὖ τὸ ἐκείνων σχῆμα μετειλήφεσαν. δεξαμένη δὲ ἤδη πάντας ἀνθρώπους καὶ μεταδοῦσα χώρας καὶ νόμων καὶ πολιτείας ἐπενόησεν ὑπὲρ τῆς Ἑλλάδος χρῆσθαι τῷ πλεονεκτήματι καὶ τὰς παρʼ αὑτῇ πόλεις πολλὰς συμπεφευγυίας ἀφορμὴν τῶν ἔξω πόλεων πολλῶν καὶ μεγάλων ποιήσασθαι. καίτοι πῶς ἂν φιλανθρωπότερον ἡ πόλις ἢ πῶς λαμπρότερον περὶ τῶν ἑαυτοὺς δόντων ἐβουλεύσατο; ἣ πρῶτον μὲν τῆς ἑαυτῆς χώρας καὶ πολιτείας μετέδωκεν, ἔπειθʼ ἑτέραν ὅπως κτήσονται συμπαρεσκεύασεν, ὁμοίως τῇ τε οἰκείᾳ καὶ τῇ ἀλλοδαπῇ δέχεσθαι τοὺς δεομένους ἀξιοῦσα, καὶ τὰ πρέποντα ἑκατέροις τοῖς καιροῖς ἐτήρησεν. ὅτε μὲν γὰρ ἀσθενεῖς ἦσαν, τὸν φόβον περιεῖλεν αὐτῶν καὶ τὰς ἀπορίας ἐπηνώρθωσεν· ὡς δʼ ἄμεινον ἢ κατὰ συμφορὰν ἐπεπράγεσαν, οὕτως ἤδη διεκόσμει καὶ προέπεμπεν, ἡγεμόνας τε ἑκάστοις ἐφιστᾶσα, ὥσπερ αὐτὴ συμπάντων ἡγεμὼν καὶ φύλαξ ἐγεγόνει κοινὴ, καὶ λεὼν οἴκοθεν παραζευγνῦσα. ταῦτα δʼ οὐ μόνον ταῖς πράξεσιν εὕροι τις ἂν συνεχῆ, ἀλλὰ καὶ τῷ βουλήματι. ὥσπερ γὰρ τοὺς προτέρους δεξαμένη κατήγαγε, τοὺς Ἡρακλείδας εἶπον, οὕτω καὶ τοὺς μετʼ ἐκείνους δεξαμένη πρῶτον, εἶτʼ ἐπεξήγαγε, διπλῆν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="115"><p> ἀνθʼ ἁπλῆς τὴν εὐεργεσίαν ἐπʼ ἀμφοτέρων τιθεμένη. καὶ προϊοῦσα ἀπὸ τοῦ πρώτου πρὸς τὸ τελευταῖον ἀεὶ οὕτως, ὅπερ εἶπον, πολιτείᾳ προσέοικεν ἡ τῆς πόλεως ὑπὲρ τῶν Ἑλλήνων πρόνοια καὶ διὰ πολλῆς καὶ συνεχοῦς τῆς ἀκολουθίας σώζεται. καὶ μὴν τὸ μὲν τοὺς φεύγοντας <pb xml:id="v.1.p.185"/> δέχεσθαι, εἰ καὶ μηδὲ τοῦτʼ ἐκφεύγει κοινῆς εἶναι δεῖγμα φιλανθρωπίας, ἀλλʼ οὖν εἴποι γʼ ἄν τις ὡς ἐκείνους ἦν εὖ ποιούσης μόνους, ὅσοι ταύτης τῆς τύχης ἐπειράθησαν. αἱ δὲ τῶν ἀποικιῶν κατασκευαὶ κοινὸν τῶν Ἑλλήνων κέρδος εἰσὶν, οὐ μόνων τῶν ἀπελθόντων. καὶ γὰρ πόλεις καὶ χώρας καὶ δυνάμεις πολλὰς καὶ μεγάλας εἰς τὸ κοινὸν προσέλαβον, ἐξ ὧν οὐκ ὀλίγῳ μείζους ἐγένοντο. οὕτως ἐγώ φημι τῆς πόλεως οὐχ ἧττον τὸ ἐκπέμψαι παρʼ αὐτῆς ἢ τὸ εἰσφέρεσθαι τοὺς δεηθέντας πρὸς τὴν παρὰ τῶν Ἑλλήνων εἶναι χάριν. καὶ γάρ τοι συμβέβηκε μόνοις τοῖς ταύτῃ καὶ διὰ τῶν ἐναντίων εὐδοκιμεῖν. οἱ γὰρ αὐτοὶ πρεσβύτατοι τῶν ἄλλων Ἑλλήνων εἰσὶ καὶ εἰς νέους Ἕλληνας τελοῦσι πολλαχῆ, καθάπερ τὸν Διόνυσον γράφουσιν. ἐπελθόντες δὲ οὐδαμόθεν, ἀλλʼ αὐτόθεν φύντες τοὺς πανταχόθεν πόλεως δεηθέντας ἐδέξαντο. καὶ μὴν δεξάμενοι τοὺς ἁπανταχόθεν, πανταχῆ καὶ πεπόμφασι, σώζοντες κἀν τούτοις τὸ προσῆκον ἑξῆς. καὶ γὰρ τῶν πρεσβυτάτων πλείστους εἶναι τοὺς ἀπογόνους εἰκὸς καὶ μᾶλλον ἢ τινῶν ἄλλων, καὶ τὸ δέχεσθαι τοὺς δεομένους τῶν κρειττόνων ἐστί. καὶ μὴν τῷ γε τὸν σῖτον ἐν ἀρχῇ διανεῖμαι πῶς οὐκ εἰς ταυτὸν ἥκει τὸ καὶ τὰ τῶν ἀποικιῶν σμήνη διαπέμψαι <pb xml:id="v.1.p.186"/>  καὶ κατοικίσαι τὴν γῆν; ἄλλως τε καὶ ἐξουσίας ἤδη πᾶσιν οὔσης ἐργάζεσθαι καὶ τὰ τοῦ βίου τίθεσθαι ῥᾷον ἀφορμῶν ἕνεκα.</p><p rend="align(indent)">ἐκδέχεται δʼ ἡ πάλαι τοῦ λόγου προσδοκωμένη μοῖρα, ὡς ἐμοὶ δοκεῖ, καὶ ὑπὸ πολλῶν, αἱ μετὰ τῶν κινδύνων πράξεις, ἃς ἐγὼ δέδοικα μὴ τῷ λέγοντι κίνδυνον ἔχωσιν εἰπεῖν μᾶλλον ἢ τῇ πόλει τῶν ἔργων ὅτε ἐπραγματεύετο. οὐ μὴν ἀλλʼ ἀναγκαῖον ἅψασθαι καὶ τούτων </p></div></div></body></text></TEI>