μὲν παῖδες, θεῶν δὲ καὶ τρόφιμοι, πρόγονοι δὲ τοῦ κοινοῦ βίου πᾶσιν ἀνθρώποις; οἳ μετὰ τοιαύτην τιμὴν παρὰ τῶν θεῶν αὐτοῖς ὑπάρξασαν ἄλλα καλλίω τοῖς ἐξ ἑαυτῶν εἰς φιλοτιμίαν κατέλιπον, τοιοῦτοι μὲν πρὸς τοὺς δόντας θεοὺς γενόμενοι, οὕτω δʼ αὖ καὶ τοῖς ἄλλοις ὁμιλήσαντες ἀνθρώποις. καὶ τοῦτο μὲν ἐνταυθοῖ λῆξαν τελέως ἡμῖν διήνυσται, τὰ δʼ ἐντεῦθεν ὥσπερ ὁδοῦ διττὰ φέρει καὶ πλείω τμήματα τοῖς μὲν εἰρημένοις ἕκαστον ἐφεξῆς, ἐν μέρει δʼ εἰπεῖν, εἰ σώζοντα ἐν ἀλλήλοις τὴν διαδοχὴν, οὔπω δῆλον. κράτιστον δʼ ἴσως περὶ τῶν θείων πρῶτον διεξελθεῖν, εἶθʼ οὕτως καὶ περὶ τῆς ἄλλης ἐκείνων ἀρετῆς διαλέγεσθαι· ἔτι δʼ ὧν καθʼ αὑτούς τε καὶ ἐν κοινωνίαις εἰργάσαντο οἱ καθʼ ἑκάστους ἀεὶ τοὺς χρόνους. μικρὸν δὲ ἀναλήψομαι· οὐ γὰρ μόνον οἷς εἶπον ἐτίμησαν οἱ θεοὶ τὴν γῆν ὑμῖν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις μεγάλοις, μεγίστῳ δὲ, ὃ καὶ μόνον εἰπεῖν ἴσως ἐξήρκει· περὶ γὰρ μόνης ταύτης τῶν ὑφʼ ἡλίῳ πόλεων ἤρισαν καὶ καταλαμβάνουσι τὴν ἀκρόπολιν ὥσπερ ἐπὶ μοναρχίᾳ σχεδὸν ὡς εἰπεῖν οἱ πρῶτοι τῶν θεῶν. ταύτης δὲ τῆς τιμῆς οὐχ ἥττω τὴν δευτέραν ἐπεδείξαντο, ἐπιτρέψαντες δικασταῖς καὶ κριταῖς αὐτοῖς τοῖς τότε τὴν χώραν ἔχουσι, νομίσαντες χάριεν καὶ κοῦφον ἐπʼ ἀμφότερα ἐν τοῖς παιδικοῖς κριθῆναι. φανέντων δὲ τῶν συμβόλων ἑκατέρωθεν, τοῦ τε ῥοθίου καὶ τοῦ θαλλοῦ, νικᾷ μὲν Ἀθηνᾶ καὶ καταδείκνυσι τὸν θαλλὸν νικῆς εἶναι σύμβολον, Ποσειδῶν δὲ ὑπεχώρησε μὲν, οὐ μὴν κατέλυσε τὸν ἔρωτα. τῆς δὲ παρʼ ἀμφοτέρων σπουδῆς τε καὶ τιμῆς οὐκ ἐλάττω σημεῖα τὰ δεύτερα· ἡ μὲν γὰρ σοφίᾳ νικᾶν ἔδωκε τῇ πόλει, ὁ δὲ ταῖς ναυμαχίαις οὐ μόνον τοὺς ἀνταγωνιστὰς νικᾶν, ἀλλὰ καὶ τοὺς τῶν αὐτῶν μετασχόντας, οἶμαι δὲ καὶ οἷς ὅλως ἀγῶνες καὶ νῖκαι ναυτικαὶ γεγόνασιν. ἀλλʼ ὁ μὲν περὶ τούτων ἐκδέχεται λόγος αὐτίκα. λαβοῦσα δὲ τὰς ψήφους ἡ θεὸς τὴν ἐπωνυμίαν τῇ πόλει δίδωσιν ὡς ἑαυτῆς οὔσῃ καὶ κατεσκευάσατο ὡς κτῆμα ἑαυτῆς, διαρκῆ πρὸς εἰρήνην τε καὶ πόλεμον, πρῶτον μὲν λόγους τε καὶ νόμων τάξιν καταδείξασα καὶ πολιτείαν δυναστείας ἀπηλλαγμένην. ἀφʼ ὧν μαθήματα πάντα εὑρέθη καὶ βίων παραδείγματα εἰσῆλθεν. αὖθις δὲ ὅπλων τε χρῆσιν διδάξασα καὶ κοσμήσασα πρώτους ᾧ νῦν ἡμεῖς ἐκείνην σχήματι, ἔτι δʼ ἵππων ἁμιλλητηρίων καὶ πολεμιστηρίων ἔφηνεν ὀχήματα· καὶ ζεύγνυσιν ἐν τῇδε τῇ γῇ πρῶτος ἀνθρώπων ὁ τῆσδε τῆς θεοῦ πάρεδρος ἅρμα τέλειον σὺν τῇ θεῷ καὶ φαίνει πᾶσι τὴν τελείαν ἱππικήν. ἐπὶ δὲ τούτοις χορεῖαι καὶ τελεταὶ καὶ πανηγύρεις ἐπεκράτησαν ἄλλαι διʼ ἄλλων θεῶν ἐπιδημίας. ταῖς γὰρ τιμαῖς τῶν θεῶν ἠκολούθει τὰ δῶρα διδόντων καὶ λαμβανόντων ἐκ τῶν αὐτῶν τὰ ἐπιβάλλοντα ἑκατέροις. οὐ μόνον δὲ ὑπὲρ τῆς πόλεως θεοὶ πρὸς ἀλλήλους ἤρισαν, ἀλλὰ καὶ ὧν ἤρισαν πρὸς ἀλλήλους ἐν τῇδε τῇ πόλει τὰς κρίσεις ἐποιήσαντο, πανταχόθεν πάντας ἀνθρώπους ἐπιστρέφοντες πρὸς τὴν πόλιν καὶ πάντων ἀρχὰς καὶ δείγματα βουλόμενοι καταθέσθαι παρʼ αὐτῇ, καθάπερ οἱ τοὺς παῖδας προδιδάσκοντες, ἵνʼ ὥσπερ πανταχοῦ τῶν ἄκρων προδιδαξάντων καλῶς ἔχει τοῖς ζηλοῦσιν, οὕτω κἀκεῖνοι τέλειοι τὴν γιγνομένην ἀρετὴν ἀποβαῖεν, οἷς χρῆν ἑπόμενοι, καὶ μὴ μόνον τῶν πυρῶν καὶ κριθῶν εἴη τὰ σπέρματα αὐτοῖς, ἀλλὰ καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἁπάσης διαίτης τε καὶ πολιτείας ἐκ θεῶν αὐτοῖς εἴη τὰ σπέρματα. καὶ λαγχάνει Ποσειδῶν Ἄρει τὴν ὑπὲρ τοῦ παιδὸς καὶ νικᾷ ἐν ἅπασι τοῖς θεοῖς καὶ τὴν ἐπωνυμίαν ὁ τόπος λαμβάνει τὴν αὐτὴν τοῦ τε συμβάντος σύμβολον καὶ δικαιοσύνης ὥσπερ ἄλλο τι μαρτύριον καὶ πίστιν εἰς ἀνθρώπους. οὐ γὰρ ἔστιν ὑπὲρ τὸν Ἄρειον πάγον οὐδὲν εὑρεῖν, εἴ τις ὑπερβολὴν ζητοίη. ἀλλʼ ὥσπερ τὰ ὕδατα ὅσα μαντικὰ καὶ πνεύματα αὐτόθεν ἰσχύει, οὕτως καὶ οὗτος ὁ χῶρος ὥσπερ ἀνιέναι δοκεῖ τὴν τοῦ δικαίου γνῶσιν ἐναργῆ καὶ τῆς παρὰ τοῖς θεοῖς ὡς δυνατὸν ἐγγυτάτω. καὶ τοσούτῳ τετίμηται παρὰ πάντων τῷ συγκεχωρηκότι, ὥσθʼ οἱ μὲν ἡττώμενοι στέργουσιν ὁμοίως τοῖς κεκρατηκόσιν, ἀρχαὶ δὲ πᾶσαι καὶ συνέδρια τά τε ἄλλα καὶ τὸ μέγιστον ὁ δῆμος πάντες ἰδιῶται πρὸς τὰς ἐν τούτῳ τῷ τόπῳ δίκας εἰσὶν εἴκοντες. καὶ μεταβολὴ τοῦ χωρίου τούτου μόνου ἤδη σχεδὸν οὐχ ἥψατο, οἷα δὴ τὰ ἀνθρώπινα, ἀλλʼ ὥσπερ ἀγωνιστήριον τοῖς θεοῖς ἀνεῖται καὶ οἷς ἐξ ἐκείνου καθήκει καὶ πάντες παράδειγμα δικαιοσύνης νομίζοντες οὕτω τιμῶσιν αἰδοῖ τῶν θεῶν. ἑτέρα δὲ γίγνεται κρίσις ὕστερον μικτὴ τοῖς ἀγωνισταῖς, θεία δὲ καὶ αὕτη τοῖς δικασταῖς, ἣν ἀγωνίζεται τῶν Πελοπιδῶν ἀνὴρ δυστυχῶν πρὸς τὰς νῦν προσοίκους τῷ τόπῳ θεὰς σεμνὰς, καταφυγὼν καὶ δοὺς ὥσπερ ἔφεσιν εἰς τὴν πόλιν, ὡς ἐνταῦθα εἴπερ που τὴν δικαίαν φιλανθρωπίαν οὖσαν, καὶ τυχὼν τῆς θεοῦ τῶν μανιῶν ἀπαλλάττεται. περὶ μὲν δὴ γένους καὶ τροφῆς καὶ τῆς ἐκ θεῶν τιμῆς καὶ τῶν δωρεῶν, ἃς αὐτοί τε εὕροντο καὶ τοῖς ἄλλοις ἔνειμαν, εἴρηται, τῶν μὲν πραγμάτων ἴσως ἧττον, οὐχ ἧττον δὲ ἢ τοῖς πρὸ ἡμῶν. νῦν δὲ παντοδαπῶν ἐπιόντων ἀκόλουθον ἴσως ἐστὶ λέγειν ὧν μέρος ἐγγέγραπται τοῖς εἰρημένοις, ὅσῃ τινὶ καὶ οἵᾳ τῇ περιουσίᾳ τῆς φιλανθρωπίας εἰς ἅπαντας ἐχρήσαντο καὶ ὅπως εἰς τὸ κοινὸν ἐπολιτεύσαντο. ἄνειμι δὲ κἀνταῦθα μικρόν. ὥσπερ γὰρ τοῖς θεοῖς οὐκ ἀπέχρησε διʼ ἑνός τινος τρόπου τὴν εὔνοιαν ἐνδείξασθαι τῇ πόλει, οὕτως οὐδʼ ἐκεῖνοι τοῦ σίτου τὴν κοινωνίαν τοῖς ἀνθρώποις ἔκριναν ἐξαρκεῖν, ἀλλʼ ὁδῷ προῄεσαν αὔξοντες τὴν φιλοτιμίαν, ὥσπερ οἱ τὰ σπέρματα. μεγίστη δὲ καὶ κοινοτάτη τῶν εὐεργεσιῶν ἡ τῶν πανταχόθεν δυστυχούντων ὑποδοχὴ καὶ παραμυθία. οὐ γάρ ἐστι γένος οὐδὲν τῆς Ἑλλάδος, ὡς ἔπος εἰπεῖν, ὃ τῆσδε τῆς πόλεως ἀπείρατόν ἐστιν, οὐδʼ ἄοικον ἐπὶ καιρῶν, ἀλλὰ καὶ πόλεις καὶ ἔθνη μετελήλυθεν εἰς αὐτὴν καὶ καταπέφευγε, καὶ κατʼ ἄνδρα σχεδὸν οἱ γνωριμώτατοι, ὧν ἁπάντων μὲν ἀμήχανον καὶ μνημονεῦσαι πρῶτον καὶ τῆς μνήμης τοὺς λόγους συμμέτρους ἀποδοῦναι, μὴ ὅτι τῶν ἰδίᾳ λέγω μεταστάντων κατὰ συμφορὰς, ἀλλʼ οὐδὲ τῶν κοινῇ· ἃ δʼ ἐστὶ τῶν παλαιῶν ἐντιμότατα καὶ ὥσπερ ἀρχὴ τοῖς πολλοῖς διηγεῖσθαι, Ἡρακλέους ἀπελθόντος ἐξ ἀνθρώπων ἡ μὲν πόλις καὶ νεὼς καὶ βωμοὺς ἱδρύεται πρώτη, καθάπερ καὶ πρόσθεν τοῖς μυστηρίοις ἐτίμησε πρῶτον ξένων. καὶ διατελεῖ δὴ θεὸς ὢν καὶ δοκῶν ἐξ ἐκείνου. οὐ γὰρ μόνον τοὺς πρεσβυτάτους ἄρα τῶν θεῶν ἦρξε τιμᾶν, καὶ ταῦτα διαφερόντως καὶ ὑπὲρ πάντας τοὺς ἀκολουθήσαντας, ἀλλὰ καὶ τοὺς ἐπήλυδας αὕτη μετὰ τῶν ἄλλων θεῶν ἐνέκρινεν, ὥσπερ συμπολιτευομένη τοῖς θεοῖς· ἅμα γὰρ ἐκεῖνοί τε ἐδέχοντο καὶ ταύτην οὐκ ἐλελήθει, ἀλλʼ ἐξηγεῖτο τοῖς ἄλλοις ἀνθρώποις καὶ ἀνεκήρυττεν, ὥστε ἀπέφηνε τούς τε Θηβαίους ὀλίγον τῇ φύσει προσήκοντας αὐτῷ, κατὰ ταὐτὰ δὲ καὶ τοὺς ἄλλους οἷς τι μέτεστιν ὡς οἰκείοις ἐκείνου μνήμης. μόνη γὰρ οἶδε τίνων ἦν ἄξιος. αὐτῷ μὲν δὴ ταύτην ἀποδεδώκει τὴν χάριν, διʼ ἣν καὶ ὅσων παρὰ τῶν ἄλλων ἔτυχεν Ἡρακλῆς ἁπάσας τῆς πόλεως χάριτας δικαίως ἄν τις λέγοι· ταύτην γὰρ ἅπαντες μιμησάμενοι τὰ δίκαια συνωμολόγησαν. Εὐρυσθέως δʼ ἐλάσαντος μὲν ἐκ Πελοποννήσου τοὺς παῖδας αὐτοῦ, προσθέντος δὲ ἑτέραν ἀγνωμοσύνην ἔτι μείζω καὶ δεινοτέραν, τὸ μηδὲ τῶν ἄλλων πόλεων μηδεμίαν δέχεσθαι προκηρῦξαι, καὶ τὰ ἔσχατα ἀπειλήσαντος, οἱ μὲν ἄλλοι πάντες ἐσχετλίαζον, βοηθεῖν δὲ οὐκ εἶχον· ἡ πόλις δὲ ὑπεδέξατο μόνη τῶν πάντων, μισήσασα μᾶλλον τὰς ἀπειλὰς ἢ φοβηθεῖσα, καὶ τὴν προστασίαν, ἣν ἁπάντων ἀνθρώπων Ἡρακλῆς ἔσχε, ταύτην αὐτὴ τοῖς ἐκείνου παισὶν ὥσπερ τινὰ ἐράνου φορὰν διεσώσατο· εἰκότως. καὶ γὰρ ἐκείνῳ τῶν πλείστων διὰ Θησέως συνεπείληπτο, καὶ πάλαι κοινωνὸν ἦγεν, ἀφʼ οὗ ταὐτὰ ἑώρα γιγνώσκοντα ἑαυτῇ· καὶ ἃ μὲν κατειργάσατο μετʼ αὐτῶν καὶ ὑπὲρ αὐτῶν ἐν ἑτέρᾳ τῶν λόγων καθήκει δηλῶσαι μερίδι· τὴν δʼ οὖν ἐπιτροπὴν οὕτω λαμπρὰν αὐτῶν ἐποιήσατο ὥστʼ αὐτοῖς τὴν συμφορὰν λυσιτελῆσαι. οὐ γὰρ τὴν ὀρφανίαν μόνον ἄδηλον κατέστησεν, ἀντὶ τοῦ πατρὸς αὐτοῖς γενομένη, ἀλλὰ καὶ ὡς πατρόθεν εὐεργέτας τῶν ἀνθρώπων οὕτως ἐτίμησε, τέτταρας μὲν δοῦσα νέμεσθαι πόλεις τῶν τότε οἰκουμένων ἐν τῇ χώρᾳ, πρώτους δὲ θρέψασα δημοσίᾳ, πατρὸς εὐεργέτου παῖδας, ὥσπερ οὓς ὕστερον τῶν ἐν τῷ πολέμῳ τελευτησάντων τρέφειν ἐνόμισε. καὶ μέντοι καὶ τὰ τροφεῖα πρέποντα ἐκομίσατο ἑαυτῇ· τῶν γὰρ ὑπηργμένων ἀξίους εὗρεν· ἡ δʼ ἐκείνων ὁδὸς τὸ δεῦρο κοινὴ πάντων ὕστερον τῶν ἐκπιπτόντων ἐγένετο, μᾶλλον δὲ ἐπὶ πολλοῖς τοῖς πρότερον κἀκεῖνοι κατέφυγον. ἅπασι γὰρ ἡ πόλις ἑαυτὴν παρέσχε τοῖς ἐν χρείᾳ κοινὴν εὐθὺς ἐξ ἀρχῆς, καὶ πάντες ἐπὶ δυοῖν ὁρμεῖν ἔδοξαν οἱ Ἕλληνες ἀληθῆ νομίσαντες, ἰδίᾳ μὲν ἕκαστοι τὴν ἀρχαίαν, κοινὴν δʼ ἅπαντες ταύτην προσονομάζοντες πατρίδα, καὶ τὴν μὲν προτέραν δευτέραν, τὴν δὲ ὑστέραν προτέραν ἄγοντες τῇ δυνάμει. τοσούτῳ γὰρ βεβαιοτέραν ταύτην αὑτοῖς εἶναι καὶ λυσιτελεστέραν, ὅσῳ μᾶλλον ἀνάλωτον καὶ ὡς ἀληθῶς ἱερὰν καὶ μετὰ τῆς πείρας ἔγνωσαν, ὀρθῶς βουλευόμενοι, τοῦτο μὲν οἱ περὶ Θήβας ἀτυχήσαντες καὶ πάσης τῆς Βοιωτίας συνεκπεσόντες, τοῦτο δὲ Θετταλῶν οἱ ταύτῃ τραπόμενοι καὶ Ταναγραίων οἱ μεταστάντες, Δωριέων Πελοποννήσου κρατησάντων, ὑπὸ τῶν εἰξάντων ἀναστάντες· οὗτοι δʼ ἦσαν Ἰωνία πάντες. τὸ δʼ αὐτὸ πρὸς τοὺς ἀπʼ ἀμφοτέρων τῶν αἰγιαλῶν ἐποίησε, τοῦ θʼ ἑσπερίου καὶ τοῦ ἑώου. καὶ γὰρ καὶ τούτους κἀκείνους ἐν ταῖς