μὴν τήν γε τῶν ὀρῶν φαιδρότητα καὶ χάριν τίς οὐκ ἂν ἀγασθείη; οἷς γε τοσοῦτον κόσμου περίεστιν ὥστε καὶ τὰς πόλεις αὐτὰ δὴ κοσμεῖ· ὃ γὰρ εἰκὸς ἔχειν τὴν χώραν, ἔργον θεῶν οὖσαν, σπέρμα τῆς χάριτος τῆς πρὸς τοὺς θεοὺς, τοῦτο δείκνυσιν ἐν τοῖς πρώτοις, καὶ προξενεῖ διὰ τῆς φύσεως τὴν χάριν. ἔστι δὲ ἐπιτηδειοτάτη πρὸς κάλλη νεῶν καὶ ἀγαλμάτων, ὥστε δὶς ἡγεμὼν τούτων ἂν εἴη. καὶ γὰρ ἐνθένδε ταῦτα πάντα ἤρξατο τῷ νόμῳ καὶ τὴν χορηγίαν οἴκοθεν ἡ πόλις ἔσχηκεν εἰς αὐτά. ἀλλὰ γὰρ οὐκ ἔχω τί χρήσωμαι, ἐπέρχεται γάρ μοι καὶ κατὰ μέρη τὴν ἐπιτηδειότητα ἀποφαίνειν τῆς χώρας, οἷον εὐθὺς τὸ μήτε ὑπτίαν εἶναι διὰ πάσης μήτε ὄρειον παντελῶς, ἀλλʼ ἐσχηματίσθαι πρὸς τὴν ἑκατέρου χρείαν ἐν μέρει καὶ πεποικίλθαι, ὥστε πῶς οὐκ ἂν ὀρθῶς εἴποι τις εἶναι τελέας καὶ πάσης τῆς οἰκουμένης οἱονεὶ μίμημα σωζούσης; ἔτι δὲ ἡ τῆς θαλάττης τε καὶ γῆς διὰ τῶν λιμένων συζυγία καὶ συμφωνία, τῶν δʼ αὖ πεδίων καὶ τῶν ὀρῶν ἡ σὺν ὥρᾳ μίξις καὶ χάρις οὐ τῶν ὅπου τις ἂν εἴποι συμβεβηκότων οἶμαι. ἔξεστι δὲ ὁρᾶν καὶ τὰς φλέβας τὰς ἀργυρίτιδας ὥσπερ νοτίδας διὰ πάσης τῆς ὀρείου διηκούσας, ὅπως ἄρα μηδὲν ἀργὸν εἴη τῆς Ἀττικῆς μηδʼ εἴη ταῖς προσόδοις δυσχωρία μηδαμῆ, ἀλλὰ τὴν ἑτέρων εὔγεων ἡ τῇδε ἄσπορος νικῴη. ἔπρεπε δʼ ἄρα καὶ τοῦτο ἐλευθερίας ἐφόδιον καὶ μεγαλοψυχίας παρεσκευάσθαι τῇ πόλει. ἔτι τοίνυν ἀενάων ποταμῶν ῥεύματα ἄλυπα καὶ πηγὰς ἀφθόνους καὶ καρπῶν ἁπάντων φορὰν, ὧν ὁ πάντων ἡμερώτατος ἐνταῦθα τῶν πανταχοῦ κάλλιστος περιφανῶς. ἀλλὰ ταῦτα μέν ἐστιν ὥσπερ ἀπὸ τῶν τραγημάτων τὴν εὐωχίαν σεμνύνειν· τὸν δὲ οἰκειότατον καὶ μέγιστον τῆς χώρας καρπόν τε καὶ κόσμον καὶ ὃς ἅπασαν ἔχει τὴν ἐπιτηδειότητα συλλαβὼν αὐτῆς ἤδη δίειμι. ἀρχὴ δέ μοι τοῦ λόγου κατελήλυθεν εἰς ἀρχήν τινα ἑτέραν. ἄλλας μὲν γὰρ χώρας ἐλέφαντες καὶ λέοντες κοσμοῦσι, τὰς δὲ ἵπποι κύνες, τὰς δὲ ἃ τοὺς παῖδας ἀκούοντας ἐκπλήττει· τὴν δὲ ὑμετέραν χώραν κοσμεῖ τῶν ἐπὶ γῆς τὸ κάλλιστον, οὐ κατὰ τοὺς ἐν Ἰνδοῖς μύρμηκας ὑποπτέρους ἄξιον εἰπεῖν. πρώτη γὰρ ἤνεγκεν ἄνθρωπον καὶ πρώτη πατρίς ἐστιν ἀνθρώπου, καὶ ὅπερ τοῖς πᾶσι ζώοις τοῖς ἐγγείοις ἐστὶν ἡ πᾶσα γῆ, τοῦτο ἥδε νενίκηκεν εἶναι τῷ τῶν ἀνθρώπων γένει, μήτηρ καὶ τροφὸς κοινὴ καὶ τῆς φύσεως ἀφορμὴ, χῶρός τις ἀνθρώπων ἴδιος ἐκ πάσης γῆς ἐξῃρημένος, ὥσπερ οἱ τῶν τεμενῶν ὅροι. διὸ δὴ καὶ πάντα κρατίστους καὶ τῆς γιγνομένης ἀρετῆς ἐπὶ πλεῖστον ἥκοντας ἤνεγκεν, ἅτε οἰκείας αὐτῇ τῆς φορᾶς οὔσης, οὐκ ἐπεισάκτου. οὐ γὰρ πλάνην καταλύσαντες οὐδὲ ὥσπερ ἐπὶ σκότους πατρίδα ζητοῦντες διὰ πάσης γῆς καὶ θαλάττης, οὐδὲ δυοῖν δυστυχίαιν ἡγησαμέναιν, κατέσχον τὴν χώραν, βιασάμενοι τὴν ἐπωνυμίαν, εἴξαντες μὲν τοῖς κρείττοσιν, ἐκβαλόντες δὲ τοὺς ἥττους, ἀλλʼ ὥσπερ τὸ ἐκ τῶν πηγῶν ὕδωρ ἐκ τῶν κόλπων τῆς γῆς ἀνῆλθε τὸ γένος, αὐτὸ ἐξ αὑτοῦ λαβὸν τὴν ἀρχήν· καὶ ξένοι καὶ πολῖται μόνῃ τῇ γῇ ταύτῃ πρέπουσι διῃρῆσθαι. οἱ μὲν γὰρ ἄλλοι καθάπερ θέαν καταλαβόντες οὕτω ταῦτα κρίνουσιν, οὐ τῷ μᾶλλον ἄλλων ἑαυτοῖς προσήκειν τῶν χωρίων τοὺς ἄλλους ἀφορίζοντες, ἀλλὰ τῷ φθῆναι κατασχόντες, καὶ ξένους ὀνομάζουσι τοὺς δευτέρους ἐλθόντας, ἀγνοοῦντες ὅτι πάντες ὁμοίως εἰσὶ ξένοι, μᾶλλον δὲ αὐτοὶ ξένοι πρῶτοι, καὶ τοσοῦτον τῶν δημοποιήτων, οὓς αὐτοὶ ποιοῦνται, διαφέρουσιν, ὅσον οὐ κριθέντες ἄξιοι τῆς πολιτείας, ἀλλʼ εἰσβιασάμενοι προὐβάλοντο τὴν πατρίδα, ὥσπερ ὅπλων ἀπορίᾳ τῷ φανέντι χρησάμενοι· μόνοις δʼ ὑμῖν ὑπάρχει καθαρὰν εὐγένειάν τε καὶ πολιτείαν αὐχῆσαι. καὶ δυοῖν ὄντοιν ὀνομάτοιν ἑκάτερον κύριόν ἐστι τῇ χώρᾳ διὰ τὸ ἕτερον· εἰκότως. οἵ τε γὰρ ξένοι διὰ τοὺς ἄλλους πολίτας γνησίους ὄντας ἐνέχονται τῷ προσρήματι οἵ τε πολῖται βεβαιοῦσι τὴν ἐπωνυμίαν τῷ καθαροὶ ξένων εἶναι τὸ ἐξ ἀρχῆς· οὔκουν ἐξούλης γε μόνοις ὑμῖν, εἰ οἷόν τʼ ἐστὶν εἰπεῖν, οὐδʼ ἂν εἷς λάχοι τῆς γῆς, οὐ μᾶλλόν γε ἢ τῆς μητρός τινι. καὶ τοίνυν μόνοις τοῖς τῇδε γενομένοις δημοποιήτοις οὐκ ἔπεστι γέλως· ὄντες γὰρ ἅπαντες φύσει πολῖται τῆς χώρας νόμῳ τοῖς ἄλλοις τὴν τιμὴν ἀπενείματε· τῶν δʼ ἄλλων οἱ πλεῖστοι κινδυνεύουσι νόθοι νόθους εἰσποιεῖσθαι, χρόνῳ τὴν ἀρχαίαν φύσιν διαφθείραντες, ὥσπερ ἐν συνοικίᾳ τῇ πάσῃ γῇ ζῶντες, ἐκ περιόδων καλοῦντες οἰκείαν οἱ τελευταῖοι τῶν ἄλλων οἰκησάμενοι. καί μοι δοκεῖ τις ἂν εἰπεῖν παραιτησάμενος τὸν φθόνον ὅτι οἱ μὲν ἄλλοι τὰς πόλεις οἰκοῦσιν, ὥσπερ στρατόπεδα, οἷς κατέλαβον ἐμμείναντες, μόνοις δὲ τοῖς ταύτης ἐγγόνοις τῆς χώρας ἡ πόλις ἐστὶ κυρία καὶ μόνη πόλεων, ἢ κομιδῆ γε ἐν ὀλίγαις ἑστίαν ἀκίνητον πρυτανείου δικαίως νέμει. πολλῶν δὲ ἐπιρρεόντων καὶ πάντων αὐτὸ ἕκαστον εἰπεῖν ἐπειγόντων αἱροῦμαι τὸ τῇ φύσει δεύτερον καὶ τὸ πρὸ αὐτοῦ βεβαιοῦν ἐφεξῆς ἀποδοῦναι. ἐπειδὴ γὰρ ἀνῆκεν ἡ χώρα τοὺς ἄνδρας, ἐκόσμει καὶ κατεσκεύαζε τὸν βίον αὐτοῖς, ἃ μητρὸς ἦν ἔργα ποιοῦσα, καὶ οὐ περιεῖδεν ὥσπερ ἀλλοτρίας τῆς τροφοῦ δεηθέντας, ἀλλʼ ἐκ τῶν αὐτῶν κόλπων ἐδωρεῖτο τὰ δεύτερα. καὶ γίγνεται δὴ πανήγυρις ὡς ἀληθῶς ἱερὰ καὶ ὑπὲρ γῆς πάσης τῆς οἰκουμένης ἐνταυθοῖ καὶ ὥσπερ ἐν θεωρίᾳ πάντα εἰς ἅμιλλαν κατέστη. ἔρρωτο μὲν ἡ γῆ πρὸς ἁπάσας γονὰς, θεοὶ δὲ συμφέροντες παρεῖχον οἱ μὲν φυτὰ, οἱ δὲ σπέρματα, οἱ δὲ βοσκήματα, ὧν ἔμελλεν ἡ φορὰ τὸ τοῦ ἀνθρώπου σῶμα κοσμήσειν οὐχ ἧττον ἢ τὸ οἰκεῖον καὶ παρέξειν τὴν σκέπην κοινὴν τοῖς μὲν τὴν ἐπέτειον καὶ πρώτην ἀεὶ, τοῖς δὲ εἰς ὅσον ἐξικνεῖτο· τέχνας δὲ ἐπὶ τούτοις ἔφαινον τὰς μὲν πυρὶ συγκεραννύντες, τὰς δὲ καὶ πυρὸς χωρίς. καίτοι ταῦτα οὐ μόνον τοῦ πλήθους ἕνεκα τῶν ἐνταῦθα καὶ φύντων καὶ φανέντων φιλοτιμίαν ἔχει τῇ πόλει καὶ χάριν, ἀλλὰ καὶ τεκμήρια παμμεγέθη τοῦ πρώτου λόγου, καὶ παντός ἐστιν ἐναργέστερα, ὅτι πρῶτον ἄνθρωπος ἐπὶ τῆσδε τῆς γῆς ἔστη, καὶ ταὐτὰ συμβαίνει πλήθει τε ὑπερφέρειν καὶ σημεῖα τῆς ἀληθείας ἀλλήλοις ἑξῆς εἶναι. πρώτους μὲν γὰρ φύντας ἔδει πρώτους καὶ δεηθῆναι, δεηθέντας δέ που καὶ τυχεῖν· καὶ μὴν τοῦτό γε ἀμήχανον μὴ θεοφιλεῖς ὄντας, θεοφιλεῖς δʼ αὖ τιθέναι τοὺς πρώτους ἀξιωθέντας φῦναι πῶς οὐκ εὔλογον; πάλιν γὰρ εἰς ταυτὸν ἐπανέρχεται. καὶ μὴν τούς γε θεοὺς ἀμφοτέρων χάριν εἰκὸς τῇ γῇ τὴν φορὰν πληρῶσαι, τοῦτο μὲν τῆς χρείας, ὅτι πρώτους, ὥσπερ ἔφην, τοὺς ἐν ταύτῃ κατελάμβανε, τοῦτο δὲ τῆς τιμῆς, ἣ τοῖς ἀρίστοις ὠφείλετο. λαβόντες δὲ οὕτω τὰς παρὰ τῶν θεῶν δωρεὰς οὕτως εὖ τοὺς δόντας ἐμιμήσαντο ὥστε αὐτοὶ τοῖς ἄλλοις ἀνθρώποις ἀντὶ τῶν θεῶν κατέστησαν, καὶ πεῖραν ταύτην πρώτην ἔδοσαν τοῦ κατʼ ἀξίαν τυχεῖν, τὸ χρήσασθαι τοῖς ὑπάρχουσιν ὡς προσῆκεν. οὐ γὰρ ἠξίωσαν αὐτὸ δὴ τοῦτο γῇ κρύψαντες ἐξαρκεῖν, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ φοβηθῆναι μὴ ἄρα τοὺς ἄλλους ἐξ ἴσου σφίσι ποιήσωσιν, ὥστʼ οὐκ εἶναι κάλλιον ᾠήθησαν ὅσῳ τῶν ἄλλων προέχουσιν ἐνδείξασθαι ἢ εἰ πάντας εὖ ποιοῦντες ὀφθήσονται. δοκεῖ δέ μοι καὶ Ἡρακλῆς ὕστερον παράδειγμα τοῦ βίου τήνδε τὴν πόλιν ποιησάμενος τὴν διάνοιαν ἐκείνην ὑπὲρ ἁπάντων ἀνθρώπων λαβεῖν, ἣ μετὰ τῶν θεῶν αὐτὸν καταστήσασα ἔχει. καὶ τὸ σημεῖον ἐναργὲς ἡ πρὸς Θησέα φιλία οὐ μόνον τῶν ἐκείνοις πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ τῶν οἱστισινοῦν πρὸς ἀλλήλους καθʼ ἑταιρίαν γενομένων παμπληθὲς ὑπερέχουσα. ἀνθʼ ὧν αὖ καὶ πρώτη πόλεων ἥδε ἐτίμησεν ἐκεῖνον ταῖς τῶν θεῶν τιμαῖς καὶ τοὺς παῖδας διετήρησε μόνη. ἀλλʼ ὁ λόγος γὰρ ὥσπερ ῥεῦμα φέρων ὑπήνεγκε βίᾳ· ἀναχωρεῖν οὖν ὅθεν ἐξέβην καιρός. πέμπουσι δὴ θείᾳ πομπῇ γῆν ἐπὶ πᾶσαν ἀφορμὰς τοῦ βίου, καθάπερ θεωρικοῦ τινος διάδοσιν ἐπιστήσαντες τῶν Δήμητρος, ὡς λέγεται, τροφίμων ἕνα, καὶ τὸ ἅρμα πτερωτὸν εἶναι φήμη κατέσχεν, ὅτι θᾶττον ἐλπίδος ᾔει πανταχοῦ, καὶ πρόσαντες οὐδʼ ἄβατον οὐδὲν ἦν αὐτῷ, ἀλλʼ ὥσπερ διὰ ψιλοῦ τοῦ ἀέρος, οὕτως ἐκομίζετο. δοκοῦσι δέ μοι κἀκεῖνον τὸν λόγον ἔργῳ πρῶτοι βεβαιῶσαι, καὶ καταδεῖξαι τὰς χάριτας ταχείας εἶναι τὴν φύσιν· εὖ γὰρ ποιοῦντες ἔφθανον τὴν ἐπιθυμίαν τῶν εὖ παθεῖν δεομένων. μνημεῖον δὲ καὶ σύμβολον τῆς θείας ἐκείνης πομπῆς καὶ τῆς εἰς ἅπαντας εὐεργεσίας αἱ παρὰ τῶν Ἑλλήνων ἀπαρχαὶ δεῦρʼ ἀφικνούμεναι καθʼ ἕκαστον ἔτος τῶν σπερμάτων ἐπὶ τῶν προτέρων χρόνων. ἔτι δὲ αἱ τοῦ θεοῦ μαντεῖαι, διʼ ὧν μητρόπολιν τῶν καρπῶν ὀνομάζει τὴν πόλιν, ἄμφω μαρτυρῶν, καὶ πρώτην ἔχειν καὶ τοῖς ἄλλοις παρʼ αὐτῆς γενέσθαι. τίθησι δὲ καὶ ἀγῶνας πρώτη πόλεων ἁπασῶν καὶ τὸ ἆθλον ἐκ τῶν εὐεργεσιῶν, καλῶς τὰ δοθέντα πιστουμένη. καίτοι πῶς οὐκ ἀληθῶς ἐκεῖνοι θεῶν