<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg012.perseus-grc2" n="86"><p>εἰς ταυτὸν τοὺς ὁμοτέχνους αὐτῶν συναγαγόντας παρὰ τούτου κελεύειν μανθάνειν ἃ χρὴ περὶ αὐτῶν φρονεῖν καὶ λέγειν. ἐγέλων δʼ ἔγωγε ἐπὶ τοῖς τὸν Πλάτωνα προϊσταμένοις καὶ περὶ τοῦτον μόνον φιλοσοφοῦσιν, ὁ δὲ τῷ Πλάτωνι παντὸς ἄλλου μᾶλλον γνώμην ἐμὴν κεχαρισμένος. καὶ τοσοῦτον τοὺς ἄλλους ἐνίκα ποιηταῖς, λογογράφοις, <pb xml:id="v.1.p.143"/> ἅπασι τοῖς ἄνθεσιν ὅσοις αἱ ὧραι, φασὶ, φύουσι. καὶ μὴν τοῦτό γε οὔθʼ ὑμᾶς λανθάνειν εἰκὸς οὔτε τοὺς ὕστερον ὡς καλὰ μὲν καὶ ἃ γράψας κατέλιπε καὶ βελτίονα τῶν ὁμοφύλων πάντων. ὅμως δὲ μικρὰ ἄττα εἴδωλα τῆς ἐκείνου παιδείας τε καὶ γνώμης. τοσοῦτον ἐνίκα ταῖς συνουσίαις ὥστʼ ἔμοιγε τὸ τοῦ Πλάτωνος αὐτοῦ παρίστασθαι, παιδιὰν εἶναι δοκεῖν τὰ ἐν τοῖς γράμμασι πρὸς τὰς ὁμιλίας αὐτὰς τῶν σοφῶν ἀνδρῶν· ὥστε τοῦτό γε μήποτε οἰηθῇ τις ἐκ τούτων ὄψεσθαι πάντα τὸν Ἀλέξανδρον· καίτοι τὸ τῆς Ὁμηρικῆς συγγραφῆς ἀποχρῶν καὶ ταύτῃ κόσμος εἶναι πολλαχῆ. δοκεῖ δέ μοι καὶ τὸ Αἰσώπου πρᾶγμα κομψὸν μέν τι γενέσθαι καὶ σοφὸν, τῇ δὲ Ἀλεξάνδρου παιδείᾳ παραβαλεῖν παιδιά· ἐπεὶ πόστον μέρος ἦν τῶν Ἀλεξάνδρου τὰ Αἰσώπου σοφὰ, τοσοῦτον τὰ δεύτερα τῶν πρώτων ὑμῖν βελτίω ἐξήνεγκεν ἡ γῆ. θαυμαστὸν δὲ καὶ τοῦτο. μόνῳ γὰρ αὐτῷ τὸ δαιμόνιον πάνθʼ ὁμαλῶς συμμετρησάμενον φαίνεται, σῶμα μὲν κάλλιστον καὶ ἰσχυρότατον καὶ ὑγιεινότατον καὶ γεραρώτατον. οὔκουν ἔμοιγε κριτῇ οὐδεὶς οὕτως ὡραῖος καὶ καλὸς ὡς ἐκεῖνος ἐν μυχῷ τοῦ γήρως. ψυχὴ δὲ ἡμερωτάτη καὶ παντὸς καλοῦ φυὴν μετεσχηκυῖα, παιδεία δὲ εἰς ὑπερβολὴν <pb xml:id="v.1.p.144"/> καὶ δόξα πρὸς ἀξίαν καὶ τιμαὶ παρʼ ἰδιωτῶν καὶ παρὰ βασιλέων παραπλήσιαι κατὰ τὴν ἑκατέρων τάξιν· καὶ κλῆρος οἴκου προϊὼν ἀεὶ καὶ πόνοι μετὰ ῥᾳστώνης καὶ βίου πέρατα μήκιστα, ὡς δʼ εἰπεῖν, πᾶν εἶδος εὐχῆς συνεληλυθὸς, καὶ τὸ δίκαιον θεωρούμενον μετὰ τῆς τύχης.</p></div></div></body></text></TEI>