<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg012.perseus-grc2" n="85"><p>τοῖς Ἕλλησιν εἰκότως ἂν ὑμῖν εἶχε φιλοτιμίαν· ἡ γὰρ ἐκείνου δόξα κοινὴ τῆς πόλεως γεγένηται. μέγα γὰρ καὶ πόλει καὶ ἔθνει ἕνα τὸν πρῶτον παρέχεσθαι. ὑμεῖς δὲ καὶ διαφερόντως ἑτέρων τῆς ἐκείνου τύχης ἀπελαύσατε. οὐδενὶ γὰρ τῶν πάντων οὕτως ὠνομάζετο ἡ πατρίς. ἀλλʼ ὥσπερ οἱ ἄλλοι πατρόθεν ἢ ἀπὸ τῶν ἄλλων πραγμάτων γνωρίζονται, οὕτως ἐκεῖνος μετὰ τῆς πόλεως εὐθὺς ἠκούετο. ἐπεὶ κἀν τοῖς βιβλίοις ἃ διωρθοῦτο τοῦτο ἐγκαταλέλειπται σύμβολον. ἐπὶ γὰρ τῷ Ἀλεξάνδρῳ παράγραμμα ἦν ἡ πατρίς. ὥστε ὁσάκις τις ἐκείνου μέμνηται, τοσαυτάκις ὑμεῖς εὐδοκιμεῖτε. καὶ καθέστηκεν ὑμῶν ἡ πόλις ἐν μητροπόλεως σχήματι τῇ ἀρχαίᾳ Ἑλλάδι. ἀνθʼ ὧν δικαίως τόν τε τάφον κοσμεῖτε καὶ ὡς ἀρχηγέτην καὶ οἰκιστὴν τιμᾶτε τοῖς πᾶσι τὸν ἄνδρα καὶ ψηφίζεσθε, ἃ τοῖς πρώτοις κτίσασι τὴν πόλιν ὑμῶν. ταῦτα γὰρ οὖν μικρόν τί με ὡς ἐπὶ τῇ συμφορᾷ παρεμυθήσατο ἀκούσαντα, καὶ διὰ ταῦτα μάλιστα ἐπιστεῖλαι προήχθην ἀγασθεὶς τῆς γνώμης. αἰσχρὸν γὰρ εἰ Ἀμφιπολῖται μὲν Βρασίδᾳ θύειν ἠξίουν <pb xml:id="v.1.p.142"/> ὡς ἥρωι καὶ οἰκιστῇ, ὅτι αὐτοὺς Ἀθηναίων ἀπέστησεν, ὑμεῖς δὲ ὃς ὑμᾶς συνέστησεν ἅπασι τοῖς Ἕλλησι, καὶ ὃς δυσχεροῦς μὲν οὐδενὸς οὐδενὶ πώποτε αἴτιος κατέστη, πάντας δὲ ὠφελῶν καὶ λόγῳ καὶ ἔργῳ διετέλεσεν ἀφʼ ὑμῶν ἀρξάμενος τῆς πατρίδος, τοῦτον μὴ ἐμέλλετε ἐν ἀρχηγέτου μοίρᾳ τιμήσειν, κοινοῦ γε τοῖς Ἕλλησιν, ὡς ἐγώ φημι.</p><p rend="align(indent)">καὶ μὴν εἰ Ὅμηρον Σμυρναίοις παρασχέσθαι καὶ Παρίοις Ἀρχίλοχον καὶ Βοιωτοῖς Ἡσίοδον καὶ Κείοις δὴ Σιμωνίδην καὶ Στησίχορον Ἱμεραίοις καὶ Θηβαίοις Πίνδαρον καὶ Μυτιληναίοις Σαπφὼ καὶ Ἀλκαῖον καὶ ἑτέροις ἑτέρους τινὰς φέρει φιλοτιμίαν, τὰς γὰρ Ἀθήνας ἐῶ τὰ νῦν, ἦ που καὶ ὑμᾶς μέγα φρονεῖν εἰκὸς ἐπὶ τῷ τούτους ἅπαντας κοσμήσαντι καὶ δείξαντι. οἶμαι γὰρ εἴ τις θεῶν ἔδωκεν αὐτοῖς ἀνάστασιν ἔτι τούτου ζῶντος πάντας ἂν </p></div></div></body></text></TEI>