<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg012.perseus-grc2" n="85"><p>τοῖς Ἕλλησιν εἰκότως ἂν ὑμῖν εἶχε φιλοτιμίαν· ἡ γὰρ ἐκείνου δόξα κοινὴ τῆς πόλεως γεγένηται. μέγα γὰρ καὶ πόλει καὶ ἔθνει ἕνα τὸν πρῶτον παρέχεσθαι. ὑμεῖς δὲ καὶ διαφερόντως ἑτέρων τῆς ἐκείνου τύχης ἀπελαύσατε. οὐδενὶ γὰρ τῶν πάντων οὕτως ὠνομάζετο ἡ πατρίς. ἀλλʼ ὥσπερ οἱ ἄλλοι πατρόθεν ἢ ἀπὸ τῶν ἄλλων πραγμάτων γνωρίζονται, οὕτως ἐκεῖνος μετὰ τῆς πόλεως εὐθὺς ἠκούετο. ἐπεὶ κἀν τοῖς βιβλίοις ἃ διωρθοῦτο τοῦτο ἐγκαταλέλειπται σύμβολον. ἐπὶ γὰρ τῷ Ἀλεξάνδρῳ παράγραμμα ἦν ἡ πατρίς. ὥστε ὁσάκις τις ἐκείνου μέμνηται, τοσαυτάκις ὑμεῖς εὐδοκιμεῖτε. καὶ καθέστηκεν ὑμῶν ἡ πόλις ἐν μητροπόλεως σχήματι τῇ ἀρχαίᾳ Ἑλλάδι. ἀνθʼ ὧν δικαίως τόν τε τάφον κοσμεῖτε καὶ ὡς ἀρχηγέτην καὶ οἰκιστὴν τιμᾶτε τοῖς πᾶσι τὸν ἄνδρα καὶ ψηφίζεσθε, ἃ τοῖς πρώτοις κτίσασι τὴν πόλιν ὑμῶν. ταῦτα γὰρ οὖν μικρόν τί με ὡς ἐπὶ τῇ συμφορᾷ παρεμυθήσατο ἀκούσαντα, καὶ διὰ ταῦτα μάλιστα ἐπιστεῖλαι προήχθην ἀγασθεὶς τῆς γνώμης. αἰσχρὸν γὰρ εἰ Ἀμφιπολῖται μὲν Βρασίδᾳ θύειν ἠξίουν <pb xml:id="v.1.p.142"/> ὡς ἥρωι καὶ οἰκιστῇ, ὅτι αὐτοὺς Ἀθηναίων ἀπέστησεν, ὑμεῖς δὲ ὃς ὑμᾶς συνέστησεν ἅπασι τοῖς Ἕλλησι, καὶ ὃς δυσχεροῦς μὲν οὐδενὸς οὐδενὶ πώποτε αἴτιος κατέστη, πάντας δὲ ὠφελῶν καὶ λόγῳ καὶ ἔργῳ διετέλεσεν ἀφʼ ὑμῶν ἀρξάμενος τῆς πατρίδος, τοῦτον μὴ ἐμέλλετε ἐν ἀρχηγέτου μοίρᾳ τιμήσειν, κοινοῦ γε τοῖς Ἕλλησιν, ὡς ἐγώ φημι.</p><p rend="align(indent)">καὶ μὴν εἰ Ὅμηρον Σμυρναίοις παρασχέσθαι καὶ Παρίοις Ἀρχίλοχον καὶ Βοιωτοῖς Ἡσίοδον καὶ Κείοις δὴ Σιμωνίδην καὶ Στησίχορον Ἱμεραίοις καὶ Θηβαίοις Πίνδαρον καὶ Μυτιληναίοις Σαπφὼ καὶ Ἀλκαῖον καὶ ἑτέροις ἑτέρους τινὰς φέρει φιλοτιμίαν, τὰς γὰρ Ἀθήνας ἐῶ τὰ νῦν, ἦ που καὶ ὑμᾶς μέγα φρονεῖν εἰκὸς ἐπὶ τῷ τούτους ἅπαντας κοσμήσαντι καὶ δείξαντι. οἶμαι γὰρ εἴ τις θεῶν ἔδωκεν αὐτοῖς ἀνάστασιν ἔτι τούτου ζῶντος πάντας ἂν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg012.perseus-grc2" n="86"><p>εἰς ταυτὸν τοὺς ὁμοτέχνους αὐτῶν συναγαγόντας παρὰ τούτου κελεύειν μανθάνειν ἃ χρὴ περὶ αὐτῶν φρονεῖν καὶ λέγειν. ἐγέλων δʼ ἔγωγε ἐπὶ τοῖς τὸν Πλάτωνα προϊσταμένοις καὶ περὶ τοῦτον μόνον φιλοσοφοῦσιν, ὁ δὲ τῷ Πλάτωνι παντὸς ἄλλου μᾶλλον γνώμην ἐμὴν κεχαρισμένος. καὶ τοσοῦτον τοὺς ἄλλους ἐνίκα ποιηταῖς, λογογράφοις, <pb xml:id="v.1.p.143"/> ἅπασι τοῖς ἄνθεσιν ὅσοις αἱ ὧραι, φασὶ, φύουσι. καὶ μὴν τοῦτό γε οὔθʼ ὑμᾶς λανθάνειν εἰκὸς οὔτε τοὺς ὕστερον ὡς καλὰ μὲν καὶ ἃ γράψας κατέλιπε καὶ βελτίονα τῶν ὁμοφύλων πάντων. ὅμως δὲ μικρὰ ἄττα εἴδωλα τῆς ἐκείνου παιδείας τε καὶ γνώμης. τοσοῦτον ἐνίκα ταῖς συνουσίαις ὥστʼ ἔμοιγε τὸ τοῦ Πλάτωνος αὐτοῦ παρίστασθαι, παιδιὰν εἶναι δοκεῖν τὰ ἐν τοῖς γράμμασι πρὸς τὰς ὁμιλίας αὐτὰς τῶν σοφῶν ἀνδρῶν· ὥστε τοῦτό γε μήποτε οἰηθῇ τις ἐκ τούτων ὄψεσθαι πάντα τὸν Ἀλέξανδρον· καίτοι τὸ τῆς Ὁμηρικῆς συγγραφῆς ἀποχρῶν καὶ ταύτῃ κόσμος εἶναι πολλαχῆ. δοκεῖ δέ μοι καὶ τὸ Αἰσώπου πρᾶγμα κομψὸν μέν τι γενέσθαι καὶ σοφὸν, τῇ δὲ Ἀλεξάνδρου παιδείᾳ παραβαλεῖν παιδιά· ἐπεὶ πόστον μέρος ἦν τῶν Ἀλεξάνδρου τὰ Αἰσώπου σοφὰ, τοσοῦτον τὰ δεύτερα τῶν πρώτων ὑμῖν βελτίω ἐξήνεγκεν ἡ γῆ. θαυμαστὸν δὲ καὶ τοῦτο. μόνῳ γὰρ αὐτῷ τὸ δαιμόνιον πάνθʼ ὁμαλῶς συμμετρησάμενον φαίνεται, σῶμα μὲν κάλλιστον καὶ ἰσχυρότατον καὶ ὑγιεινότατον καὶ γεραρώτατον. οὔκουν ἔμοιγε κριτῇ οὐδεὶς οὕτως ὡραῖος καὶ καλὸς ὡς ἐκεῖνος ἐν μυχῷ τοῦ γήρως. ψυχὴ δὲ ἡμερωτάτη καὶ παντὸς καλοῦ φυὴν μετεσχηκυῖα, παιδεία δὲ εἰς ὑπερβολὴν <pb xml:id="v.1.p.144"/> καὶ δόξα πρὸς ἀξίαν καὶ τιμαὶ παρʼ ἰδιωτῶν καὶ παρὰ βασιλέων παραπλήσιαι κατὰ τὴν ἑκατέρων τάξιν· καὶ κλῆρος οἴκου προϊὼν ἀεὶ καὶ πόνοι μετὰ ῥᾳστώνης καὶ βίου πέρατα μήκιστα, ὡς δʼ εἰπεῖν, πᾶν εἶδος εὐχῆς συνεληλυθὸς, καὶ τὸ δίκαιον θεωρούμενον μετὰ τῆς τύχης.</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg012.perseus-grc2" n="87"><p>καίτοι πάντα τὸν αὐτὸν λαβεῖν ἐδόκει μέχρι τούτου τῶν ἀδυνάτων εἶναι, ὁ δὲ ἢ τῶν γε δὴ πλείστων ἀνὴρ εἷς τυχὼν φαίνεται. γνοίη δʼ ἄν τις ἐξετάσας ἓν μόνον αὐτοῦ τὸ περὶ τὴν συνουσίαν τὴν πρὸς τοὺς βασιλέας καὶ παραθεὶς τὴν Ἀριστοτέλους πρὸς Φίλιππον καὶ Ἀλέξανδρον γενομένην. ὡς ἡ μὲν ἐκείνου οὐ παντάπασιν ἀναίτιος τοῖς Ἕλλησιν, ἀλλʼ ἐδόκει τοῖς ἀνταγωνισταῖς καὶ τοῖς πολεμίοις συνεῖναι τοῦ κοινοῦ γένους, ἡ δὲ τούτου μετὰ τῆς δυνάμεως τὴν εὐδοξίαν εἶχεν. οὐ γὰρ δυσμενέσι καὶ τοῖς πολεμίοις τῶν Ἑλλήνων, ἀλλʼ εὐεργέταις, οὐδʼ ἐπὶ τῷ κοινῷ κακῷ τῶν ὁμοφύλων συνῆν, ἀλλὰ καὶ πρὸς τῷ μηδὲν ἐναντιοῦσθαι καὶ ὠφελῶν εἴ τι δυνατὸν ἀεὶ τὸν εἰς χρείαν ἐλθόντα τῶν Ἑλλήνων καὶ δημοσίᾳ πᾶσιν ἀντὶ προξένου κοινοῦ καθεστηκώς. τὴν δʼ αὖ Πλάτωνος πρὸς Διονύσιον, ὄντα μὲν δή που τὸν Διονύσιον ὅστις ὤφθη καλῶς ὕστερον ἐν Κορίνθῳ.</p><p rend="align(indent)">ἀλλʼ ἐῶ τοῦτο. ἀλλʼ ὅ γε ἐβουλόμην εἰπεῖν περὶ τῆς ὁμιλίας, ὅτι γενναίαν μὲν, εὐτυχῆ δὲ οὐκ ἔξεστι προσειπεῖν, αὐτῷ δὲ ὑπῆρξεν ἀμφότερα, καὶ βούλεσθαι τὰ βέλτιστα ἀεὶ καὶ τυγχάνειν. καὶ γὰρ οὖν οὐ ῥᾴδιον εὑρεῖν ὁποτέρῳ τῷ γένει μᾶλλον ἀνὴρ τίμιος, πότερα τῷ <pb xml:id="v.1.p.145"/> Ῥωμαίων, ἢ τῷ Ἑλληνικῷ, οὕτω πολλοῦ τοῖς ἄρχουσιν ἄξιον παρέσχεν ἑαυτόν. ἐν τίσι δὲ ἀνθρώπων οὐκ εἰκὸς ἐκείνου λόγον εἶναι καὶ πάλαι καὶ νῦν; τίνες οὕτως ἐπʼ ἐσχάτοις οἰκοῦσι; τίνες οὕτω τῶν καλῶν ἀναίσθητοι; τίς οὐ δακρύσει τῆς φήμης ἐπελθούσης; καὶ γὰρ εἰ καθʼ ὥραν ὁ θάνατος, ἀλλʼ οὐ τοῖς γε Ἕλλησιν ὡραῖον ἀνδρὸς τοιούτου στερηθῆναι. ἦ που νῦν ἅπασα μὲν ποίησις ἀπήνθηκε, πᾶσα δὲ συγγραφὴ συνέσταλται, πάντα δʼ ὑπολέλοιπε τὸν ἐξηγητὴν καὶ προστάτην οὐκ ἔχοντα, χήρα δʼ ἡ τέχνη. συνέσταλται δʼ ἀναγκαίως μικρὰ μικρῶς τοῖς πολλοῖς. ὃ δέ φησιν Ἀριστοφάνης περὶ Αἰσχύλου σκότον εἶναι τεθνηκότος, τοῦτʼ ἄξιον καὶ περὶ τούτου νῦν εἰπεῖν</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg012.perseus-grc2" n="88"><p>εἰς παιδείας λόγον. ὦ σχῆμα κάλλιστον. ὦ τῶν Ἑλλήνων πρεσβύτατε. ὦ διὰ βίου θαυμασθείς. ὦ ποθεινὸς μὲν τοῖς ἐντυχοῦσι, ποθεινὸς δὲ τοῖς ἄλλοις ἐντυχεῖν, μακαριστὸς δὲ καὶ τῆς τελευτῆς ἧς πυνθανόμεθα, ὃς οὐκ ἐν νόσοις ἀναλωθεὶς οὐδὲ ὀδύναις πληγεὶς, ἀλλὰ διημερεύσας ἐν τοῖς εἰωθόσιν, ὥσπερ κληθεὶς ὑπὸ τοῦ δαίμονος μεθῆκας ἐπὶ τῷ βιβλίῳ τὴν ψυχὴν, καὶ κατʼ ἐπωνυμίαν ἐτελεύτησας τὸν βίον, ὥσπερ οἵ τι ἄλλο ἐξειργασμένοι διʼ ἀκριβείας εἰς τέλος, ἅπασαν δὴ τὴν πορείαν τοῦ βίου διεξελθὼν καὶ τὰ σαυτοῦ πράξας εἰς τὸ ἔσχατον τῆς δυνάμεως. εἰ δὲ <pb xml:id="v.1.p.146"/> ἀληθεῖς οἱ Πινδάρου λόγοι καὶ Πλάτωνος καὶ παντὸς τοῦ περὶ Ἀλέξανδρον ἐργαστηρίου καὶ διατριβαί τινές εἰσι τῶν ἐν Ἅιδου, ἦ που νῦν ποιητῶν τε χοροὺς εἰκὸς ἵστασθαι περὶ ἐκεῖνον ἀρχομένων ἀπὸ Ὁμήρου τὴν δεξιὰν προτεινόντων καὶ λογοποιῶν καὶ συγγραφέων καὶ ἁπάντων ὡς αὑτὸν ἑκάστου καλοῦντος καὶ μεθʼ αὑτοῦ σκηνοῦσθαι κελεύοντος, ταινιούντων, ἀναδούντων, καὶ οὐ δή τοι μετὰ κρίσεώς τε καὶ ἀμφισβητήσεως πρὸς ἕτερον, ἀλλʼ ἀπὸ τῆς πρώτης βοῆς· οἶμαι δὲ οὐδὲ καταβήσεσθαι πολλῶν ἐτῶν κεφαλὴν ἀξιόχρεω πρὸς τοῦτον ἀγωνίσασθαι, ἀλλʼ εἶναι διηνεκῆ τὸν θρόνον αὐτοῦ ὡς ἀρίστου κήρυκος τῶν Ἑλλήνων καὶ προηγητοῦ. μηδεὶς δʼ ὑμῶν <pb xml:id="v.1.p.147"/> νεμεσήσῃ, εἰ μεταξὺ γράφων πρὸς ὑμᾶς ταῦτα ἀπεφθεγξάμην, ἐπεὶ καὶ αὐτῆς τῆς ἐπιστολῆς αἴτιον τὸ βούλεσθαι περὶ ἐκείνου καὶ ἀκούειν καὶ λέγειν. οὐ μὴν οὐδὲ δάκνεσθαί γε ἐπὶ τῷ ἀνδρὶ ἔγκλημα, οὐδʼ εἰ τηλικοῦτος ὢν οἴχεται· μάλιστα μὲν γὰρ οὐ τὰ νεώτατα εἰκὸς ἀσπάζεσθαι, ἀλλὰ τὰ σπουδαιότατα. ἔπειτα καὶ ἡ ζημία τοσούτῳ μείζων ὅσῳ μεῖζον καὶ σπανιώτερον τὸ ἕρμαιον ἄνδρα ἐν τούτῳ γήρως ἰδεῖν οὕτω τοῖς πᾶσι πράττοντα, καὶ διὰ πάντων σώζοντα τὴν ἕξιν ὑγιείας, μνήμης, συνέσεως, φαιδρότητος,</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg012.perseus-grc2" n="89"><p>τῶν ἄλλων. πολὺ γὰρ μᾶλλον ἔτι ζῶντος εἰκὸς ἀγωνιᾶσαι μή ποτε ἀπαλλαγείη καὶ προσορᾶν, ἕως ἐνῆν, ὥσπερ ἄλλο τι ἀγαπητὸν ἢ τελευτήσαντος τὴν ἡλικίαν ὑπολογίζεσθαι. ἀλλὰ ταῦτα μὲν οὐ δέος μή τις ὑμῶν ἐπιτιμήσῃ, οὓς ἅπαν ἀκούω καὶ ποιεῖν καὶ λέγειν. ἐπιστρέψω δὲ πρὸς ὑμᾶς αὖθις τῷ λόγῳ, βραχέα δʼ ἔσται τὰ λοιπά. φημὶ γὰρ ὑμᾶς τοῖς τε ἄλλοις ἅπασι δικαίως ἐκεῖνον τιμᾶν καὶ τῶν οἰκείων αὐτοῦ μεμνημένους ὀρθότατα ποιεῖν καὶ προσήκοντα τῇ πάσῃ γνώμῃ, γυναῖκα μὲν τὴν ἐκείνου καθάπερ τινὰ ἱερὰν νομίζοντας καὶ ἀγαθοῦ τινος δαίμονος λῆξιν, εἰ θέμις εἰπεῖν, συγγενεῖς δὲ τοὺς ἐκείνου <pb xml:id="v.1.p.148"/>κάλλιστα ὑπομνήματα ἐκείνου νομίζοντας, παῖδας δὲ τοὺς μὲν πρεσβυτέρους διʼ αἰδοῦς ἁπάσης ἄγοντας, τὸν δὲ νεώτατον ἐκτρέφοντας τέως προθυμότατα καὶ ἐπιτροπεύοντας δημοσίᾳ.</p><p rend="align(indent)">συμβέβηκε δὲ αὐτῷ πάθος οὐ φαυλότατον· πλείστους γὰρ Ἑλλήνων παιδεύσας ὁ πατὴρ αὐτοῦ καὶ παῖδάς τε ὧν ἐπαίδευσε παιδεῦσαι ἐφικόμενος τὸν υἱὸν οὐκ ἐξίκετο τὸν αὑτοῦ, ἀλλʼ ἑτέρου δεῖται διδασκάλου ὁ τοῦ κοινοῦ τῶν Ἑλλήνων. ὑμεῖς δὲ καὶ ταύτην τὴν συμφορὰν καὶ πᾶσαν τὴν περὶ τὸ συμβεβηκὸς δυσχέρειαν ἀνασώσασθε, ὡς ἐν πατέρων μοίρᾳ προεστῶτες, συνελόντι δʼ εἰπεῖν τὴν ἑστίαν τὴν Ἀλεξάνδρου δημοσίαν ὑμῶν νομίζοντες· παρακελεύσασθαι δέ μοι ταῦτα ἀναγκαῖον, ὅπερ γε καὶ ἐν ἀρχῇ τῆς ἐπιστολῆς εἶπον, ἢ ὅ τι βούλεσθε καλεῖν τὸ βιβλίον, πολλαχῆ μοι τἀκείνου προσῆκεν· ἐπεὶ καὶ τῆς φιλίας ἣν ἐφίλουν ἐκεῖνον πρέποντας τοὺς καρποὺς ἐκομιζόμην· οὗτοι δʼ ἦσαν οὐχ ἧττον φιλοῦντα ἐφίλουν, ἔδειξε δὲ χωρὶς τῶν ἄλλων καὶ οἷς ὅτε ἐνόσουν ἐν Ῥώμῃ ἔπραξεν, οὐδὲν ὅ τι οὐ γιγνόμενος τῶν εἰς σωτηρίαν ἔμοιγε, καὶ τοῦ γε εἰς τὴν οἰκείαν σωθῆναι μετὰ </p></div></div></body></text></TEI>