<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg012.perseus-grc2" n="83"><p>ὅμοιον τῷ πρὸς τοὺς φοιτῶντας ἀφθόνῳ καὶ ἀφειδεῖ; διὸ τῶν τε μαθημάτων εὐθέως ἐνεπίμπλη καὶ ὅσους ἑώρα βίου δεομένους συστάσεις αὐτοῖς καὶ τάξεις ἐπορίζετο· ὥστε πλείστους δὴ εἷς ἀνὴρ οὗτος παιδεύσας τε καὶ διαδοὺς φαίνεται καὶ γενόμενος ἀκριβῶς τοῖς Ἕλλησιν ἀντʼ οἰκιστοῦ.</p><p rend="align(indent)">εἰκάσαι δὲ ἔξεστι τὸ κατʼ αὐτὸν καὶ ταῖς <pb xml:id="v.1.p.138"/> μητροπόλεσιν. ἄλλους γὰρ ἄλλοθι τῆς γῆς κατῴκισεν, ἐπʼ ὠφελείᾳ αὐτῶν τε ἐκείνων καὶ τῶν χρωμένων. μόνος δὲ καὶ τὸν Ἡσίοδον ἤλεγξεν ἔργῳ ψευδόμενον ποιήσαντα ὅτι καὶ ἀοιδὸς ἀοιδῷ φθονέει. ἦν γὰρ τῶν ὁμοτέχνων οἷον πατὴρ κοινὸς, καὶ πάντες ἐπʼ ἐκείνῳ πλείους ἐλπίδας εἶχον ἢ ἕκαστος ἑαυτῷ. μόνος δʼ ἰδιώτας τε οὐκ ἤλεγχε καὶ παρὰ τοῖς δεξιοῖς εἰς τὰ πρῶτα ἐθαυμάζετο. καὶ μόνος πλήθει τε καὶ ἀκριβείᾳ μαρτύρων ἐνίκα. ἦν δὲ καὶ τοῖς περὶ τοὺς λόγους φιλοτιμία ἐκείνῳ συγγεγονέναι καὶ τοῖς ἄλλως ἐνδόξοις τε καὶ λαμπροῖς ἀντʼ ἄλλου τινὸς τῶν εἰς τὸ ὑπερέχειν τὸ ἐκείνῳ χρωμένους φαίνεσθαι. ὥστʼ ἦν ἅπασιν ἀσπαστὸς, καὶ ὁπότε μὴ δημοσιεύοι, ἢ παρὰ τοῖς δυνάσταις ἂν ἦν, ἢ ἐν αὐτῷ τῷ βασιλέως οἴκῳ. καὶ μὴν καὶ τὰς μετὰ τῶν βασιλέων διατριβὰς ὥσπερ ὁδῷ τινι χρησάμενος οὕτως ἐποιήσατο, διὰ παντὸς γὰρ τοῦ Ἑλληνικοῦ πρωτεύσας καὶ πεῖραν ἑαυτοῦ παρασχὼν μυρίαν, οὕτως καὶ εἰς βασιλέως αὐλάς τε καὶ ἀκοὰς ἀφίκετο. ἐκ δὲ <pb xml:id="v.1.p.139"/> τούτου ἕτερος παρʼ ἑτέρου παραλαμβάνων αὐτὸν εἶχεν ἀντʼ ἄλλου κόσμου τῶν βασιλικῶν. γενόμενος τοίνυν ἐπʼ ἐξουσίας καὶ δυνάμεως τοσαύτης ὥστε καὶ τροφέως χώραν, οὐχὶ διδασκάλου μόνον τῶν παίδων ἔχειν, τὴν μὲν ἄλλην σωφροσύνην καὶ κοσμιότητα ὅσην παρέσχετο οὐ φαῦλον ἔργον διηγήσασθαι. ἔπραττε δὲ ταυτὸν ὅπερ καὶ περὶ τὰς ἀρχαίας διατριβάς. ἔν τε γὰρ ταῖς διατριβαῖς δυσχεροῦς μὲν οὐδενὸς οὐδενὶ πώποτε τῶν πάντων αἴτιος γενέσθαι λέγεται, ἀγαθοῦ δὲ ἀεί τινος καὶ μαθηταῖς αὐτοῖς καὶ παιδαγωγοῖς αὐτῶν. καὶ γὰρ ἐλευθέρους ἀφεθῆναι καὶ </p></div></div></body></text></TEI>