οὐδεὶς ἦν ἐκείνων μείζων αὐτοῦ. καὶ μὴν οἱ μὲν ἄλλοι τῶν μεγάλων ὀρεγόμενοι τὰ μικρὰ παριᾶσιν, ὁ δὲ ἀρξάμενος ἐκ τῶν βραχυτάτων ἄχρι τῶν τελεωτάτων διεξῆλθεν, ὥσπερ φασὶ καὶ μυεῖσθαι θεμιτὸν εἶναι τὰ μικρὰ πρῶτον. ἕτεροι δὲ τὰ μὲν ἴχνη καὶ τὰς ἀρχὰς μέχρι πολλοῦ διηρευνήσαντο, μᾶλλον δὲ καὶ κατέτριψαν ἐν τούτοις τὸν ἑαυτῶν βίον, ὧν δὲ ἕνεκα ταῦτα ἐξευρεῖν ἄξιον οἱ μὲν ὅλως οὐκ εἶδον, οἱ δʼ οὐκ ἐφίκοντο, ὡς ἔοικεν· ὁ δʼ ὥσπερ ὁδόν τινα ἐξ ἀρχῆς εἰς τέλος ἠρευνήσατο, οὐδὲν οὐδαμοῦ παριεὶς τῶν σχολῆς καὶ ὁποσηστινοσοῦν ἀξίων. καὶ γάρ τοι κατέστη τοῖς Ἕλλησιν ἀντὶ ταμιείου κοινοῦ· ἦν γὰρ ὅτου τις δέοιτο τῶν εἰς παιδείαν παρʼ ἐκείνου λαμβάνειν, ὥσπερ ἐκ πηγῶν ἀρυόμενον. τὸ δὲ δὴ μέγιστον τῶν ἐκείνου καὶ μάλιστα ἄξιον ἐπισημήνασθαι, ὃ καὶ πρὸς αὐτὸν ἔγωγέ ποτε εἶπον διαλεγόμενος· πάντα γὰρ ὥσπερ λέγω διεξελθὼν τὰ μαθήματα καὶ οὐδὲν ἔσθʼ ὅ τι οὐκ ἀκριβέστερον τῶν ἐφʼ ἑκάστῳ καθημένων, οὔτε τὸ σοβαρώτατον αὑτῷ τῶν ὀνομάτων ἐπεγράψατο, ἀλλʼ ἔμεινεν ἐπὶ τοῦ ἀρχαίου, καὶ τοὺς ἄλλους οὐκ ἀπεστέρει τῶν διατριβῶν, ἀλλὰ συμπράττων ἑκάστοις ἦν φανερὸς καὶ συναύξων κατὰ δύναμιν ἀεί. καὶ γὰρ οὖν οἱ μὲν ἄλλοι μείζους διὰ τὰς τέχνας γίγνονται, ὁ δὲ καὶ τὴν τέχνην αὐτὴν μείζω τῷ παρʼ ἑαυτοῦ μέρει κατέστησε· πολλαχόθεν γὰρ αὐτὴν ἦρεν, ὥστʼ ἀπʼ ἐκείνου τὸ σχῆμα ἔχειν. τοῖς μὲν γὰρ ἄλλοις ἐξαρκεῖ τῶν καθʼ αὑτοὺς ὑπερσχεῖν, ὁ δὲ συμπάσης ἁπλῶς τῆς τέχνης πρωτεύσας φαίνεται. τῶν γὰρ ἄλλων τῶν ἐνταῦθα παιδείας ταχθέντων τῶν μὲν κρίσεως εὖ σχεῖν δοξάντων, φωνὴν δὲ οὐδένων γενομένων, τῶν δʼ εἰπεῖν μὲν ἐξικνουμένων, τῇ δʼ ἐπιστήμῃ οὐ πολλὰ ὡμιληκότων, τῶν δʼ αὖ πολυμάθειαν ἀσκησάντων, ὑπὸ δʼ αὐτῆς ταύτης εἰς τὰ κρείττω τυφλωθέντων καὶ μεθέντων τὸ βέλτιστον, πάντα δὴ συλλαβὼν εἷς ἀνὴρ εἶχε. καὶ μὴν τό γε φωνῆς οὕτως ἔχοντα μὴ εἰς συγγραφάς τε καὶ τοιοῦτον σχῆμα ἀναχωρῆσαι, ἀλλʼ ἑλέσθαι τὴν τοῖς παλαιοῖς Ἕλλησι διακονίαν, πῶς οὐχ