ἐν οἰκείας δόξης μέρει τὸ καθʼ ἡμᾶς τιθέμενος. ἕως μὲν οὖν ἐξῆν ὡς ἐκεῖνον πέμπειν, ἐποίουν τοῦτο, καί τις ἦν ἡμῖν οὐκ ἄμουσος διατριβὴ περὶ λόγους διὰ γραμμάτων. ἐπειδὴ δʼ οὐκέτʼ ἔξεστιν ἐκείνῳ διαλέγεσθαι καὶ οὐδʼ ἃ πρώην ἔτυχον πέμψας ἀπεδέξατο ταῖς ἡδίσταις ἐμοὶ χερσὶν, ὑπόλοιπον ἦν ὡς ὑμᾶς ἀποστεῖλαι τὴν τῆς πόλεως ἑστίαν ἀντʼ ἐκείνου θέμενον. ἐδόκουν γὰρ οὕτως Ἀλέξανδρόν τε διπλῇ τιμῇ τιμῆσαι, ἅμα μὲν αὐτοῦ μεμνημένος τὰ πρέποντα, ἅμα δὲ ὑμᾶς οἰκειούμενος διʼ ἐκεῖνον, ὑμῖν τε δὶς ἂν ποιεῖν κεχαρισμένα, δημοσίᾳ τε θαρρῶν ὑμῖν καὶ μεμνημένος ἀνδρὸς οὗ πλεῖστον λόγον ποιεῖσθε· οἶμαι δʼ οὐχ ὑμεῖς μόνον, ἀλλὰ καὶ πάντες ὅσοι καὶ ὁπωσοῦν τελοῦσιν εἰς Ἕλληνας. συμβαίνει δʼ ἐμοὶ τῇ μὲν μνήμῃ πάντων ἐφικνεῖσθαι τῶν ἐκείνου καλῶν, τῷ λόγῳ δὲ ἀπόρως ἔχειν ἐπεξελθεῖν. ἀθρόα γὰρ πάντα ἐπέρχεται, ἃ καθʼ ἕκαστον μὲν εἰπεῖν ἀδύνατον, ἀρχὴν δὲ οὐδὲ πειρᾶσθαι καιρὸν ἔχειν μοι δοκεῖ· ἀπὸ μέρους δʼ εἰ λέγοιμι, δέδοικα μὴ βελτίων ὦ σιωπῶν. ἐκεῖνος γὰρ ἓν μὲν καὶ πρῶτον ἁπάντων μετέθηκε τὸ γιγνόμενον περὶ τοὺς ἐπαίνους. τοσοῦτον γὰρ ἀπέσχε τοῦ διὰ κοινότητα γένους εὐδοκιμεῖν, οἷον ἔθνει προσφεύγων ἢ πόλει, ὥστε παλαιότατον μὲν δή που γενῶν τὸ ὑμέτερον καὶ ἐν τῷ κοινῷ γένει τῶν Φρυγῶν ἡ πόλις αὖ, καθά φασιν, ἡ ὑμετέρα, ὁ δὲ καὶ τῇ πόλει καὶ τῷ γένει σύμπαντι τὴν φιλοτιμίαν αὑτοῦ κατέστησε, καὶ πᾶσιν ὑμῖν οὐ μικρὸν καύχημα πρὸς τοὺς Ἕλληνας ἐκείνου πολίτας εἶναι. διδασκάλοις δὲ χρήσασθαι μὲν λέγεται τοῖς ἀρίστοις, ὑπερβαλόμενος δʼ ὅσον παῖδας ἅπαντας φαίνεται. ἐφαψάμενος δὲ τοῖς χρόνοις τῆς ἡλικίας ἁπάντων τῶν ἐνδοξοτάτων τῶν μὲν ἀρχαιοτάτων μαθητὴς, τῶν δʼ ἐπὶ τούτοις ἁπάντων τῶν μὲν διδάσκαλος, τῶν δὲ συνεργὸς κατέστη. καὶ ὁποίους μέν τινας ἀπειργάσατο ἐροῦσιν ἕτεροι, οἷς δʼ αὖ συνεπαίδευσεν