<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg012.perseus-grc2" n="80"><p rend="align(center)">Ἀριστείδης τῇ βουλῇ καὶ τῷ δήμῳ τῷ Κοτυαέων χαίρειν.</p><p>εἰκὸς μὲν ἦν καὶ ἀπὸ πάσης τῆς Ἑλλάδος ὡς ὑμᾶς ἰέναι συναχθεσθησομένους ἐπὶ τοιαύτῃ συμφορᾷ καὶ κοσμήσοντας ἄνδρα τῶν Ἑλλήνων τοσοῦτον πρῶτον· ἐγὼ δʼ οὖν πέμπων καὶ τάττων ἐμαυτὸν εἰς τοὺς οἰκεῖον τὸ συμβεβηκὸς νομίζοντας οὐκ ἄν μοι περιεργάζεσθαι δοκῶ. ὅσα γὰρ νομίζεται κατʼ ἀνθρώπους καλὰ καὶ ἔντιμα ὀνόματα καὶ παισί τε ἡδονὴν ἔχοντα καὶ πρεσβυτέροις αἰδέσιμα, οὐδὲν τούτων ἀνὴρ ἐλλελοιπὼς ἦν ἐμοί. ἀλλὰ καὶ τραφεὶς ὑπʼ ἐκείνῳ καὶ παιδευθεὶς καὶ ὅσων ἡ τύχη παρέσχε μετὰ ταῦτα κοινωνήσας πάντων διὰ σπουδῆς, τροφέα, διδάσκαλον, πατέρα, ἑταῖρον, πάντʼ εἶχον καλεῖν. μέγιστον δʼ ἦν ἡμῖν πρὸς ἀλλήλους ὅτι ἴσον φρονῆσαι ἐπʼ ἀλλήλοις εἴχομεν, ἐγὼ μὲν ἐκείνῳ διδασκάλῳ φιλοτιμούμενος, ὁ δʼ</p></div></div></body></text></TEI>