Ἀριστείδης τῇ βουλῇ καὶ τῷ δήμῳ τῷ Κοτυαέων χαίρειν. εἰκὸς μὲν ἦν καὶ ἀπὸ πάσης τῆς Ἑλλάδος ὡς ὑμᾶς ἰέναι συναχθεσθησομένους ἐπὶ τοιαύτῃ συμφορᾷ καὶ κοσμήσοντας ἄνδρα τῶν Ἑλλήνων τοσοῦτον πρῶτον· ἐγὼ δʼ οὖν πέμπων καὶ τάττων ἐμαυτὸν εἰς τοὺς οἰκεῖον τὸ συμβεβηκὸς νομίζοντας οὐκ ἄν μοι περιεργάζεσθαι δοκῶ. ὅσα γὰρ νομίζεται κατʼ ἀνθρώπους καλὰ καὶ ἔντιμα ὀνόματα καὶ παισί τε ἡδονὴν ἔχοντα καὶ πρεσβυτέροις αἰδέσιμα, οὐδὲν τούτων ἀνὴρ ἐλλελοιπὼς ἦν ἐμοί. ἀλλὰ καὶ τραφεὶς ὑπʼ ἐκείνῳ καὶ παιδευθεὶς καὶ ὅσων ἡ τύχη παρέσχε μετὰ ταῦτα κοινωνήσας πάντων διὰ σπουδῆς, τροφέα, διδάσκαλον, πατέρα, ἑταῖρον, πάντʼ εἶχον καλεῖν. μέγιστον δʼ ἦν ἡμῖν πρὸς ἀλλήλους ὅτι ἴσον φρονῆσαι ἐπʼ ἀλλήλοις εἴχομεν, ἐγὼ μὲν ἐκείνῳ διδασκάλῳ φιλοτιμούμενος, ὁ δʼ ἐν οἰκείας δόξης μέρει τὸ καθʼ ἡμᾶς τιθέμενος. ἕως μὲν οὖν ἐξῆν ὡς ἐκεῖνον πέμπειν, ἐποίουν τοῦτο, καί τις ἦν ἡμῖν οὐκ ἄμουσος διατριβὴ περὶ λόγους διὰ γραμμάτων. ἐπειδὴ δʼ οὐκέτʼ ἔξεστιν ἐκείνῳ διαλέγεσθαι καὶ οὐδʼ ἃ πρώην ἔτυχον πέμψας ἀπεδέξατο ταῖς ἡδίσταις ἐμοὶ χερσὶν, ὑπόλοιπον ἦν ὡς ὑμᾶς ἀποστεῖλαι τὴν τῆς πόλεως ἑστίαν ἀντʼ ἐκείνου θέμενον. ἐδόκουν γὰρ οὕτως Ἀλέξανδρόν τε διπλῇ τιμῇ τιμῆσαι, ἅμα μὲν αὐτοῦ μεμνημένος τὰ πρέποντα, ἅμα δὲ ὑμᾶς οἰκειούμενος διʼ ἐκεῖνον, ὑμῖν τε δὶς ἂν ποιεῖν κεχαρισμένα, δημοσίᾳ τε θαρρῶν ὑμῖν καὶ μεμνημένος ἀνδρὸς οὗ πλεῖστον λόγον ποιεῖσθε· οἶμαι δʼ οὐχ ὑμεῖς μόνον, ἀλλὰ καὶ πάντες ὅσοι καὶ ὁπωσοῦν τελοῦσιν εἰς Ἕλληνας. συμβαίνει δʼ ἐμοὶ τῇ μὲν μνήμῃ πάντων ἐφικνεῖσθαι τῶν ἐκείνου καλῶν, τῷ λόγῳ δὲ ἀπόρως ἔχειν ἐπεξελθεῖν. ἀθρόα γὰρ πάντα ἐπέρχεται, ἃ καθʼ ἕκαστον μὲν εἰπεῖν ἀδύνατον, ἀρχὴν δὲ οὐδὲ πειρᾶσθαι καιρὸν ἔχειν μοι δοκεῖ· ἀπὸ μέρους δʼ εἰ λέγοιμι, δέδοικα μὴ βελτίων ὦ σιωπῶν. ἐκεῖνος γὰρ ἓν μὲν καὶ πρῶτον ἁπάντων μετέθηκε τὸ γιγνόμενον περὶ τοὺς ἐπαίνους. τοσοῦτον γὰρ ἀπέσχε τοῦ διὰ κοινότητα γένους εὐδοκιμεῖν, οἷον ἔθνει προσφεύγων ἢ πόλει, ὥστε παλαιότατον μὲν δή που γενῶν τὸ ὑμέτερον καὶ ἐν τῷ κοινῷ γένει τῶν Φρυγῶν ἡ πόλις αὖ, καθά φασιν, ἡ ὑμετέρα, ὁ δὲ καὶ τῇ πόλει καὶ τῷ γένει σύμπαντι τὴν φιλοτιμίαν αὑτοῦ κατέστησε, καὶ πᾶσιν ὑμῖν οὐ μικρὸν καύχημα πρὸς τοὺς Ἕλληνας ἐκείνου πολίτας εἶναι. διδασκάλοις δὲ χρήσασθαι μὲν λέγεται τοῖς ἀρίστοις, ὑπερβαλόμενος δʼ ὅσον παῖδας ἅπαντας φαίνεται. ἐφαψάμενος δὲ τοῖς χρόνοις τῆς ἡλικίας ἁπάντων τῶν ἐνδοξοτάτων τῶν μὲν ἀρχαιοτάτων μαθητὴς, τῶν δʼ ἐπὶ τούτοις ἁπάντων τῶν μὲν διδάσκαλος, τῶν δὲ συνεργὸς κατέστη. καὶ ὁποίους μέν τινας ἀπειργάσατο ἐροῦσιν ἕτεροι, οἷς δʼ αὖ συνεπαίδευσεν οὐδεὶς ἦν ἐκείνων μείζων αὐτοῦ. καὶ μὴν οἱ μὲν ἄλλοι τῶν μεγάλων ὀρεγόμενοι τὰ μικρὰ παριᾶσιν, ὁ δὲ ἀρξάμενος ἐκ τῶν βραχυτάτων ἄχρι τῶν τελεωτάτων διεξῆλθεν, ὥσπερ φασὶ καὶ μυεῖσθαι θεμιτὸν εἶναι τὰ μικρὰ πρῶτον. ἕτεροι δὲ τὰ μὲν ἴχνη καὶ τὰς ἀρχὰς μέχρι πολλοῦ διηρευνήσαντο, μᾶλλον δὲ καὶ κατέτριψαν ἐν τούτοις τὸν ἑαυτῶν βίον, ὧν δὲ ἕνεκα ταῦτα ἐξευρεῖν ἄξιον οἱ μὲν ὅλως οὐκ εἶδον, οἱ δʼ οὐκ ἐφίκοντο, ὡς ἔοικεν· ὁ δʼ ὥσπερ ὁδόν τινα ἐξ ἀρχῆς εἰς τέλος ἠρευνήσατο, οὐδὲν οὐδαμοῦ παριεὶς τῶν σχολῆς καὶ ὁποσηστινοσοῦν ἀξίων. καὶ γάρ τοι κατέστη τοῖς Ἕλλησιν ἀντὶ ταμιείου κοινοῦ· ἦν γὰρ ὅτου τις δέοιτο τῶν εἰς παιδείαν παρʼ ἐκείνου λαμβάνειν, ὥσπερ ἐκ πηγῶν ἀρυόμενον. τὸ δὲ δὴ μέγιστον τῶν ἐκείνου καὶ μάλιστα ἄξιον ἐπισημήνασθαι, ὃ καὶ πρὸς αὐτὸν ἔγωγέ ποτε εἶπον διαλεγόμενος· πάντα γὰρ ὥσπερ λέγω διεξελθὼν τὰ μαθήματα καὶ οὐδὲν ἔσθʼ ὅ τι οὐκ ἀκριβέστερον τῶν ἐφʼ ἑκάστῳ καθημένων, οὔτε τὸ σοβαρώτατον αὑτῷ τῶν ὀνομάτων ἐπεγράψατο, ἀλλʼ ἔμεινεν ἐπὶ τοῦ ἀρχαίου, καὶ τοὺς ἄλλους οὐκ ἀπεστέρει τῶν διατριβῶν, ἀλλὰ συμπράττων ἑκάστοις ἦν φανερὸς καὶ συναύξων κατὰ δύναμιν ἀεί. καὶ γὰρ οὖν οἱ μὲν ἄλλοι μείζους διὰ τὰς τέχνας γίγνονται, ὁ δὲ καὶ τὴν τέχνην αὐτὴν μείζω τῷ παρʼ ἑαυτοῦ μέρει κατέστησε· πολλαχόθεν γὰρ αὐτὴν ἦρεν, ὥστʼ ἀπʼ ἐκείνου τὸ σχῆμα ἔχειν. τοῖς μὲν γὰρ ἄλλοις ἐξαρκεῖ τῶν καθʼ αὑτοὺς ὑπερσχεῖν, ὁ δὲ συμπάσης ἁπλῶς τῆς τέχνης πρωτεύσας φαίνεται. τῶν γὰρ ἄλλων τῶν ἐνταῦθα παιδείας ταχθέντων τῶν μὲν κρίσεως εὖ σχεῖν δοξάντων, φωνὴν δὲ οὐδένων γενομένων, τῶν δʼ εἰπεῖν μὲν ἐξικνουμένων, τῇ δʼ ἐπιστήμῃ οὐ πολλὰ ὡμιληκότων, τῶν δʼ αὖ πολυμάθειαν ἀσκησάντων, ὑπὸ δʼ αὐτῆς ταύτης εἰς τὰ κρείττω τυφλωθέντων καὶ μεθέντων τὸ βέλτιστον, πάντα δὴ συλλαβὼν εἷς ἀνὴρ εἶχε. καὶ μὴν τό γε φωνῆς οὕτως ἔχοντα μὴ εἰς συγγραφάς τε καὶ τοιοῦτον σχῆμα ἀναχωρῆσαι, ἀλλʼ ἑλέσθαι τὴν τοῖς παλαιοῖς Ἕλλησι διακονίαν, πῶς οὐχ ὅμοιον τῷ πρὸς τοὺς φοιτῶντας ἀφθόνῳ καὶ ἀφειδεῖ; διὸ τῶν τε μαθημάτων εὐθέως ἐνεπίμπλη καὶ ὅσους ἑώρα βίου δεομένους συστάσεις αὐτοῖς καὶ τάξεις ἐπορίζετο· ὥστε πλείστους δὴ εἷς ἀνὴρ οὗτος παιδεύσας τε καὶ διαδοὺς φαίνεται καὶ γενόμενος ἀκριβῶς τοῖς Ἕλλησιν ἀντʼ οἰκιστοῦ. εἰκάσαι δὲ ἔξεστι τὸ κατʼ αὐτὸν καὶ ταῖς μητροπόλεσιν. ἄλλους γὰρ ἄλλοθι τῆς γῆς κατῴκισεν, ἐπʼ ὠφελείᾳ αὐτῶν τε ἐκείνων καὶ τῶν χρωμένων. μόνος δὲ καὶ τὸν Ἡσίοδον ἤλεγξεν ἔργῳ ψευδόμενον ποιήσαντα ὅτι καὶ ἀοιδὸς ἀοιδῷ φθονέει. ἦν γὰρ τῶν ὁμοτέχνων οἷον πατὴρ κοινὸς, καὶ πάντες ἐπʼ ἐκείνῳ πλείους ἐλπίδας εἶχον ἢ ἕκαστος ἑαυτῷ. μόνος δʼ ἰδιώτας τε οὐκ ἤλεγχε καὶ παρὰ τοῖς δεξιοῖς εἰς τὰ πρῶτα ἐθαυμάζετο. καὶ μόνος πλήθει τε καὶ ἀκριβείᾳ μαρτύρων ἐνίκα. ἦν δὲ καὶ τοῖς περὶ τοὺς λόγους φιλοτιμία ἐκείνῳ συγγεγονέναι καὶ τοῖς ἄλλως ἐνδόξοις τε καὶ λαμπροῖς ἀντʼ ἄλλου τινὸς τῶν εἰς τὸ ὑπερέχειν τὸ ἐκείνῳ χρωμένους φαίνεσθαι. ὥστʼ ἦν ἅπασιν ἀσπαστὸς, καὶ ὁπότε μὴ δημοσιεύοι, ἢ παρὰ τοῖς δυνάσταις ἂν ἦν, ἢ ἐν αὐτῷ τῷ βασιλέως οἴκῳ. καὶ μὴν καὶ τὰς μετὰ τῶν βασιλέων διατριβὰς ὥσπερ ὁδῷ τινι χρησάμενος οὕτως ἐποιήσατο, διὰ παντὸς γὰρ τοῦ Ἑλληνικοῦ πρωτεύσας καὶ πεῖραν ἑαυτοῦ παρασχὼν μυρίαν, οὕτως καὶ εἰς βασιλέως αὐλάς τε καὶ ἀκοὰς ἀφίκετο. ἐκ δὲ τούτου ἕτερος παρʼ ἑτέρου παραλαμβάνων αὐτὸν εἶχεν ἀντʼ ἄλλου κόσμου τῶν βασιλικῶν. γενόμενος τοίνυν ἐπʼ ἐξουσίας καὶ δυνάμεως τοσαύτης ὥστε καὶ τροφέως χώραν, οὐχὶ διδασκάλου μόνον τῶν παίδων ἔχειν, τὴν μὲν ἄλλην σωφροσύνην καὶ κοσμιότητα ὅσην παρέσχετο οὐ φαῦλον ἔργον διηγήσασθαι. ἔπραττε δὲ ταυτὸν ὅπερ καὶ περὶ τὰς ἀρχαίας διατριβάς. ἔν τε γὰρ ταῖς διατριβαῖς δυσχεροῦς μὲν οὐδενὸς οὐδενὶ πώποτε τῶν πάντων αἴτιος γενέσθαι λέγεται, ἀγαθοῦ δὲ ἀεί τινος καὶ μαθηταῖς αὐτοῖς καὶ παιδαγωγοῖς αὐτῶν. καὶ γὰρ ἐλευθέρους ἀφεθῆναι καὶ ἑτέρων τιμῶν τυχεῖν. πλείστοις δὴ πάντων αἴτιος Ἀλέξανδρος ἐγένετο, μάλιστα μὲν οἶμαι τοιούτους παρέχων ἑκάστοις τοὺς παῖδας ὥστε καὶ τοὺς ἀκολουθοῦντας καὶ μετέχοντας τῆς εἰσόδου τῆς παρʼ ἐκεῖνον εὐδοκιμεῖν παρὰ τοῖς ἐπιστήσασιν, ἔπειτα καὶ αὐτὸς ἐκ τοῦ φανεροῦ τὰς τοιαύτας χάριτας ἀντὶ τῶν συνήθων τοῖς ἄλλοις αἰτούμενος. παραπλήσια δὲ καὶ ἐν τοῖς βασιλικοῖς πράγμασιν· ἐλύπησε μὲν γὰρ οὐδένα πώποτε, ἀγαθὸν δέ τι καὶ συγγενεῖς καὶ φίλους καὶ πατρίδα καὶ πόλεις ἐργαζόμενος διεβίω. μυρία δὲ εὐεργετήσας μυρίους οὐδένα πώποτε τῆς εὐεργεσίας μισθὸν ᾔτησε, τῆς μέντοι τέχνης οὐκ ᾐσχύνετο λαμβάνων. ἐδόκει γὰρ αὐτῷ λυσιτελεῖν τοῖς νέοις μαθημάτων ἕνεκα τολμᾶν προΐεσθαι, καὶ ταῦτα ὅστις δυνατός· ἐπεὶ τούς γε ἀδυνάτους οὐκ ἠνώχλει, ἀλλὰ καὶ παρʼ αὑτοῦ προστιθέντα αὐτὸν ἴσμεν. οὐ τοίνυν ἀπὸ μὲν τῆς τέχνης καὶ τῶν συνουσιῶν τοσαῦτα ὠφέλει, τὰ δʼ εἰς πράξεις τε καὶ πολιτείαν ἑτέρων ἡττήθη. εἰδείητε δʼ ἂν ὑμεῖς μάλιστα κἀγὼ παρʼ ὑμῶν τινῶν ταῦτα πυνθάνομαι, ὡς ὑμῖν μικροῦ πᾶσαν τὴν πόλιν ἐκ καινῆς ἀνώρθωσεν. οὕτως οὐ μόνον λόγος ἦν τις τὸ ἐκείνου πρᾶγμα· ὃ δὲ τῶν οἰκοδομημάτων πλείονος ἄξιον, ἡ σωφροσύνη καὶ τὸ δίκαιον, ἡγούμενον πάντων ὧν ἐκεῖνος καὶ λέγειν καὶ πράττειν ἠξίου, καὶ τὸ μηδαμοῦ τὴν χρείαν ἐκβαίνειν, ἀλλʼ εἶναι νοῦν ἐχούσας τὰς φιλοτιμίας ἃς ὑμῖν προὐξένει. οὐ μὴν οὐδʼ ἐπὶ τούτῳ προῖκα χρηστὸς ἦν, ἀλλʼ οἱ μέγιστοι τῶν κόσμων ὑμῖν τῆς ἐκείνου μεγαλοψυχίας σημεῖον εἰσίν. ἡγοῦμαι δʼ εἰ καὶ μηδὲν πώποτε ἀνάλωσεν εἰς ὑμᾶς, ἔκ γε τῶν ἄλλων ὧν ἔλεγε καὶ ἔπραττεν ὑπὲρ ὑμῶν εἰκότως ἂν αὐτὸν εὐεργέτην νομίζεσθαι. εἰ δʼ αὖ μηδὲν μὲν ἄλλο μήτʼ εἶπε μήτʼ ἔπραξε, τοσαῦτα δὲ οἴκοθεν εἰσήνεγκεν, εἰκότως ἂν αὐτὸν ἐν πρώτοις εὐδοξεῖν. καὶ μὴν εἰ μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῶν ἄλλων χρήσιμος ὑμῖν ἐγένετο δημοσίᾳ, τό γʼ ἐν τούτῳ καταστῆναι τάξεως αὐτὸν ἐν