<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg011.perseus-grc2" n="80"><p>τῶν ἐπαίνων ἤδη ταῦτα χρὴ δοκεῖν ἀκούειν τῶν κρειττόνων, καὶ οὕτως ἔχοντας τῆς ἀληθείας ἂν μᾶλλον τυγχάνειν νομίζειν κἀκείνῳ ποιεῖν κεχαρισμένα. καλὸν δὲ καὶ <pb xml:id="v.1.p.133"/> ἐν σκολίοις ὥστε Ἁρμόδιον ᾁδειν <q>οὔ τί που τέθνηκας</q> λέγοντας, ἀλλʼ εἴπερ τις ἄλλος ἐν μέσοις ἀναστρέφει τοῖς εἰδόσι καὶ πολίταις καὶ ξένοις. ὦ βιοὺς μὲν ὡς ἐν ἱεροῖς καὶ τελευτήσας κρεῖττον ἢ κατʼ ἄνθρωπον. ὦ κόσμος καὶ φίλοις καὶ γένει καὶ πόλει, ὦ πρῶτα τῆς καθʼ ἡλικίαν ἀρετῆς ἔχων. τάδε σοι τὰ παρʼ ἡμῶν, τὰ δὲ λοιπὰ μελήσει τῇ πόλει κοινῇ.</p></div></div></body></text></TEI>